Humanitext Reader

亚里士多德 · 修辞学 §3.1.1-3.1.10

辩论的三要素与演技及文体的重要性

第 73 段,共 98 段 · 希腊语

内容简介

本章开头提出了辩论的三大要素(说服方式、文体和布局),重点讨论了“表演(交付)”的重要性。尽管它由于听众的缺陷而具有巨大力量,但尚未被系统化为一门艺术,并探讨了文体从早期诗歌风格向更接近日常言语的散文风格的演变历史。

§3.1.1ἐπειδὴ τρία ἐστὶν ἃ δεῖ πραγματευθῆναι περὶ τὸν λόγον, ἓν μὲν ἐκ τίνων αἱ πίστεις ἔσονται, δεύτερον δὲ περὶ τὴν λέξιν, τρίτον δὲ πῶς χρὴ τάξαι τὰ μέρη τοῦ λόγου, περὶ μὲν τῶν πίστεων εἴρηται, καὶ ἐκ πόσων, ὅτι ἐκ τριῶν εἰσί, καὶ ταῦτα ποῖα, καὶ διὰ τί τοσαῦτα μόνα (ἢ γὰρ τῷ αὐτοί τι πεπονθέναι οἱ κρίνοντες, ἢ τῷ ποιούς τινας ὑπολαμβάνειν τοὺς λέγοντας, ἢ τῷ ἀποδεδεῖχθαι, πείθονται πάντες), εἴρηται δὲ καὶ τὰ ἐνθυμήματα, πόθεν δεῖ πορίζεσθαι (ἔστι γὰρ τὰ μὲν εἴδη τῶν ἐνθυμημάτων, τὰ δὲ τόποι)·
既然关于言论有三件事需要探讨:其一,说服方式从何处产生;其二,关于文体;其三,应该如何安排言论的各个部分。 关于说服方式已经讨论过了,包括它们由多少种产生,即由三种产生,这些又是什么,以及为什么只有这么多(因为所有人之所以被说服,要么是因为裁判者自己受到了某种情感影响,要么是因为他们认为说话者具有某种性格,要么是因为事情得到了证明)。 此外,关于修辞推论应该从何处获得也已经讨论过了(因为这些中有些是修辞推论的类型,有些则是论点)。
§3.1.2περὶ δὲ τῆς λέξεως ἐχόμενόν ἐστιν εἰπεῖν· οὐ γὰρ ἀπόχρη τὸ ἔχειν ἃ δεῖ λέγειν, ἀλλʼ ἀνάγκη καὶ ταῦτα ὡς δεῖ εἰπεῖν, καὶ συμβάλλεται πολλὰ πρὸς τὸ φανῆναι ποιόν τινα τὸν λόγον.
接下来需要探讨的是关于文体;因为仅仅拥有应当说的话是不够的,还必须以应当的方式来说这些话,而且这对于使言论显得具有某种性质起到了极大的作用。
§3.1.3τὸ μὲν οὖν πρῶτον ἐζητήθη κατὰ φύσιν ὅπερ πέφυκε πρῶτον, αὐτὰ τὰ πράγματα ἐκ τίνων ἔχει τὸ πιθανόν, δεύτερον δὲ τὸ ταῦτα τῇ λέξει διαθέσθαι, τρίτον δὲ τούτων ὃ δύναμιν μὲν ἔχει μεγίστην, οὔπω δʼ ἐπικεχείρηται, τὰ περὶ τὴν ὑπόκρισιν.
因此,首先探讨了在自然上处于首位的东西,即事实本身从何处获得说服力;其次是如何通过文体来安排这些事实;第三则是这些事物中具有最大威力、但尚未被系统探讨的,即关于表演的内容。
καὶ γὰρ εἰς τὴν τραγικὴν καὶ ῥαψῳδίαν ὀψὲ παρῆλθεν· ὑπεκρίνοντο γὰρ αὐτοὶ τὰς τραγῳδίας οἱ ποιηταὶ τὸ πρῶτον.
因为实际上,它很晚才进入悲剧和朗诵艺术;因为起初,诗人自己扮演自己的悲剧。
δῆλον οὖν ὅτι καὶ περὶ τὴν ῥητορικήν ἐστι τὸ τοιοῦτον ὥσπερ καὶ περὶ τὴν ποιητικήν, ὅπερ ἕτεροί τέ τινες ἐπραγματεύθησαν καὶ Γλαύκων ὁ Τήιος.
显然,关于修辞学,也同样存在着这样的事情,正如关于诗学一样,其他一些人已经对此进行了探讨,其中包括忒伊奥斯的格劳孔。
