Humanitext Reader

亚里士多德 · 修辞学 §3.11.8-3.11.16

同音异义词的运用以及作为隐喻的直喻与夸张法

第 87 段,共 98 段 · 希腊语

内容简介

亚里士多德探讨了通过同音异义、比例关系以及针对合适对象来创造洗练言辞的方法。他指出直喻、谚语和夸张法在本质上都是隐喻的变形,并阐明了它们各自的风格效果与带有稚气的特征。

§3.11.8ἐν ἅπασι δὲ τούτοις, ἐὰν προσηκόντως τὸ ὄνομα ἐνέγκῃ ὁμωνυμίᾳ ἢ μεταφορᾷ, τότε τὸ εὖ.
在所有这些情况中,如果通过同音异义或隐喩得体地引入词语,那么就会产生妙处。
οἷον Ἀνάσχετος οὐκ ἀνασχετός ὁμωνυμίᾳ ἀπέφησε, ἀλλὰ προσηκόντως, εἰ ἀηδής.
例如, “阿纳斯克托斯(可容忍之人)是不可容忍的(anaschetos)” 是通过同音异义来否定的,但如果他是一个令人讨厌的人,这便是得体的。
καὶ " οὐκ ἂν γένοιο μᾶλλον ἤ σε δεῖ ξένος· " ξένος γὰρ οὐ μᾶλλον ἤ σε δεῖ τὸ αὐτὸ καὶ οὐ δεῖ τὸν ξένον ξένον ἀεὶ εἶναι · ἀλλότριον γὰρ καὶ τοῦτο.
此外, “你不会比你应该成为的更像一个外人(xenos)” 也是如此;因为 “比应该成为的更像一个外人(xenos)”,与“客人(xenos)不应该总是成为外人(xenos)”是同一回事;因为这也是一种疏远。
τὸ αὐτὸ καὶ τὸ Ἀναξανδρίδου τὸ ἐπαινούμενον, " καλόν γʼ ἀποθανεῖν πρὶν θανάτου δρᾶν ἄξιον· " ταὐτὸ γάρ ἐστι τῷ εἰπεῖν ἄξιόν γʼ ἀποθανεῖν μὴ ὄντα ἄξιον ἀποθανεῖν , ἢ ἄξιόν γʼ ἀποθανεῖν μὴ θανάτου ἄξιον ὄντα , ἢ μὴ ποιοῦντα θανάτου ἄξια .
阿纳克桑德里德斯那首备受赞誉的诗句也是如此: “在做出配得上死亡(thanatou)的事之前死去,这真是美好” 因为这与说下述话是一样的: “在不配死亡时死去,这真是值得” 或者“在不配得上死亡(thanatou)时死去,这真是值得” 或者“在没有做出配得上死亡(thanatou)的事时死去(这真是值得)”。
§3.11.9τὸ μὲν οὖν εἶδος τὸ αὐτὸ τῆς λέξεως τούτων· ἀλλʼ ὅσῳ ἂν ἐν ἐλάττονι καὶ ἀντικειμένως λεχθῇ, τοσούτῳ εὐδοκιμεῖ μᾶλλον.
因此,这些表达的形式是相同的;但是词句越简练、越有对仗,就越受欢迎。
τὸ δʼ αἴτιον ὅτι ἡ μάθησις διὰ μὲν τὸ ἀντικεῖσθαι μᾶλλον, διὰ δὲ τὸ ἐν ὀλίγῳ θᾶττον γίνεται.
其原因在于,通过对仗使人更容易理解,而通过简练则能让人更快速地理解。
§3.11.10δεῖ δʼ ἀεὶ προσεῖναι τὸ πρὸς ὃν λέγεται ὀρθῶς λέγεσθαι, εἰ τὸ λεγόμενον ἀληθὲς καὶ μὴ ἐπιπόλαιον ἔσται·
此外,如果所说的话要真实且不肤浅,就必须始终伴随着“对所说对象而言是正确的”这一条件。
ἔστιν γὰρ ταῦτα χωρὶς ἔχειν, οἷον ἀποθνῄσκειν δεῖ μηθὲν ἁμαρτάνοντα , τὴν ἀξίαν δεῖ γαμεῖν τὸν ἄξιον , ἀλλʼ οὐκ ἀστεῖον, ἀλλʼ ἢ ἐὰν ἅμα ἄμφω ἔχῃ· ἄξιόν γʼ ἀποθανεῖν μὴ ἄξιον ὄντα τοῦ ἀποθανεῖν .
因为这些品质是可以分开拥有的,例如“人应当在没有犯错的情况下死去”或者“相配的人应当娶相配的女人”,但这并不洗练,除非它们同时具备两者:“在不配死亡时死去,这真是值得”。
ὅσῳ δʼ ἂν πλείω ἔχῃ, τοσούτῳ ἀστειότερον φαίνεται, οἷον εἰ καὶ τὰ ὀνόματα μεταφορὰ εἴη καὶ μεταφορὰ τοιαδὶ καὶ ἀντίθεσις καὶ παρίσωσις, καὶ ἔχοι ἐνέργειαν.
一句话所包含的要素越多,它就显得越洗练,例如,如果词语是隐喻,且是这一类特定的隐喻,并且有对仗和排比(等长),同时还具有活动感。
§3.11.11εἰσὶν δὲ καὶ αἱ εἰκόνες, ὥσπερ εἴρηται καὶ ἐν τοῖς ἄνω, αἱ εὐδοκιμοῦσαι τρόπον τινὰ μεταφοραί· ἀεὶ γὰρ ἐκ δυοῖν λέγονται, ὥσπερ ἡ ἀνάλογον μεταφορά, οἷον ἡ ἀσπίς , φαμέν, ἐστι φιάλη Ἄρεως , καὶ τὸ τόξον φόρμιγξ ἄχορδος .
此外,正如前文所说,广受好评的直喻在某种程度上也是隐喻;因为它们总是由两个事物说起,就像按比例的隐喻一样。 例如我们说,“盾牌是阿瑞斯的杯子”,以及“弓是无弦的竖琴”。
οὕτω μὲν οὖν λέγουσιν οὐχ ἁπλοῦν, τὸ δʼ εἰπεῖν τὸ τόξον φόρμιγγα ἢ τὴν ἀσπίδα φιάλην ἁπλοῦν.
