§3.12.1δεῖ δὲ μὴ λεληθέναι ὅτι ἄλλη ἑκάστῳ γένει ἁρμόττει λέξις.
但我们不能忽视的是,每种政体(文体门类)都有适合自己的不同文体。
οὐ γὰρ ἡ αὐτὴ γραφικὴ καὶ ἀγωνιστική, οὐδὲ δημηγορικὴ καὶ δικανική.
因为书面文体与论辩文体并不相同,议事文体与法庭文体也不同。
ἄμφω δὲ ἀνάγκη εἰδέναι· τὸ μὲν γάρ ἐστιν ἑλληνίζειν ἐπίστασθαι, τὸ δὲ μὴ ἀναγκάζεσθαι κατασιωπᾶν ἄν τι βούληται μεταδοῦναι τοῖς ἄλλοις, ὅπερ πάσχουσιν οἱ μὴ ἐπιστάμενοι γράφειν.
而两者都需要掌握;因为前者是懂得如何说纯正的希腊语,后者则是当人想要向他人传达某种想法时,不至于被迫保持沉默,而这正是那些不懂得写作的人所遭受的。
§3.12.2ἔστι δὲ λέξις γραφικὴ μὲν ἡ ἀκριβεστάτη, ἀγωνιστικὴ δὲ ἡ ὑποκριτικωτάτη (τ̔αύτης δὲ δύο εἴδη· ἡ μὲν γὰρ ἠθικὴ ἡ δὲ παθητική)· διὸ καὶ οἱ ὑποκριταὶ τὰ τοιαῦτα τῶν δραμάτων διώκουσι, καὶ οἱ ποιηταὶ τοὺς τοιούτους.
书面文体是最精确的,而论辩文体则是最适于表演的(表演文体有两种:一种是表现性格的,另一种是诉诸情感的);因此演员们也追求这类戏剧,而诗人们也追求这样的演员。
βαστάζονται δὲ οἱ ἀναγνωστικοί, οἷον Χαιρήμων (ἀκριβὴς γὰρ ὥσπερ λογογράφος), καὶ Λικύμνιος τῶν διθυραμβοποιῶν.
而那些供人阅读的作家则备受推崇,例如凯雷蒙(因为他像演说撰稿人一样精确)以及迪提兰博斯诗人中的利库姆尼乌斯。
καὶ παραβαλλόμενοι οἱ μὲν τῶν γραφέων λόγοι ἐν τοῖς ἀγῶσι στενοὶ φαίνονται, οἱ δὲ τῶν ῥητόρων, εὖ λεχθέντες, ἰδιωτικοὶ ἐν ταῖς χερσίν.
而相较之下,那些书写者的演说在辩论中显得狭隘,而演说家们的演说,即使发表得很好,在手里阅读时也显得业余。
αἴτιον δʼ ὅτι ἐν τῷ ἀγῶνι ἁρμόττει τὰ ὑποκριτικά· διὸ καὶ ἀφῃρημένης τῆς ὑποκρίσεως οὐ ποιοῦντα τὸ αὑτῶν ἔργον φαίνεται εὐήθη, οἷον τά τε ἀσύνδετα καὶ τὸ πολλάκις τὸ αὐτὸ εἰπεῖν ἐν τῇ γραφικῇ ὀρθῶς ἀποδοκιμάζεται, ἐν δὲ ἀγωνιστικῇ οὔ, καὶ οἱ ῥήτορες χρῶνται· ἔστι γὰρ ὑποκριτική.
原因在于,在辩论中,表演性的要素是合宜的;因此,当表演被抽离时,这些演说就无法发挥其自身的作用,显得十分幼稚;例如,无连接词和多次重复同一件事,在书面文体中很自然地被排斥,但在论辩文体中却不然,演说家们也会使用它们;因为这些都属于表演。
§3.12.3ἀνάγκη δὲ μεταβάλλειν τὸ αὐτὸ λέγοντας, ὅπερ ὥσπερ ὁδοποιεῖ τῷ ὑποκρίνεσθαι· οὗτός ἐστιν ὁ κλέψας ὑμῶν, οὗτός ἐστιν ὁ ἐξαπατήσας, οὗτος ὁ τὸ ἔσχατον προδοῦναι ἐπιχειρήσας
, οἷον καὶ Φιλήμων ὁ ὑποκριτὴς ἐποίει ἔν τε τῇ Ἀναξανδρίδου Γεροντομαχίᾳ, ὅτε λέγοι
Ῥαδάμανθυς καὶ Παλαμήδης
, καὶ ἐν τῷ προλόγῳ τῶν Εὐσεβῶν τὸ
ἐγώ
· ἐὰν γάρ τις τὰ τοιαῦτα μὴ ὑποκρίνηται, γίγνεται
ὁ τὴν δοκὸν φέρων
.
