§3.16.8ἠθικὴν δὲ χρὴ τὴν διήγησιν εἶναι· ἔσται δὲ τοῦτο, ἂν εἰδῶμεν τί ἦθος ποιεῖ.
另一方面,叙述应当是表现性格的;如果我们知道是什么产生性格,就能做到这一点。
ἓν μὲν δὴ τὸ προαίρεσιν δηλοῦν, ποιὸν δὲ τὸ ἦθος τῷ ποιὰν ταύτην, ἡ δὲ προαίρεσις ποιὰ τῷ τέλει·
其中一个方法就是显示抉择。 性格具有某种品质,是因为这[抉择]具有某种品质,而抉择具有某种品质,则是因为目的。
διὰ τοῦτο δʼ οὐκ ἔχουσιν οἱ μαθηματικοὶ λόγοι ἤθη, ὅτι οὐδὲ προαίρεσιν (τὸ γὰρ οὗ ἕνεκα οὐκ ἔχουσιν), ἀλλʼ οἱ Σωκρατικοί· περὶ τοιούτων γὰρ λέγουσιν.
因此,数学论证不具有性格,因为它们也不具有抉择(因为它们不包含“为了什么”[目的]),而苏格拉底式的对话则具有;因为它们谈论的就是这类事情。
§3.16.9ἄλλα δʼ ἠθικὰ τὰ ἑπόμενα ἑκάστῳ ἤθει, οἷον ὅτι ἅμα λέγων ἐβάδιζεν· δηλοῖ γὰρ θρασύτητα καὶ ἀγροικίαν ἤθους.
其他能表现性格的事物是那些伴随特定性格出现的事物,例如“他一边说话一边走着”;因为这显示出性格的粗鲁与放肆。
καὶ μὴ ὡς ἀπὸ διανοίας λέγειν, ὥσπερ οἱ νῦν, ἀλλʼ ὡς ἀπὸ προαιρέσεως· ἐγὼ δὲ ἐβουλόμην· καὶ προειλόμην γὰρ τοῦτο· ἀλλʼ εἰ μὴ ὠνήμην, βέλτιον
·
而且不应当像现在的人们那样,表现得仿佛是从智虑出发来发言,而是应当表现得仿佛是从抉择出发:“但我曾希望如此;因为我预先抉择了这一点;即便我没有得到好处,这样也更好。
τὸ μὲν γὰρ φρονίμου τὸ δὲ ἀγαθοῦ· φρονίμου μὲν γὰρ ἐν τῷ τὸ ὠφέλιμον διώκειν, ἀγαθοῦ δʼ ἐν τῷ τὸ καλόν.
”因为前一种是精明者的特征,后一种则是善良者(好人)的特征;因为精明者在于追求有益的事物,而善良者则在于追求高尚的事物。
ἂν δʼ ἄπιστον ᾖ, τότε τὴν αἰτίαν ἐπιλέγειν, ὥσπερ Σοφοκλῆς ποιεῖ· παράδειγμα τὸ ἐκ τῆς Ἀντιγόνης, ὅτι μᾶλλον τοῦ ἀδελφοῦ ἐκήδετο ἢ ἀνδρὸς ἢ τέκνων· τὰ μὲν γὰρ ἂν γενέσθαι ἀπολομένων,
"
μητρὸς δʼ ἐν Ἅιδου καὶ πατρὸς βεβηκότων
οὐκ ἔστʼ ἀδελφὸς ὅς τις ἂν βλάστοι ποτέ.
如果这令人难以置信,那么就应当像索福克勒斯那样加上理由;例子是《安提戈涅》中的情节,她关怀哥哥胜过丈夫或孩子;因为后者失去后还可以再生, “但随着母亲和父亲已归于冥府,就再也没有任何兄弟能够出生了。
"
ἐὰν δὲ μὴ ἔχῃς αἰτίαν, ἀλλʼ ὅτι οὐκ ἀγνοεῖς ἄπιστα λέγων, ἀλλὰ φύσει τοιοῦτος εἶ· ἀπιστοῦσι γὰρ ἄλλο τι πράττειν ἑκόντα πλὴν τὸ συμφέρον.
