§3.5.1ὁ μὲν οὖν λόγος συντίθεται ἐκ τούτων, ἔστι δʼ ἀρχὴ τῆς λέξεως τὸ ἑλληνίζειν· τοῦτο δʼ ἐστὶν ἐν πέντε, §3.5.2πρῶτον μὲν ἐν τοῖς συνδέσμοις, ἂν ἀποδιδῷ τις ὡς πεφύκασι πρότεροι καὶ ὕστεροι γίγνεσθαι ἀλλήλων, οἷον ἔνιοι ἀπαιτοῦσιν, ὥσπερ ὁ μέν καὶ ὁ ἐγὼ μέν ἀπαιτεῖ τὸν δέ καὶ τὸν ὁ δέ.
因此,言论是由这些要素构成的,而文笔的基础是使用纯正的希腊语;这包含在五个方面:第一,在连接词方面,如果有人按照它们彼此之间天然的前后顺序来对应,正如某些连接词所要求的那样;例如,正如“一方面”和“我,一方面”要求“另一方面”和“他,另一方面”。
δεῖ δὲ ἕως μέμνηται ἀνταποδιδόναι ἀλήλλοις, καὶ μήτε μακρὰν ἀπαρτᾶν μήτε σύνδεσμον πρὸ συνδέσμου ἀποδιδόναι τοῦ ἀναγκαίου· ὀλιγαχοῦ γὰρ ἁρμόττει.
而且必须在人们还记得的时候,使它们互相对应,既不能将它们分得太远,也不能在必需的连接词之前给出另一个连接词;因为这只在极少数情况下才合适。
ἐγὼ μέν, ἐπεί μοι εἶπεν (ἦλθε γὰρ Κλέων δεόμενός τε καὶ ἀξιῶν), ἐπορευόμην παραλαβὼν αὐτούς
.
“我,一方面,当他告诉我时(因为克里昂来恳求并提出要求),便带上他们出发了。
ἐν τούτοις γὰρ πολλοὶ πρὸ τοῦ ἀποδοθησομένου συνδέσμου προεμβέβληνται σύνδεσμοι· ἐὰν δὲ πολὺ τὸ μεταξὺ γένηται τοῦ ἐπορευόμην, ἀσαφές.
”因为在这些话中,在应当对应的连接词给出之前,已经插入了许多连接词;如果到“我出发了”之间的间距拉得太长,意思就会变得不清晰。
§3.5.3ἓν μὲν δὴ τὸ εὖ ἐν τοῖς συνδέσμοις, δεύτερον δὲ τὸ τοῖς ἰδίοις ὀνόμασι λέγειν καὶ μὴ τοῖς περιέχουσιν.
因此,正确使用连接词是第一点;第二是使用特指的词语,而不是使用泛指的词语。
§3.5.4τρίτον μὴ ἀμφιβόλοις.
第三是不使用有歧义的词语。
τοῦτο δʼ ἂν μὴ τἀναντία προαιρῆται, ὅπερ ποιοῦσιν ὅταν μηδὲν μὲν ἔχωσι λέγειν, προσποιῶνται δέ τι λέγειν· οἱ γὰρ τοιοῦτοι ἐν ποιήσει λέγουσιν ταῦτα, οἷον Ἐμπεδοκλῆς·
这适用于一个人不故意选择相反意思的情况,而人们在无话可说却又装作在说什么的时候就会这样做;因为这类人会在诗歌中说这些话,例如恩培多克勒。
φενακίζει γὰρ τὸ κύκλῳ πολὺ ὄν, καὶ πάσχουσιν οἱ ἀκροαταὶ ὅπερ οἱ πολλοὶ παρὰ τοῖς μάντεσιν· ὅταν γὰρ λέγωσιν ἀμφίβολα, συμπαρανεύουσιν—
"
Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει
"
, —καὶ διὰ τὸ ὅλως ἔλαττον εἶναι ἁμάρτημα διὰ τῶν γενῶν τοῦ πράγματος λέγουσιν οἱ μάντεις· τύχοι γὰρ ἄν τις μᾶλλον ἐν τοῖς ἀρτιασμοῖς ἄρτια ἢ περισσὰ εἰπὼν μᾶλλον ἢ πόσα ἔχει, καὶ τὸ ὅτι ἔσται ἢ τὸ πότε, διὸ οἱ χρησμολόγοι οὐ προσορίζονται τὸ πότε.
