Humanitext Reader

亚里士多德 · 修辞学 §3.7.1-3.7.11

文风的得体性与情感性格的表达

第 80 段,共 98 段 · 希腊语

内容简介

本段讨论了修辞中风格的“得体”标准,强调风格必须体现情感(pathos)与性格(ethos),并与主题相称,同时概述了克服文笔过度的方法及有效的修辞技巧。

§3.7.1τὸ δὲ πρέπον ἕξει ἡ λέξις, ἐὰν ᾖ παθητική τε καὶ ἠθικὴ καὶ τοῖς ὑποκειμένοις πράγμασιν ἀνάλογον.
风格若能体现出情感、性格,并且与所涉的事物相称,便具有了“得体”。
§3.7.2τὸ δʼ ἀνάλογόν ἐστιν ἐὰν μήτε περὶ εὐόγκων αὐτοκαβδάλως λέγηται μήτε περὶ εὐτελῶν σεμνῶς, μηδʼ ἐπὶ τῷ εὐτελεῖ ὀνόματι ἐπῇ κόσμος· εἰ δὲ μή, κωμῳδία φαίνεται, οἷον ποιεῖ Κλεοφῶν· ὁμοίως γὰρ ἔνια ἔλεγε καὶ εἰ εἴπειεν πότνια συκῆ .
所谓相称,是指既不对重大的事物用粗俗的话来谈论,也不对微不足道的事物用庄严的话来谈论,更不对微末的词汇加上装饰;否则,这就会显得像喜剧,就像克勒奥丰所做的那样;因为他谈论某些事物的方式,就像是说“尊贵的无花果树”一样。
§3.7.3παθητικὴ δέ, ἐὰν μὲν ᾖ ὕβρις, ὀργιζομένου λέξις, ἐὰν δὲ ἀσεβῆ καὶ αἰσχρά, δυσχεραίνοντος καὶ εὐλαβουμένου καὶ λέγειν, ἐὰν δὲ ἐπαινετά, ἀγαμένως, ἐὰν δὲ ἐλεεινά, ταπεινῶς, καὶ ἐπὶ τῶν ἄλλων δὲ ὁμοίως.
所谓体现情感,如果是暴行,则是发怒者的言辞;如果是亵渎和丑恶的事物,则是厌恶且甚至不愿说出口之人的言辞;如果是值得赞美的事物,则是赞赏的言辞;如果是可怜的事物,则是卑微的言辞;其余情况亦同此理。
§3.7.4πιθανοῖ δὲ τὸ πρᾶγμα καὶ ἡ οἰκεία λέξις· παραλογίζεταί τε γὰρ ἡ ψυχὴ ὡς ἀληθῶς λέγοντος, ὅτι ἐπὶ τοῖς τοιούτοις οὕτως ἔχουσιν, ὥστʼ οἴονται, εἰ καὶ μὴ οὕτως ἔχει ὡς λέγει ὁ λέγων, τὰ πράγματα οὕτως ἔχειν, καὶ συνομοπαθεῖ ὁ ἀκούων ἀεὶ τῷ παθητικῶς λέγοντι, κἂν μηθὲν λέγῃ.
此外,适宜的词汇也能使事情具有说服力;因为听众的心灵会被误导,以为发言者说的是真话,因为人们在如此境遇下正是这样表露情感的,以至于他们认为,即便事情并不像发言者所说的那样,事实也是如此;而且听众总是会与带有情感说话的人产生共鸣,即便他没说什么实在的话。
§3.7.5διὸ πολλοὶ καταπλήττουσι τοὺς ἀκροατὰς θορυβοῦντες.
因此,许多人通过制造喧嚣来震慑听众。
§3.7.6καὶ ἠθικὴ δὲ αὕτη ἡ ἐκ τῶν σημείων δεῖξις, ὅτε ἀκολουθεῖ ἡ ἁρμόττουσα ἑκάστῳ γένει καὶ ἕξει.
此外,通过征象来进行表明也是体现性格的,即当伴随着适合于每个群体和习惯的言辞时。
λέγω δὲ γένος μὲν καθʼ ἡλικίαν, οἷον παῖς ἢ ἀνὴρ ἢ γέρων, καὶ γυνὴ ἢ ἀνήρ, καὶ Λάκων ἢ Θετταλός, ἕξεις δέ, καθʼ ἃς ποιός τις τῷ βίῳ· οὐ γὰρ καθʼ ἅπασαν ἕξιν οἱ βίοι ποιοί τινες.
我所说的“群体”,是指按年龄划分(如儿童、成年人或老人),以及女性或男性,以及拉栖代梦人或帖萨利人;而“习惯”,是指人在生活中据以具有某种特质的那些状态,因为生活并不是因任何一个习惯就能具有某种特定性质的。
§3.7.7ἐὰν οὖν καὶ τὰ ὀνόματα οἰκεῖα λέγῃ τῇ ἕξει, ποιήσει τὸ ἦθος· οὐ γὰρ ταὐτὰ οὐδʼ ὡσαύτως ἀγροῖκος ἂν καὶ πεπαιδευμένος εἴπειεν.
