Humanitext Reader

亚里士多德 · 修辞学 §3.17.11-3.17.17

赞美的穿插与反驳顺序及性格表现法

第 96 段,共 98 段 · 希腊语

内容简介

本节探讨了在展示性演说中穿插赞美的技巧、修辞三段论的优劣与转换方法、反驳对手论点的先后顺序,以及借助他人之口表现性格(诉诸信誉)的修辞手段。

§3.17.11ἐν δὲ τοῖς ἐπιδεικτικοῖς δεῖ τὸν λόγον ἐπεισοδιοῦν ἐπαίνοις, οἷον Ἰσοκράτης ποιεῖ·
在展示性演说中,应当用称赞来作为插叙,正如伊索克拉特斯所做的那样;因为他总是引入某个人。
ἀεὶ γάρ τινα εἰσάγει. καὶ ὃ ἔλεγεν Γοργίας, ὅτι οὐχ ὑπολείπει αὐτὸν ὁ λόγος, ταὐτό ἐστιν· εἰ γὰρ Ἀχιλλέα λέγει Πηλέα ἐπαινεῖ, εἶτα Αἰακόν, εἶτα τὸν θεόν, ὁμοίως δὲ καὶ ἀνδρείαν, ἣ τὰ καὶ τὰ ποιεῖ ἢ τοιόνδε ἐστίν.
并且,戈尔吉阿斯过去常说的那句话——“他的辞令绝不会枯竭”——也是这个意思;因为如果他谈到阿基琉斯,他就会称赞佩琉斯,然后是埃阿科斯,然后是神,同样也会称赞那展现出如此这般行为或者具有如此这般性质的勇敢。
§3.17.12ἔχοντα μὲν οὖν ἀποδείξεις καὶ ἠθικῶς λεκτέον καὶ ἀποδεικτικῶς, ἐὰν δὲ μὴ ἔχῃς ἐνθυμήματα, ἠθικῶς· καὶ μᾶλλον τῷ ἐπιεικεῖ ἁρμόττει χρηστὸν φαίνεσθαι ἢ τὸν λόγον ἀκριβῆ.
因此,在占有证明时,既要诉诸性格,也要进行证明;但如果没有修辞三段论,就应当诉诸性格;事实上,对于一个高尚的人来说,显得正直比论证的严密更为合适。
§3.17.13τῶν δὲ ἐνθυμημάτων τὰ ἐλεγκτικὰ μᾶλλον εὐδοκιμεῖ τῶν δεικτικῶν, ὅτι ὅσα ἔλεγχον ποιεῖ, μᾶλλον δῆλον ὅτι συλλελόγισται· παρʼ ἄλληλα γὰρ μᾶλλον τἀναντία γνωρίζεται.
在修辞三段论中,反驳性的比证明性的更受欢迎,因为凡是进行反驳的,其推论过程都显得更加清晰;因为对立的事物并列在一起时更易于被认识。
§3.17.14τὰ δὲ πρὸς τὸν ἀντίδικον οὐχ ἕτερόν τι εἶδος, ἀλλὰ τῶν πίστεών ἐστι τὸ τὰ μὲν λῦσαι ἐνστάσει τὰ δὲ συλλογισμῷ.
至于反驳对手的论点,这并不是另一种独立的类型,而是属于证明的一部分,即通过异议来反驳一部分,通过推论来反驳另一部分。
δεῖ δὲ καὶ ἐν συμβουλῇ καὶ ἐν δίκῃ ἀρχόμενον μὲν λέγειν τὰς ἑαυτοῦ πίστεις πρότερον, ὕστερον δὲ πρὸς τἀναντία ἀπαντᾶν λύοντα καὶ προδιασύροντα.
无论在咨询还是在审判中,开始时都必须先陈述自己的证明,然后再通过论破和预先驳斥来应对相反的论点。
ἂν δὲ πολύχους ᾖ ἡ ἐναντίωσις, πρότερον τὰ ἐναντία, οἷον ἐποίησε Καλλίστρατος ἐν τῇ Μεσσηνιακῇ ἐκκλησίᾳ· ἃ γὰρ ἐροῦσι προανελὼν οὕτως τότε αὐτὸς εἶπεν.
但如果对方的反驳十分繁复,则应当先反驳相反的论点,就像卡利斯特拉托斯在美塞尼亚公民大会上所做的那样;因为他预先扫清了对方将要说的话,然后自己才这样发言。
§3.17.15ὕστερον δὲ λέγοντα πρῶτον πρὸς τὸν ἐναντίον λόγον λεκτέον, λύοντα καὶ ἀντισυλλογιζόμενον, καὶ μάλιστα ἂν εὐδοκιμηκότα ᾖ· ὥσπερ γὰρ ἄνθρωπον προδιαβεβλημένον οὐ δέχεται ἡ ψυχή, τὸν αὐτὸν τρόπον οὐδὲ λόγον, ἐὰν ὁ ἐναντίος εὖ δοκῇ εἰρηκέναι.
若是后发言,就必须首先针对相反的论点进行反驳和反推,特别是如果对方的发言已经获得了极高的赞誉;因为正如人的心灵无法接受一个预先被诽谤的人一样,同样,如果对手似乎说得很得体,心灵也无法接受你的言论。
δεῖ οὖν χώραν ποιεῖν ἐν τῷ ἀκροατῇ τῷ μέλλοντι λόγῳ· ἔσται δὲ ἂν ἀνέλῃς·