而在说同一件事时,必须改变措辞,这就像是为表演开辟了道路: “这就是那个偷窃你们东西的人,这就是那个欺骗你们的人,这就是那个企图进行最终背叛的人,” 正如演员菲莱蒙在阿纳克桑德里德斯的《老人战记》中,当他说“拉达曼提斯和帕拉墨得斯”时,以及在《虔诚者》的序幕中说“我”时所做的那样;因为如果一个人在说这些话时不加以表演,他就会变成“扛木梁的人”。
§3.12.4καὶ τὰ ἀσύνδετα ὡσαύτως· ἦλθον, ἀπήντησα, ἐδεόμην· ἀνάγκη γὰρ ὑποκρίνεσθαι καὶ μὴ ὡς ἓν λέγοντα τῷ αὐτῷ ἤθει καὶ τόνῳ εἰπεῖν.
无连接词的表达也是如此: “我来了,我碰到了,我请求了”;因为这必须通过表演来呈现,而不能像说单单一件事那样以同样的语气和声调说出来。
ἔτι ἔχει ἴδιόν τι τὰ ἀσύνδετα· ἐν ἴσῳ γὰρ χρόνῳ πολλὰ δοκεῖ εἰρῆσθαι· ὁ γὰρ σύνδεσμος ἓν ποιεῖ τὰ πολλά, ὥστε ἐὰν ἐξαιρεθῇ, δῆλον ὅτι τοὐναντίον ἔσται τὸ ἓν πολλά.
此外,无连接词还具有一种独特的特征:在相同的时间内,似乎说了许多事情;因为连接词把许多事物联结为一个,所以如果把它拿掉,显然相反的情况就会发生,即一个事物变成了许多事物。
ἔχει οὖν αὔξησιν· ἦλθον, διελέχθην, ἱκέτευσα
(πολλὰ δοκεῖ),
ὑπερεῖδεν ὅσα εἶπον
.
因此它具有夸张的效果: “我去了,我商谈了,我哀求了(这些显得很多),但他对我所说的一切不屑一顾。
τοῦτο δὲ βούλεται ποιεῖν καὶ Ὅμηρος ἐν τῷ
"
Νιρεὺς αὖ Σύμηθεν,
Νιρεὺς Ἀγλαΐης,
Νιρεὺς ὃς κάλλιστος.
” 荷马在下述诗句中也意在做到这一点: “尼柔斯又从叙墨来,尼柔斯是阿格莱亚的儿子,尼柔斯是最美丽的人。
"
περὶ οὗ γὰρ πολλὰ λέγεται, ἀνάγκη καὶ πολλάκις εἰρῆσθαι· εἰ οὖν πολλάκις, καὶ πολλὰ δοκεῖ, ὥστε ηὔξηκεν, ἅπαξ μνησθείς, διὰ τὸν παραλογισμόν, καὶ μνήμην πεποίηκεν, οὐδαμοῦ ὕστερον αὐτοῦ λόγον ποιησάμενος.
” 因为对于那个被说了许多事的人,必然也要多次提及他的名字;既然被多次提及,也就显得事情繁多,因此通过这种错觉,虽然只提到了一次,却夸大了他,并让人记住了他,尽管此后在任何地方都没有再谈到过他。
§3.12.5ἡ μὲν οὖνδημηγορικὴ λέξις καὶ παντελῶς ἔοικεν τῇ σκιαγραφίᾳ· ὅσῳ γὰρ ἂν πλείων ᾖ ὁ ὄχλος, πορρώτερον ἡ θέα, διὸ τὰ ἀκριβῆ περίεργα καὶ χείρω φαίνεται ἐν ἀμφοτέροις· ἡ δὲ δικανικὴ ἀκριβεστέρα.