因为冗长的迂回之词会蒙蔽听众,听众的反应就如同大众在占卜者面前一样;因为当占卜者说出有歧义的话时,听众就会跟着点头同意——“克罗伊索斯渡过哈律斯河,将毁灭一个大帝国”—— ——而且因为总的来说,通过事物的大致类别来叙述犯错更少,所以占卜者才这样说;因为在猜奇偶的游戏中,说“奇数”或“偶数”要比说出具体有多少个更容易猜中,说某事“将会发生”也比说出“何时发生”更容易猜中,因此预言家们并不具体规定“何时”。
ἅπαντα δὴ ταῦτα ὅμοια, ὥστʼ ἂν μὴ τοιούτου τινὸς ἕνεκα, φευκτέον.
所有这些都是类似的,所以除非是为了某种此类目的,否则应当避免使用。
§3.5.5τέταρτον, ὡς Πρωταγόρας τὰ γένη τῶν ὀνομάτων διῄρει, ἄρρενα καὶ θήλεα καὶ σκεύη· δεῖ γὰρ ἀποδιδόναι καὶ ταῦτα ὀρθῶς· §3.5.6ἡ δʼ ἐλθοῦσα καὶ διαλεχθεῖσα ᾤχετο
.
第四,正如普罗泰戈拉对名词性别的分类那样,将它们分为阳性、阴性、和无生物;因为这些也必须正确地对应: “她来了,谈了话,然后走了。
πέμπτον ἐν τῷ τὰ πολλὰ καὶ ὀλίγα καὶ ἓν ὀρθῶς ὀνομάζειν· οἱ δʼ ἐλθόντες ἔτυπτόν με
.
”第五,在正确命名复数、少数和单数方面:“他们来了,打了我。
ὅλως δὲ δεῖ εὐανάγνωστον εἶναι τὸ γεγραμμένον καὶ εὔφραστον· ἔστιν δὲ τὸ αὐτό·
”总的来说,写下来的东西必须易读、易朗诵;这两者是同一回事。
ὅπερ οἱ πολλοὶ σύνδεσμοι οὐκ ἔχουσιν, οὐδʼ ἃ μὴ ῥᾴδιον διαστίξαι, ὥσπερ τὰ Ἡρακλείτου.
如果使用过多的连接词,或者不便于加上标点符号,就无法做到这一点,正如赫拉克利特的著作。
τὰ γὰρ Ἡρακλείτου διαστίξαι ἔργον διὰ τὸ ἄδηλον εἶναι ποτέρῳ πρόσκειται, τῷ ὕστερον ἢ τῷ πρότερον, οἷον ἐν τῇ ἀρχῇ αὐτῇ τοῦ συγγράμματος·
因为给赫拉克利特的著作加标点是一件难事,因为搞不清楚某个词是属于后面的词还是属于前面的词,例如在他的著作的开篇处。
φησὶ γὰρ
τοῦ λόγου τοῦδʼ ἐόντος ἀεὶ ἀξύνετοι ἄνθρωποι γίγνονται
·
因为他说:“对于这个总是存在的道,人们却无法理解。
ἄδηλον γὰρ τὸ ἀεί, πρὸς ποτέρῳ δεῖ διαστίξαι.
”因为搞不清楚“总是”这个词应当通过标点与哪一边相连。
§3.5.7ἔτι τόδε ποιεῖ σολοικίζειν, τὸ μὴ ἀποδιδόναι, ἐὰν μὴ ἐπιζευγνύῃς ὃ ἀμφοῖν ἁρμόττει, οἷον ψόφῳ καὶ χρώματι τὸ μὲν ἰδὼν οὐ κοινόν, τὸ δʼ αἰσθόμενος κοινόν·
此外,如果不使用对两者都合适的词来连接,就会导致语法错误。 例如,对于“声音和颜色”,“看见”并不是共通的动词,而“感知”则是共通的。
ἀσαφῆ δὲ ἂν μὴ προθεὶς εἴπῃς, μέλλων πολλὰ μεταξὺ ἐμβάλλειν, οἷον
ἔμελλον γὰρ διαλεχθεὶς ἐκείνῳ τάδε καὶ τάδε καὶ ὧδε πορεύεσθαι
, ἀλλὰ μὴ
ἔμελλον γὰρ διαλεχθεὶς πορεύεσθαι, εἶτα τάδε καὶ τάδε καὶ ὧδε ἐγένετο
.
而且,如果你打算在中间插入很多话,却不先说出主要动词,就会变得不清晰。 例如:“因为我本来打算,在与他谈论了这事和那事之后,以这种方式出发,”而不是“因为我本来打算,在谈论之后,出发,然后这事和那事发生了。 ”