Humanitext Reader

亚里士多德 · 修辞学 §3.6.1-3.6.7

产生庄重文笔与简练文笔的修辞手法

第 79 段,共 98 段 · 希腊语

内容简介

论述了产生庄重文笔的各种手法(使用定义、比喻、变复数、使修饰语独立、使用连接词、通过缺乏特征来描写)以及与其相反的、用以实现简练的手法。

§3.6.1εἰς ὄγκον δὲ τῆς λέξεως συμβάλλεται τάδε, τὸ λόγῳ χρῆσθαι ἀντʼ ὀνόματος, οἷον μὴ κύκλον, ἀλλʼ ἐπίπεδον τὸ ἐκ τοῦ μέσου ἴσον· εἰς δὲ συντομίαν τὸ ἐναντίον, ἀντὶ τοῦ λόγου ὄνομα.
以下这些有助于增加文笔的庄重:用定义代替名词,例如,不说“圆”,而说“自中心起等距的平面”;若求简练,则反之,用名词代替定义。
§3.6.2καὶ ἐὰν αἰσχρὸν ἢ ἀπρεπές, ἐὰν μὲν ἐν τῷ λόγῳ ᾖ τὸ αἰσχρόν, τοὔνομα λέγειν, ἐὰν δʼ ἐν τῷ ὀνόματι, τὸν λόγον.
此外,如果有下流或不体面的事物,若下流之处在于定义中,则说出名词;若在于名词中,则说出定义。
§3.6.3καὶ μεταφορᾷ δηλοῦν καὶ τοῖς ἐπιθέτοις, εὐλαβούμενον τὸ ποιητικόν.
还要用比喻和形容词来表明,但要防范诗意过浓。
§3.6.4καὶ τὸ ἓν πολλὰ ποιεῖν, ὅπερ οἱ ποιηταὶ ποιοῦσιν· ἑνὸς ὄντος λιμένος ὅμως λέγουσι " λιμένας εἰς Ἀχαϊκούς " καὶ " δέλτου μὲν αἵδε πολύθυροι διαπτυχαί. "
以及变单数为复数,这正是诗人们所做的;虽然只有一个港口,但他们仍说“前往阿开亚的港口群”,以及“这是书板的多扉折叠”。
§3.6.5καὶ μὴ ἐπιζευγνύναι, ἀλλʼ ἑκατέρῳ ἑκάτερον, τῆς γυναικὸς τῆς ἡμετέρας · ἐὰν δὲ συντόμως, τοὐναντίον, τῆς ἡμετέρας γυναικός .
并且不把它们紧密连接,而是使两者各自独立,如“那妇人的、我们自个儿的”;若求简练,则反之,“我们的内人”。
§3.6.6καὶ μετὰ συνδέσμου λέγειν· ἐὰν δὲ συντόμως, ἄνευ μὲν συνδέσμου, μὴ ἀσύνδετα δέ, οἷον πορευθεὶς καὶ διαλεχθείς , πορευθεὶς διελέχθην .
还要带连接词说话;若求简练,则不用连接词,但不要不连贯,例如“既出发且谈话”与“我出发了,进行了谈话”。
§3.6.7καὶ τὸ Ἀντιμάχου χρήσιμον, ἐξ ὧν μὴ ἔχει λέγειν, ὃ ἐκεῖνος ποιεῖ ἐπὶ τοῦ Τευμησσοῦ, " ἔστι τις ἠνεμόεις ὀλίγος λόφος·
安提马科斯的方法也是有用的,即通过事物所不具有的特征来叙述,正如他在描写忒乌墨索斯山时所做的那样:“有一座多风的、微小的山丘。
" αὔξεται γὰρ οὕτως εἰς ἄπειρον.
”因为以此方式可以使事物无限地扩展。
ἔστι δὲ τοῦτο καὶ ἐπὶ ἀγαθῶν καὶ κακῶν, ὅπως οὐκ ἔχει, ὁποτέρως ἂν ᾖ χρήσιμον, ὅθεν καὶ τὰ ὀνόματα οἱ ποιηταὶ φέρουσιν, τὸ ἄχορδον καὶ τὸ ἄλυρον μέλος· ἐκ τῶν στερήσεων γὰρ ἐπιφέρουσιν·
这既适用于好事,也适用于坏事,说明它们不具有什么,以任何一种有用武之地的方式。 诗人们也是由此获得了他们的词汇,如“无弦的”和“无里拉琴的旋律”;因为他们是从缺乏中引入这些词的。
εὐδοκιμεῖ γὰρ τοῦτο ἐν ταῖς μεταφοραῖς λεγόμενον ταῖς ἀνάλογον, οἷον τὸ φάναι τὴν σάλπιγγα ἱέναι μέλος ἄλυρον.
这种手法在类比比喻中运用时很受欢迎,例如说军号发出“无里拉琴的旋律”。

词汇与语法注释

  1. §3.6.1λόγῳ χρῆσθαι ἀντʼ ὀνόματος — 此处的“λόγος”并非指一般的“言语”,而是指“定义”或“描述性的短语”,与指代单一词汇或名词的“ὄνομα”相对。它指的是用多词组成的说明性短语来代替单一名词,以此增加文笔的庄重感(ὄγκος)。
  2. §3.6.5καὶ μὴ ἐπιζευγνύναι, ἀλλʼ ἑκατέρῳ ἑκάτερον — “ἐπιζευγνύναι”指将名词和形容词紧密结合在单个冠词之下(例如“我们的妻子”);而“ἑκατέρῳ ἑκάτερον”则指分别为每个成分赋予冠词并并列(如“那妻子、我们的”)。前者产生简练的效果,后者则带来庄重感。
  3. §3.6.7ἐξ ὧν μὴ ἔχει λέγειν — 关系从句“ἐξ ὧν”(从其不具有的事物中)指描述对象所缺乏的属性。 “ἔχει”的主语是被描写的对象(如忒乌墨索斯山),而“λέγειν”是说明性的不定式。这解释了通过列举“缺乏”或对象所不具备的特征来扩展描写的技巧。

引用这一段

亚里士多德, 修辞学 §3.6.1-3.6.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:3.6.1-3.6.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。