§3.1.4ἔστιν δὲ αὕτη μὲν ἐν τῇ φωνῇ, πῶς αὐτῇ δεῖ χρῆσθαι πρὸς ἕκαστον πάθος, οἷον πότε μεγάλῃ καὶ πότε μικρᾷ καὶ μέσῃ, καὶ πῶς τοῖς τόνοις, οἷον ὀξείᾳ καὶ βαρείᾳ καὶ μέσῃ, καὶ ῥυθμοῖς τίσι πρὸς ἕκαστα.
而表演本身在于声音中,即如何针对每种情感来使用声音,例如何时用大声、何时用小声、何时用中等声音,以及如何使用声调,如高音、低音和中音,以及针对每种情况使用何种节奏。
τρία γάρ ἐστιν περὶ ἃ σκοποῦσιν· ταῦτα δʼ ἐστὶ μέγεθος ἁρμονία ῥυθμός.
因为他们所考察的有三件事,即:音量、音调和节奏。
τὰ μὲν οὖν ἆθλα σχεδὸν ἐκ τῶν ἀγώνων οὗτοι λαμβάνουσιν, καὶ καθάπερ ἐκεῖ μεῖζον δύνανται νῦν τῶν ποιητῶν οἱ ὑποκριταί, καὶ κατὰ τοὺς πολιτικοὺς ἀγῶνας, διὰ τὴν μοχθηρίαν τῶν πολιτῶν.
因此,在比赛中,几乎都是这些表演者获得了奖赏,正如在戏剧比赛中表演者现在的力量大过诗人一样,在政治辩论中也是如此,这是由于公民的恶劣品质所致。
§3.1.5οὔπω δὲ σύγκειται τέχνη περὶ αὐτῶν, ἐπεὶ καὶ τὸ περὶ τὴν λέξιν ὀψὲ προῆλθεν· καὶ δοκεῖ φορτικὸν εἶναι, καλῶς ὑπολαμβανόμενον.
但关于它们的艺术尚未建立起来,因为即使是关于文体的艺术也很晚才出现;而且表演如果被正确理解,会被认为是庸俗的事。
ἀλλʼ ὅλης οὔσης πρὸς δόξαν τῆς πραγματείας τῆς περὶ τὴν ῥητορικήν, οὐχ ὡς ὀρθῶς ἔχοντος ἀλλʼ ὡς ἀναγκαίου τὴν ἐπιμέλειαν ποιητέον, ἐπεὶ τό γε δίκαιόν ἐστι μηδὲν πλέον ζητεῖν περὶ τὸν λόγον ἢ ὥστε μήτε λυπεῖν μήτʼ εὐφραίνειν·
但由于关于修辞学的全部探讨都是为了迎合意见,所以我们必须对其加以关注,这并不是因为它正确,而是因为它是必需的。 因为至少公正要求我们在言论中除了既不使人痛苦也不使人快乐之外,不寻求更多的东西。
δίκαιον γὰρ αὐτοῖς ἀγωνίζεσθαι τοῖς πράγμασιν, ὥστε τἆλλα ἔξω τοῦ ἀποδεῖξαι περίεργα ἐστίν· ἀλλʼ ὅμως μέγα δύναται, καθάπερ εἴρηται, διὰ τὴν τοῦ ἀκροατοῦ μοχθηρίαν.
因为用事实本身进行竞争才是公正的,因此证明之外的其他一切都是多余的;但正如已经说过的,由于听众的恶劣品质,表演依然具有巨大力量。
§3.1.6τὸ μὲν οὖν τῆς λέξεως ὅμως ἔχει τι μικρὸν ἀναγκαῖον ἐν πάσῃ διδασκαλίᾳ· διαφέρει γάρ τι πρὸς τὸ δηλῶσαι ὡδὶ ἢ ὡδὶ εἰπεῖν, οὐ μέντοι τοσοῦτον, ἀλλʼ ἅπαντα φαντασία ταῦτʼ ἐστί, καὶ πρὸς τὸν ἀκροατήν· διὸ οὐδεὶς οὕτω γεωμετρεῖν διδάσκει.
然而,文体的问题在任何教学中都多少有些必要;因为为了说明问题,这样说还是那样说确实有些差别,但差别并没有那么大,相反,这一切都不过是虚饰,且是针对听众的;因此没有人用这种方式来教授几何学。
§3.1.7ἐκείνη μὲν οὖν ὅταν ἔλθῃ ταὐτὸ ποιήσει τῇ ὑποκριτικῇ, ἐγκεχειρήκασιν δὲ ἐπʼ ὀλίγον περὶ αὐτῆς εἰπεῖν τινές, οἷον Θρασύμαχος ἐν τοῖς Ἐλέοις·
因此,当那门学问成熟时,它将产生与表演相同的效果。 确实有人曾试图对它稍作探讨,例如色拉叙马霍斯在《哀诉篇》中所做的那样。