” 如果你没有理由,就应该说:“你并非不知道自己说的是令人难以置信的事,但你天生就是这样的人”;因为人们不相信有人会心甘情愿地做有利于自己之外的事。
§3.16.10ἔτι ἐκ τῶν παθητικῶν λέγε διηγούμενος καὶ τὰ ἑπόμενα ἃ ἴσασι, καὶ τὰ ἴδια ἢ σεαυτῷ ἢ ἐκείνῳ προσόντα· ὁ δʼ ᾤχετό με ὑποβλέψας
.
此外,叙述时还要从情感方面来表达,既要讲述他们所知道的伴随情况,也要讲述属于你自己或对手的特有特征:“而他斜眼瞟了我一下就走了。
καὶ ὡς περὶ Κρατύλου Αἰσχίνης, ὅτι διασίζων, τοῖν χειροῖν διασείων· πιθανὰ γάρ, διότι σύμβολα γίγνεται ταῦτα ἃ ἴσασιν ἐκείνων ὧν οὐκ ἴσασιν.
” 又如埃斯基内斯谈到克拉提洛斯时说:“他发出嘘嘘声,双手摇晃着”;因为这些都是有说服力的,因为他们所知道的这些事,成为了他们所不知道之迹象。
πλεῖστα δὲ τοιαῦτα λαβεῖν ἐξ Ὁμήρου ἔστιν· "
ὧς ἄρʼ ἔφη, γρῆυς δὲ κατέσχετο χερσὶ πρόσωπα· "
οἱ γὰρ δακρύειν ἀρχόμενοι ἐπιλαμβάνονται τῶν ὀφθαλμῶν.
在荷马那里可以找到很多这样的例子: “他这样说了,老妇人便用双手捂住脸;” 因为开始哭泣的人会捂住眼睛。
καὶ εὐθὺς εἴσαγε καὶ σεαυτὸν ποιόν τινα, ἵνα ὡς τοιοῦτον θεωρῶσιν, καὶ τὸν ἀντίδικον· λανθάνων δὲ ποίει.
你还要在开始时就把自己引入为某种具有特定品质的人,以便他们以此看待你,对待对手也是如此;但要在暗中进行。
ὅτι δὲ ῥᾴδιον, ὅρα ἐκ τῶν ἀπαγγελλόντων· περὶ ὧν γὰρ μηθὲν ἴσμεν, ὅμως λαμβάνομεν ὑπόληψιν τινά.
至于这很容易做到,可以从那些传达消息的人身上看出;因为对于我们一无所知的事,我们仍然会产生某种设想。
πολλαχοῦ δὲ δεῖ διηγεῖσθαι, καὶ ἐνίοτε οὐκ ἐν ἀρχῇ.
而且必须在多处进行叙述,有时不应该在开头。
§3.16.11ἐν δὲ δημηγορίᾳ ἥκιστα διήγησις ἔστιν, ὅτι περὶ τῶν μελλόντων οὐθεὶς διηγεῖται· ἀλλʼ ἐάν περ διήγησις ᾖ, τῶν γενομένων ἔστω, ἵνα ἀναμνησθέντες ἐκείνων βέλτιον βουλεύσωνται περὶ τῶν ὕστερον, ἢ διαβάλλοντος ἢ ἐπαινοῦντος· ἀλλὰ †τότε οὐ† τὸ τοῦ συμβούλου ποιεῖ ἔργον.
但在公众演说中叙述最少,因为没有人叙述未来的事;但如果确实有叙述,那也必须是关于过去的事,以便人们在想起这些事后,能对后来的事做更好的审议,无论是在中伤时还是在赞美时;但那样他就没有履行顾问的职责。
ἂν δʼ ᾖ ἄπιστον, ὑπισχνεῖσθαι δεῖ καὶ αἰτίαν λέγειν εὐθὺς καὶ διατάττειν ὡς βούλονται, οἷον ἡ Ἰοκάστη ἡ Καρκίνου ἐν τῷ Οἰδίποδι ἀεὶ ὑπισχνεῖται πυνθανομένου τοῦ ζητοῦντος τὸν υἱόν, καὶ ὁ Αἵμων ὁ Σοφοκλέους.
如果令人难以置信,就必须立即予以承诺并陈述理由,并按照他们所希望的方式进行安排,就像卡尔基诺斯的《俄狄浦斯》中的约卡斯塔,在寻找儿子的人询问时总是予以承诺,索福克勒斯笔下的海蒙也是如此。