因此,如果使用的词汇也适宜于那种习惯,就会塑造出性格;因为乡野村夫与受过教育的人不会说同样的话,也不会以同样的方式说话。
πάσχουσι δέ τι οἱ ἀκροαταὶ καὶ ᾧ κατακόρως χρῶνται οἱ λογογράφοι, τίς δʼ οὐκ οἶδεν;
听众也会受到某种心理影响,那是演说撰稿人们用得烂俗的套话:“谁不知道呢?
, ἅπαντες ἴσασιν · ὁμολογεῖ γὰρ ὁ ἀκούων αἰσχυνόμενος, ὅπως μετέχῃ οὗπερ καὶ οἱ ἄλλοι πάντες.
”“大家人都知道”;因为听众会感到羞愧而表示同意,为了让自己显得也分享了所有其他人所分享的东西。
§3.7.8τὸ δʼ εὐκαίρως ἢ μὴ εὐκαίρως χρῆσθαι κοινὸν ἁπάντων τῶν εἰδῶν ἐστιν.
适时或不适时地使用这些,是所有这些类型所共有的问题。
§3.7.9ἄκος δʼ ἐπὶ πάσῃ ὑπερβολῇ τὸ θρυλούμενον· δεῖ γὰρ αὐτὸν αὑτῷ προσεπιπλήττειν· δοκεῖ γὰρ ἀληθὲς εἶναι, ἐπεὶ οὐ λανθάνει γε ὃ ποιεῖ τὸν λέγοντα.
克服一切过度之处的解救办法,是那个广为人知的方法:因为发言者必须自我谴责;因为这看起来是真实的,既然发言者自己并没有忽视自己正在做的事情。
§3.7.10ἔτι τοῖς ἀνάλογον μὴ πᾶσιν ἅμα χρήσασθαι (οὕτω γὰρ κλέπτεται ὁ ἀκροατής)· λέγω δὲ οἷον ἐὰν τὰ ὀνόματα σκληρὰ ᾖ, μὴ καὶ τῇ φωνῇ καὶ τῷ προσώπῳ τοῖς ἁρμόττουσιν· εἰ δὲ μή, φανερὸν γίνεται ἕκαστον ὅ ἐστιν.
此外,不要同时使用所有相称的手法(因为这样听众就会被蒙蔽);我的意思是,例如,如果词汇是强硬的,不要同时使用与之相配的声音和神情;否则,每种手法的刻意性都会显露出来。
ἐὰν δὲ τὸ μὲν τὸ δὲ μή, λανθάνει ποιῶν τὸ αὐτό.
但如果采用其中之一而不采用其他,就能在不被察觉的情况下达到同样的效果。
ἐὰν οὖν τὰ μαλακὰ σκληρῶς καὶ τὰ σκληρὰ μαλακῶς λέγηται, πιθανὸν γίγνεται.
因此,如果把柔和的事物用强硬的方式说出来,而把强硬的事物用柔和的方式说出来,就会产生说服力。
§3.7.11τὰ δὲ ὀνόματα τὰ διπλᾶ καὶ ἐπίθετα πλείω καὶ τὰ ξένα μάλιστα ἁρμόττει λέγοντι παθητικῶς· συγγνώμη γὰρ ὀργιζομένῳ κακὸν φάναι οὐρανόμηκες, ἢ πελώριον εἰπεῖν, καὶ ὅταν ἔχῃ ἤδη τοὺς ἀκροατὰς καὶ ποιήσῃ ἐνθουσιάσαι ἢ ἐπαίνοις ἢ ψόγοις ἢ ὀργῇ ἢ φιλίᾳ, οἷον καὶ Ἰσοκράτης ποιεῖ ἐν τῷ Πανηγυρικῷ ἐπὶ τέλει φήμην δὲ καὶ μνήμην καὶ οἵτινες ἔτλησαν ·
复合词、多个形容词以及外来词,最适合于带有情感说话的人;因为一个发怒的人将灾祸称为“齐天之高”,或者说它是“庞大无比”,是完全可以谅解的;同样,当发言者已经掌控了听众,并通过赞美、责难、愤怒或友爱使他们陷入狂热时,也是如此,正如伊索克拉底在《全希腊盛会集》的结尾处所做的那样:“声誉与记忆”以及“那些敢于承受的人们”;因为人们在陷入狂热时会说出这样的话,所以听众显然在处于相同心境时也会接受它们。
φθέγγονται γὰρ τὰ τοιαῦτα ἐνθουσιάζοντες, ὥστε καὶ ἀποδέχονται δηλονότι ὁμοίως ἔχοντες. διὸ καὶ τῇ ποιήσει ἥρμοσεν· ἔνθεον γὰρ ἡ ποίησις.
因此,这些词汇也适用于诗歌,因为诗歌是神圣灵感之物。
ἢ δὴ οὕτως δεῖ, ἢ μετʼ εἰρωνείας, ὥσπερ Γοργίας ἐποίει καὶ τὰ ἐν τῷ Φαίδρῳ.
所以,要么应当如此,要么带着反讽,正如高尔吉亚所做的那样,以及《斐德罗篇》中的那些段落。

