§3.17.1τὰς δὲ πίστεις δεῖ ἀποδεικτικὰς εἶναι·
论证应当是证明性的。
ἀποδεικνύναι δὲ χρή, ἐπεί περ τεττάρων ἡ ἀμφισβήτησις, περὶ τοῦ ἀμφισβητουμένου φέροντα τὴν ἀπόδειξιν, οἷον, εἰ ὅτι οὐ γέγονεν ἀμφισβητεῖται, ἐν τῇ κρίσει δεῖ τούτου μάλιστα τὴν ἀπόδειξιν φέρειν, εἰ δʼ ὅτι οὐκ ἔβλαψεν, τούτου, καὶ ὅτι οὐ τοσόνδε ἢ ὅτι δικαίως, ὡσαύτως καὶ εἰ περὶ τοῦ γενέσθαι τοῦτο ἡ ἀμφισβήτησις.
既然争执点有四个,就必须针对争执的事项提出证明来进行证明,例如,如果争执的是某事没有发生,在审判中就必须特别提出关于这一点的证明;如果争执的是没有造成损害,就证明这一点;或者是没有那么严重,或者是做得公正,同样,如果争执的是某事是否已经发生也是如此。
§3.17.2μὴ λανθανέτω δʼ ὅτι ἀναγκαῖον ἐν ταύτῃ τῇ ἀμφισβητήσει μόνῃ τὸν ἕτερον εἶναι πονηρόν· οὐ γάρ ἐστιν ἄγνοια αἰτία, ὥσπερ ἂν εἴ τινες περὶ τοῦ δικαίου ἀμφισβητοῖεν, ὥστʼ ἐν τούτῳ χρονιστέον, ἐν δὲ τοῖς ἄλλοις οὔ.
但不要忽视的是,唯独在这一种争执中,双方之一必然是恶人;因为这不像某些人争论何为公正时那样由于无知所致;因此,在这一问题上应当多花时间,而在其他问题上则不然。
§3.17.3ἐν δὲ τοῖς ἐπιδεικτικοῖς τὸ πολὺ ὅτι καλὰ καὶ ὠφέλιμα ἡ αὔξησις ἔστω· τὰ γὰρ πράγματα δεῖ πιστεύεσθαι· ὀλιγάκις γὰρ καὶ τούτων ἀποδείξεις φέρουσιν, ἐὰν ἄπιστα ᾖ ἢ ἐὰν ἄλλος αἰτίαν ἔχῃ.
而在展示性演说中,在大多数情况下,应当以行为的高尚和有益作为放大的对象;因为事实本身应当是令人信服的;因为只有在令人难以置信或者其他人承担责任的情况下,他们才很少为这些事实提出证明。
§3.17.4ἐν δὲ τοῖς δημηγορικοῖς ἢ ὡς οὐκ ἔσται ἀμφισβητήσειεν ἄν τις, ἢ ὡς ἔσται μὲν ποιοῦσιν ἃ κελεύει, ἀλλʼ οὐ δίκαια ἢ οὐκ ὠφέλιμα ἢ οὐ τηλικαῦτα.
在公众演说中,人们可能会争论:或者某事不会发生;或者如果按照他的建议去做,某事确实会发生,但不公正,或者无益,或者没有那么重要。
δεῖ δὲ καὶ ὁρᾶν εἴ τι ψεύδεται ἐκτὸς τοῦ πράγματος· τεκμήρια γὰρ ταῦτα φαίνεται καὶ τῶν ἄλλων ὅτι ψεύδεται.
还应当注意对方在主题之外的事情上是否有说谎;因为这些谎言会成为他在其他事情上也同样说谎的证据。
§3.17.5ἔστιν δὲ τὰ μὲν παραδείγματα δημηγορικώτερα, τὰ δʼ ἐνθυμήματα δικανικώτερα· ἡ μὲν γὰρ περὶ τὸ μέλλον, ὥστʼ ἐκ τῶν γενομένων ἀνάγκη παραδείγματα λέγειν, ἡ δὲ περὶ ὄντων ἢ μὴ ὄντων, οὗ μᾶλλον ἀπόδειξίς ἐστι καὶ ἀνάγκη· ἔχει γὰρ τὸ γεγονὸς ἀνάγκην.
例证更适用于公众演说,而修辞三段论则更适用于法庭演说;因为前者是关于未来的,所以必然要从已发生的事中援引例证,而后者则是关于存在或不存在的事实,对此更需要证明和必然性;因为已发生的事具有必然性。
§3.17.6οὐ δεῖ δὲ ἐφεξῆς λέγειν τὰ ἐνθυμήματα, ἀλλʼ ἀναμιγνύναι· εἰ δὲ μή, καταβλάπτει ἄλληλα.
并且不要连续不断地陈述修辞三段论,而应当将它们穿插开来;否则,它们会互相损害。
ἔστιν γὰρ καὶ τοῦ ποσοῦ ὅρος.