因此,议事文体完全类似于远近画法;因为群众越多,观看的视线就越远,故而在两者之中,精确的细节都是多余的,反而显得更糟;而法庭文体则更为精确。
ἔτι δὲ μᾶλλον ἡ ἐν ἑνὶ κριτῇ· ἐλάχιστον γὰρ ἔνεστι ῥητορικῆς· εὐσύνοπτον γὰρ μᾶλλον τὸ οἰκεῖον τοῦ πράγματος καὶ τὸ ἀλλότριον, καὶ ὁ ἀγὼν ἄπεστιν, ὥστε καθαρὰ ἡ κρίσις.
在一名单一裁判官面前的发言则更是如此;因为其中所含的修辞术成分最少;因为事情的本质属性与外在属性更容易被看清,且竞争不复存在,从而裁判更为纯粹。
διὸ οὐχ οἱ αὐτοὶ ἐν πᾶσιν τούτοις εὐδοκιμοῦσιν ῥήτορες· ἀλλʼ ὅπου μάλιστα ὑπόκρισις, ἐνταῦθα ἥκιστα ἀκρίβεια ἔνι.
因此,并非相同的演说家在所有这些领域中都能获得赞誉;相反,在最需要表演的地方,精确性最少。
τοῦτο δὲ ὅπου φωνῆς, καὶ μάλιστα ὅπου μεγάλης.
而这正是需要声音的地方,尤其是需要洪亮声音的地方。
ἡ μὲν οὖν ἐπιδεικτικὴ λέξις γραφικωτάτη· τὸ γὰρ ἔργον αὐτῆς ἀνάγνωσις· §3.12.6δευτέρα δὲ ἡ δικανική.
总之,展示性文体是最适合书写表达的;因为它的功能是阅读;第二则是法庭文体。
τὸ δὲ προσδιαιρεῖσθαι τὴν λέξιν, ὅτι ἡδεῖαν δεῖ εἶναι καὶ μεγαλοπρεπῆ, περίεργον· τί γὰρ μᾶλλον ἢ σώφρονα καὶ ἐλευθέριον καὶ εἴ τις ἄλλη ἤθους ἀρετή;
但是,对文体进行进一步划分,规定它必须悦耳和宏伟,是多余的;因为为什么是这些,而不是节制、慷慨,以及其他任何性格的德性呢?
τὸ δὲ ἡδεῖαν εἶναι ποιήσει δηλονότι τὰ εἰρημένα, εἴπερ ὀρθῶς ὥρισται ἡ ἀρετὴ τῆς λέξεως· τίνος γὰρ ἕνεκα δεῖ σαφῆ καὶ μὴ ταπεινὴν εἶναι ἀλλὰ πρέπουσαν;
如果文体的美德确实得到了正确的定义,那么显而易见,前述的种种要素就会使其变得悦耳;因为,为什么它必须清晰、不卑俗而是得体的呢?
ἄν τε γὰρ ἀδολεσχῇ, οὐ σαφής, οὐδὲ ἂν σύντομος, ἀλλὰ δῆλον ὅτι τὸ μέσον ἁρμόττει.
因为如果唠叨,就不清晰,如果过于简短,也同样不清晰;显而易见,中庸才是合宜的。
καὶ τὸ ἡδεῖαν τὰ εἰρημένα ποιήσει, ἂν εὖ μιχθῇ, τὸ εἰωθὸς καὶ τὸ ξενικόν, καὶ ὁ ῥυθμός, καὶ τὸ πιθανὸν ἐκ τοῦ πρέποντος.
而且,如果把常用词和新奇词、节奏以及因得体而产生的说服力很好地融合起来,前述的种种要素就会使其变得悦耳。
περὶ μὲν οὖν τῆς λέξεως εἴρηται, καὶ κοινῇ περὶ ἁπάντων καὶ ἰδίᾳ περὶ ἑκάστου γένους· λοιπὸν δὲ περὶ τάξεως εἰπεῖν.
关于文体,无论是对所有种类的共同论述,还是对各个门类的具体论述,都已经谈过了;剩下的则是谈论布局。