当人们这样说时,它们并不是单一的(一重的),而把弓称为“竖琴”或把盾牌称为“杯子”则是单一的。
§3.11.12καὶ εἰκάζουσιν δὲ οὕτως, οἷον πιθήκῳ αὐλητήν, λύχνῳ ψακαζομένῳ μύωπα· ἄμφω γὰρ συνάγεται.
人们也这样进行比喻:例如把笛手比作猴子,把近视眼比作漏油飞溅的灯;因为在这两种情况中,它们(的共同特征)都被结合在了一起。
§3.11.13τὸ δὲ εὖ ἐστὶν ὅταν μεταφορὰ ᾖ· ἔστιν γὰρ εἰκάσαι τὴν ἀσπίδα φιάλῃ Ἄρεως καὶ τὸ ἐρείπιον ῥάκει οἰκίας, καὶ τὸ τὸν Νικήρατον φάναι Φιλοκτήτην εἶναι δεδηγμένον ὑπὸ Πράτυος, ὥσπερ εἴκασεν Θρασύμαχος ἰδὼν τὸν Νικήρατον ἡττημένον ὑπὸ Πράτυος ῥαψῳδοῦντα, κομῶντα δὲ καὶ αὐχμηρὸν ἔτι.
但只有当存在隐喻时才是精妙的;因为人可以把盾牌比作“阿瑞斯的杯子”,把废墟比作“房子的破布”,也可以说尼克拉托斯是“被普拉提斯咬伤的菲洛克特特斯”,正如色拉叙马霍斯在看到尼克拉托斯在朗诵比赛中被普拉提斯击败后,依然留着长发且面容憔悴时所作的比喻。
ἐν οἷς μάλιστά τʼ ἐκπίπτουσιν οἱ ποιηταὶ ἐὰν μὴ εὖ, καὶ ἐὰν εὖ, εὐδοκιμοῦσιν·
在这类事情中,诗人们如果处理得不好,就最容易失败,而如果处理得好,就会受到好评。
λέγω δʼ ὅταν ἀποδιδῶσιν· " ὥσπερ σέλινον οὖλα τὰ σκέλη φορεῖ.
我指的是当他们使比喻契合时: “他的双腿弯曲得像欧芹。
ὥσπερ Φιλάμμων ζυγομαχῶν τῷ κωρύκῳ.
” “就像菲拉蒙与沙袋搏斗一样。
" καὶ τὰ τοιαῦτα πάντʼ εἰκόνες εἰσίν.
” 所有这些都是直喻。
αἱ δʼ εἰκόνες ὅτι μεταφοραί, εἴρηται πολλάκις.
而直喻就是隐喻,这一点已经说过多次了。
§3.11.14καὶ αἱ παροιμίαι δὲ μεταφοραὶ ἀπʼ εἴδους ἐπʼ εἶδος εἰσίν· οἷον ἄν τις ὡς ἀγαθὸν πεισόμενος αὐτὸς ἐπαγάγηται, εἶτα βλαβῇ, ὡς ὁ Καρπάθιός , φασιν, τὸν λαγώ · ἄμφω γὰρ τὸ εἰρημένον πεπόνθασιν.
谚语也是由一物到另一物的隐喻;例如,当某人期望得到好处而自己招来某物,结果却受到伤害时,人们就会说:“就像卡尔帕索斯人和兔子一样”;因为两者都遭遇了上述的命运。
ὅθεν μὲν οὖν τὰ ἀστεῖα λέγεται καὶ διότι, σχεδὸν εἴρηται τὸ αἴτιον·
因此,洗练言辞的来源及原因,其道理已大致说明完毕。
§3.11.15εἰσὶν δὲ καὶ αἱ εὐδοκιμοῦσαι ὑπερβολαὶ μεταφοραί, οἷον εἰς ὑπωπιασμένον ᾠήθητε δʼ ἂν αὐτὸν εἶναι συκαμίνων κάλαθον · ἐρυθρὸν γάρ τι τὸ ὑπώπιον, ἀλλὰ τοῦτο πολὺ σφόδρα.
广受好评的夸张法也是隐喻,例如对于一个被打得鼻青脸肿的人说:“你会以为他是一筐桑葚”;因为青肿是紫红色的,但这大大夸张了。
τὸ δὲ ὥσπερ τὸ καὶ τὸ ὑπερβολὴ τῇ λέξει διαφέρουσα. " ὥσπερ Φιλάμμων ζυγομαχῶν τῷ κωρύκῳ, " ᾠήθης δʼ ἂν αὐτὸν Φιλάμμωνα εἶναι μαχόμενον τῷ κωρύκῳ .
而“像这像那”的形式则是词序(表述)不同的夸张: “就像菲拉蒙与沙袋搏斗一样” 变成了“你会以为他是与沙袋搏斗的菲拉蒙本人”。
" ὥσπερ σέλινον οὖλα τὰ σκέλη φορεῖν , " ᾠήθης δʼ ἂν οὐ σκέλη ἀλλὰ σέλινα ἔχειν, οὕτως οὖλα .
“双腿弯曲得像欧芹一样” 变成了“你会以为他拥有的不是双腿而是欧芹,弯曲得如此厉害”。
§3.11.16εἰσὶ δʼ αἱ ὑπερβολαὶ μειρακιώδεις· σφοδρότητα γὰρ δηλοῦσιν.
夸张法带有一种稚气;因为它们表现出激烈。
διὸ ὀργιζόμενοι λέγουσιν μάλιστα· " οὐδʼ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε. κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο, οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι, ἔργα δʼ Ἀθηναίῃ·
因此,人们在发怒时最常说这些话: “即使他给我的东西像沙子和尘土一样多,我也不娶阿特柔斯之子阿伽门农的女儿,即使她在美丽上能与金色的阿佛洛狄忒媲美,在手艺上能与雅典娜竞争。
" διὸ πρεσβυτέρῳ λέγειν ἀπρεπές· χρῶνται δὲ μάλιστα τούτῳ Ἀττικοὶ ῥήτορες.
” 因此,让年长者说这些话是不合宜的;但阿提卡的演说家们最喜欢使用这种手段。