因此,必须在听众心中为即将进行的发言腾出空间;如果你清除掉对方的论点,就会做到这一点。
διὸ ἢ πρὸς πάντα ἢ τὰ μέγιστα ἢ τὰ εὐδοκιμοῦντα ἢ τὰ εὐέλεγκτα μαχεσάμενον οὕτω τὰ αὑτοῦ πιστὰ ποιητέον.
因此,在针对所有论点,或最重要的、或广受赞赏的、或易于反驳的论点进行交锋之后,再以此使自己的论点令人信服。
" ταῖς θεαῖσι πρῶτα σύμμαχος γενήσομαι· ἐγὼ γὰρ Ἥραν· " ἐν τούτοις ἥψατο πρῶτον τοῦ εὐηθεστάτου.
“我将首先成为诸女神的盟友;因为我,赫拉……” 在这些诗句中,她首先触及了最愚蠢的论点。
§3.17.16περὶ μὲν οὖν πίστεων ταῦτα.
关于证明,就谈这些。
εἰς δὲ τὸ ἦθος, ἐπειδὴ ἔνια περὶ αὑτοῦ λέγειν ἢ ἐπίφθονον ἢ μακρολογίαν ἢ ἀντιλογίαν ἔχει, καὶ περὶ ἄλλου ἢ λοιδορίαν ἢ ἀγροικίαν, ἕτερον χρὴ λέγοντα ποιεῖν, ὅπερ Ἰσοκράτης ποιεῖ ἐν τῷ Φιλίππῳ καὶ ἐν τῇ Ἀντιδόσει, καὶ ὡς Ἀρχίλοχος ψέγει· ποιεῖ γὰρ τὸν πατέρα λέγοντα περὶ τῆς θυγατρὸς ἐν τῷ ἰάμβῳ " χρημάτων δʼ ἄελπτον οὐθέν ἐστιν οὐδʼ ἀπώμοτον, " καὶ τὸν Χάρωνα τὸν τέκτονα ἐν τῷ ἰάμβῳ οὗ ἀρχὴ " οὔ μοι τὰ Γύγεω, " καὶ ὡς Σοφοκλῆς τὸν Αἵμονα ὑπὲρ τῆς Ἀντιγόνης πρὸς τὸν πατέρα ὡς λεγόντων ἑτέρων.
至于性格,由于谈论自己某些事情容易招致嫉妒,或显得冗长、或引来争议,而谈论他人则容易带有辱骂或显得粗野,因此应当借他人之口来陈述,正如伊索克拉特斯在《致菲利普》和《财产交换诉讼》中所做的,以及阿耳基洛科斯表示谴责时所做的那样;因为他在双音步诗中让父亲在谈论女儿时说道: “没有什么财富是不可预料的,也没有什么誓言是可以否认的,” 并在以这句开头的双音步诗中让木匠卡伦说道: “我不在乎巨吉斯的财富,” 又如索福克勒斯让海蒙代表安提戈涅对父亲说话,仿佛这些话是其他人说的一样。
§3.17.17δεῖ δὲ καὶ μεταβάλλειν τὰ ἐνθυμήματα καὶ γνώμας ποιεῖν ἐνίοτε, οἷον χρὴ δὲ τὰς διαλλαγὰς ποιεῖν τοὺς νοῦν ἔχοντας εὐτυχοῦντας· οὕτω γὰρ ἂν μέγιστα πλεονεκτοῖεν, ἐνθυμηματικῶς δὲ εἰ γὰρ δεῖ, ὅταν ὠφελιμώταται ὦσιν καὶ πλεονεκτικώταται αἱ καταλλαγαί, τότε καταλλάττεσθαι, εὐτυχοῦντας δεῖ καταλλάττεσθαι.
还应当变换修辞三段论的形式,有时将它们转化为格言,例如: “明智的人应当在顺境时实现和解;因为这样他们才能获得最大的利益,” 而以修辞三段论的形式则是: “因为如果确实应当在和解最为有益和最有利可图的时候进行和解,那么就应当在顺境时进行和解。 ”

词汇与语法注释

  1. 3.17.11ἐπεισοδιοῦν — 用作动词 δεῖ 补足语的不定式。其主语是对格的 τὸν λόγον,而 ἐπαίνοις(用赞美)则是表示手段的与格。
  2. 3.17.14τὸ τὰ μὲν λῦσαι ἐνστάσει τὰ δὲ συλλογισμῷ — 带有冠词的不定式短语,构成了主语 τὰ δὲ πρὸς τὸν ἀντίδικον 的谓语部分。意在说明反驳对手即是用异议消解一部分,用推论消解另一部分。
  3. 3.17.16ἕτερον χρὴ λέγοντα ποιεῖν — 由 χρή 引导的“对格+不定式”结构。其中 ἕτερον(另一个人)是 ποιεῖν 的直接宾语,分词 λέγοντα 作为其谓语性补足语,表示“应当使另一个人成为发言者”。

引用这一段

亚里士多德, 修辞学 §3.17.11-3.17.17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:3.17.11-3.17.17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。