词汇与语法注释

  1. 3.7.4λέγοντος — ὡς ἀληθῶς λέγοντος 中的分词 λέγοντος 或者是修饰省略的 τοῦ λέγοντος(发言者)的属格,或者是与 ὡς 连用的属格独立结构,意为“仿佛发言者在说真话”。它解释了听众的心灵(ἡ ψυχὴ)受到误导(παραλογίζεται)的原因或内容。
  2. 3.7.7 — 关系代名词 ᾧ(与格单数中性)省去了其先行词(如指示代名词 τούτῳ),并因关系从句中支配与格的动词 χρῶνται 而发生格吸引。整个短语作为表示手段或原因的与格,修饰主句动词 πάσχουσι(受到影响)。
  3. 3.7.10χρήσασθαι — 带否定词 μή 的不定式 χρήσασθαι 被用作祈使不定式(imperative infinitive),表示禁止或建议。这种用法在亚里士多德阐述规则或建议的文体中十分常见。
  4. 3.7.11καὶ ὅταν — 由 καὶ ὅταν(以及当……之时)引导的时间从句,在结构上延伸了前句 συγγνώμη [ἐστί](是可以原谅的)这一判断的适用范围。它构成了双重条件结构:“发怒的人……是可以原谅的,并且当发言者已经掌控听众时同样是可以原谅的”。

引用这一段

亚里士多德, 修辞学 §3.7.1-3.7.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:3.7.1-3.7.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。