词汇与语法注释

  1. 3.11.8Ἀνάσχετος οὐκ ἀνασχετός — 利用专有名词“阿纳斯克托斯”(意为“可容忍的”)与形容词“anaschetos”(可容忍的)之间的同音异义(homonymy)进行的双关。后半部分的“ouk anaschetos”(不可容忍)利用带否定前缀alpha的形容词,反用其名字的词源意义进行否定,从而在对方确实令人讨厌时构成得体的幽默。
  2. 3.11.10τὸ πρὸς ὃν λέγεται ὀρθῶς λέγεσθαι — 作为主语的带冠词不定式短语。整个句子的结构表示,为了满足接在“ei”后面的条件从句(“如果所说的话要真实且不肤浅”),“针对所说对象(pros hon)而正确地诉说”这一动作必须“始终伴随(proseinai)”(由无宾格主句动词dei控制)。
  3. 3.11.13τὸ τὸν Νικήρατον φάναι Φιλοκτήτην εἶναι δεδηγμένον ὑπὸ Πράτυος — 由冠词“to”引导的带冠词不定式结构。动词“phanai”(说)的主语被省略,而其宾语是一个嵌套的“宾格+不定式”结构:即“ton Niceraton Philocteten einai dedegmenon...”(尼克拉托斯是被咬伤的菲洛克特特斯)。其中“dedegmenon”是“dakno”(咬,比喻为击败)的完成时被动分词。整句作为前文“estin gar eikasai”(因为人可以比喻)的宾语并列呈现。
  4. 3.11.15τὸ δὲ ὥσπερ τὸ καὶ τὸ ὑπερβολὴ τῇ λέξει διαφέρουσα — 意为“‘像这像那’(hosper to kai to)的表达形式是一种夸张法,只是‘在措辞上’(te lexeei)有所不同”。这里的与格“te lexeei”是表示方面或方式的与格,指出它与一般的夸张法相比,仅在语言表述(使用了比较词hosper)上存在差异,其实质夸张意图是一致的。

引用这一段

亚里士多德, 修辞学 §3.11.8-3.11.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:3.11.8-3.11.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。