καὶ ἔστιν φύσεως τὸ ὑποκριτικὸν εἶναι, καὶ ἀτεχνότερον, περὶ δὲ τὴν λέξιν ἔντεχνον.
而且,具有表演能力是天赋的事情,较少具有技术性,而关于文体则是技术性的。
διὸ καὶ τοῖς τοῦτο δυναμένοις γίνεται πάλιν ἆθλα, καθάπερ καὶ τοῖς κατὰ τὴν ὑπόκρισιν ῥήτορσιν· οἱ γὰρ γραφόμενοι λόγοι μεῖζον ἰσχύουσι διὰ τὴν λέξιν ἢ διὰ τὴν διάνοιαν.
因此,对于那些能够做到这一点的人,也会轮流获得奖赏,就像那些擅长表演的修辞学家一样;因为写成文字的言论,其力量更多是由于文体,而不是由于思想。
§3.1.8ἤρξαντο μὲν οὖν κινῆσαι τὸ πρῶτον, ὥσπερ πέφυκεν, οἱ ποιηταί· τὰ γὰρ ὀνόματα μιμήματα ἐστίν, ὑπῆρξεν δὲ καὶ ἡ φωνὴ πάντων μιμητικώτατον τῶν μορίων ἡμῖν·
因此,最初开始推动这一点的,自然是诗人们;因为词语是模仿,而在我们身体的所有器官中,声音也是最具有模仿力的。
διὸ καὶ αἱ τέχναι συνέστησαν ἥ τε ῥαψῳδία καὶ ἡ ὑποκριτικὴ καὶ ἄλλαι γε.
因此也建立了一些艺术,如朗诵艺术、表演艺术以及其他艺术。
§3.1.9ἐπεὶ δʼ οἱ ποιηταί, λέγοντες εὐήθη, διὰ τὴν λέξιν ἐδόκουν πορίσασθαι τὴν δόξαν, διὰ τοῦτο ποιητικὴ πρώτη ἐγένετο λέξις, οἷον ἡ Γοργίου, καὶ νῦν ἔτι οἱ πολλοὶ τῶν ἀπαιδεύτων τοὺς τοιούτους οἴονται διαλέγεσθαι κάλλιστα.
然而,由于诗人们虽然说着愚蠢的话,却似乎是因为他们的文体而获得了名声,由于这个原因,最早产生的文体是诗歌文体,例如高尔吉亚的文体。 即使在今天,大多数无教养的人仍认为这样的人说话最美。
τοῦτο δʼ οὐκ ἔστιν, ἀλλʼ ἑτέρα λόγου καὶ ποιήσεως λέξις ἐστίν.
但这并非事实,散文的文体和诗歌的文体是不同的。
δηλοῖ δὲ τὸ συμβαῖνον· οὐδὲ γὰρ οἱ τὰς τραγῳδίας ποιοῦντες ἔτι χρῶνται τὸν αὐτὸν πρόπον, ἀλλʼ ὥσπερ καὶ ἐκ τῶν τετραμέτρων εἰς τὸ ἰαμβεῖον μετέβησαν διὰ τὸ τῷ λόγῳ τοῦτο τῶν μέτρων ὁμοιότατον εἶναι τῶν ἄλλων, οὕτω καὶ τῶν ὀνομάτων ἀφείκασιν ὅσα παρὰ τὴν διάλεκτόν ἐστιν, οἷς οἱ πρῶτοι ἐκόσμουν, καὶ ἔτι νῦν οἱ τὰ ἑξάμετρα ποιοῦντες.
实际发生的情况说明了这一点;因为甚至那些写悲剧的人也不再使用同样的方式,而是正如他们从四步格转变到双短长格(因为双短长格在所有韵律中与日常言语最相似),同样,他们也抛弃了所有脱离日常谈话的词汇,那些早期诗人用来装饰、且至今仍被写六步格诗的人所使用的词汇。
διὸ γελοῖον μιμεῖσθαι τούτους οἳ αὐτοὶ οὐκέτι χρῶνται ἐκείνῳ τῷ τρόπῳ,
因此,去模仿那些自己都不再使用那种方式的人是荒谬的。
§3.1.10ὥστε φανερὸν ὅτι οὐχ ἅπαντα ὅσα περὶ λέξεως ἔστιν εἰπεῖν ἀκριβολογητέον ἡμῖν, ἀλλʼ ὅσα περὶ τοιαύτης οἵας λέγομεν.
因此,显然我们不应对所有关于文体能说的话进行精细的探讨,而只需探讨关于我们所说的那种文体。
περὶ δʼ ἐκείνης εἴρηται ἐν τοῖς περὶ ποιητικῆς.
至于另一种,已在《诗学》中讨论过了。