因为数量也是有限度的。
"
ὦ φίλʼ, ἐπεὶ τόσα εἶπες ὅσʼ ἂν πεπνυμένος ἀνήρ,
"
ἀλλʼ οὐ τοιαῦτα.
“朋友,既然你说了明智的人会说得那么多的活,” 但不是那样的话。
§3.17.7καὶ μὴ περὶ πάντων ἐνθυμήματα ζητεῖ· εἰ δὲ μή, ποιήσεις ὅπερ ἔνιοι ποιοῦσι τῶν φιλοσοφούντων, οἳ συλλογίζονται τὰ γνωριμώτερα καὶ πιστότερα ἢ ἐξ ὧν λέγουσιν.
也不要在所有事情上都寻求修辞三段论;否则,你就会像某些研究哲学的人那样,他们用推论来证明那些比用作论据的起点更广为人知、更令人信服的事情。
§3.17.8καὶ ὅταν πάθος ποιῇς, μὴ λέγε ἐνθύμημα (ἢ γὰρ ἐκκρούσει τὸ πάθος ἢ μάτην εἰρημένον ἔσται τὸ ἐνθύμημα· ἐκκρούουσι γὰρ αἱ κινήσεις ἀλλήλας αἱ ἅμα, καὶ ἢ ἀφανίζουσιν ἢ ἀσθενεῖς ποιοῦοιν), οὐδʼ ὅταν ἠθικὸν τὸν λόγον, οὐ δεῖ ἐνθύμημά τι ζητεῖν ἅμα· οὐ γὰρ ἔχει οὔτε ἦθος οὔτε προαίρεσιν ἡ ἀπόδειξις.
此外,当你激发情感时,不要陈述修辞三段论(因为这要么会打消情感,要么会使修辞三段论变得徒劳;因为同时发生的心灵活动会相互排斥,要么使对方消失,要么使其减弱),当你想使演说具有性格特征时,也不应当同时寻求任何修辞三段论;因为证明既不包含性格,也不包含抉择。
§3.17.9γνώμαις δὲ χρηστέον καὶ ἐν διηγήσει καὶ ἐν πίστει· ἠθικὸν γὰρ
καὶ ἐγὼ δέδωκα, καὶ ταῦτʼ εἰδὼς ὡς οὐ δεῖ πιστεύειν
· ἐὰν δὲ παθητικῶς,
καὶ οὐ μεταμέλει μοι καίπερ ἠδικημένῳ· τούτῳ μὲν γὰρ περίεστιν τὸ κέρδος, ἐμοὶ δὲ τὸ δίκαιον.
但在叙述和证明中都应当使用格言;因为它是表现性格的: “我也给予了,而且是在明知不应当信任的情况下;” 如果是为了表达情感: “尽管受了委屈,我也不后悔;因为留给他是利益,留给我的则是公正。
§3.17.10τὸ δὲ δημηγορεῖν χαλεπώτερον τοῦ δικάζεσθαι, εἰκότως, διότι περὶ τὸ μέλλον, ἐκεῖ δὲ περὶ τὸ γεγονός, ὃ ἐπιστητὸν ἤδη καὶ τοῖς μάντεσιν, ὡς ἔφη Ἐπιμενίδης ὁ Κρής (ἐκεῖνος γὰρ περὶ τῶν ἐσομένων οὐκ ἐμαντεύετο, ἀλλὰ περὶ τῶν γεγονότων μὲν ἀδήλων δέ), καὶ ὁ νόμος ὑπόθεσις ἐν τοῖς δικανικοῖς· ἔχοντα δὲ ἀρχὴν ῥᾷον εὑρεῖν ἀπόδειξιν.
” 此外,进行公众演说比在法庭上辩护更难,这也是理所当然的,因为前者是关于未来的,而后者是关于已发生的事,正如克里特的埃庇米尼得斯所说,这连预言者也已经能知晓(因为他不预言将来的事,而是预言已经发生但尚未查明的事),并且法律是法庭演说中的前提;拥有了出发点,就更容易找到证明。
καὶ οὐκ ἔχει πολλὰς διατριβάς, οἷον πρὸς ἀντίδικον ἢ περὶ αὑτοῦ, ἢ παθητικὸν ποιεῖν, ἀλλʼ ἥκιστα πάντων, ἐὰν μὴ ἐξιστῇ.
并且公众演说没有那么多迂回(如针对对手、关于自身,或者激发情感),除非是脱离主题,否则在所有演说中它是最少采用这些做法的。
δεῖ οὖν ἀποροῦντα τοῦτο ποιεῖν ὅπερ οἱ Ἀθήνησι ῥήτορες ποιοῦσι καὶ Ἰσοκράτης· καὶ γὰρ συμβουλεύων κατηγορεῖ, οἷον Λακεδαιμονίων μὲν ἐν τῷ πανηγυρικῷ, Χάρητος δʼ ἐν τῷ συμμαχικῷ.
因此,在缺乏论据时,应当效仿雅典的演说家们以及伊索克拉特斯的做法;因为即使在提出建议时他也在指责,例如在《节日集会》中指责拉刻代蒙人,在《同盟书》中指责卡雷斯。