词汇与语法注释

  1. 3.1.1ἢ γὰρ τῷ αὐτοί τι πεπονθέναι οἱ κρίνοντες, ἢ τῷ ποιούς τινας ὑπολαμβάνειν τοὺς λέγοντας, ἢ τῷ ἀποδεδεῖχθαι, πείθονται πάντες — 此处不带介词的定冠词加不定式与格(τῷ + 不定式)并列,表示原因或手段。它们分别对应三种说服方式:情感(pathos)、说话者的性格(ethos)以及逻辑证明(logos)。
  2. 3.1.3τρίτον δὲ τούτων ὃ δύναμιν μὲν ἔχει μεγίστην, οὔπω δʼ ἐπικεχείρηται, τὰ περὶ τὴν ὑπόκρισιν — 关系代词从句 ὃ δύναμιν μὲν ἔχει... 的先行词隐含在复数属格 τούτων(在这些中)之中。尽管关系代词 ὅ 是中性单数,但它与句末的中性复数名词短语 τὰ περὶ τὴν ὑπόκρισιν 构成同格关系,在句法上作为动词 ἐζητήθη 的第三个主语。
  3. 3.1.5καλῶς ὑπολαμβανόμενον — 中性单数主格现在被动分词,在此处作副词性使用,带有条件或让步的含义(“若被正确理解”),修饰主句“被认为是庸俗的事”。
  4. 3.1.7ἐκείνη μὲν οὖν ὅταν ἔλθῃ ταὐτὸ ποιήσει τῇ ὑποκριτικῇ — 指示代词 ἐκείνη(阴性单数)指代前文提到的 λέξις(文体)或关于文体的艺术。此外,ταὐτό(相同的事)要求与格 τῇ ὑποκριτικῇ,表示同等比较(“将产生与表演相同的效果”)。

引用这一段

亚里士多德, 修辞学 §3.1.1-3.1.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:3.1.1-3.1.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。