§3.13.1ἔστι δὲ τοῦ λόγου δύο μέρη· ἀναγκαῖον γὰρ τό τε πρᾶγμα εἰπεῖν περὶ οὗ, καὶ τοῦτʼ ἀποδεῖξαι.
演说的部分有两个:因为有必要既陈述其所针对的事物,又证明这一点。
διὸ εἰπόντα μὴ ἀποδεῖξαι ἢ ἀποδεῖξαι μὴ προειπόντα ἀδύνατον· ὅ τε γὰρ ἀποδεικνύων τι ἀποδείκνυσι, καὶ ὁ προλέγων ἕνεκα τοῦ ἀποδεῖξαι προλέγει.
因此,陈述了却不证明,或者不先陈述就进行证明,都是不可能的;因为证明者必然在证明某事,而预先陈述者则是为了证明而预先陈述。
§3.13.2τούτων δὲ τὸ μὲν πρόθεσίς ἐστι τὸ δὲ πίστις, ὥσπερ ἂν εἴ τις διέλοι ὅτι τὸ μὲν πρόβλημα τὸ δὲ ἀπόδειξις.
在这些部分中,一个是提示,另一个是证明,这就像有人进行划分,说一个是问题,另一个是论证一样。
§3.13.3νῦν δὲ διαιροῦσι γελοίως· διήγησις γάρ που τοῦ δικανικοῦ μόνου λόγου ἐστίν, ἐπιδεικτικοῦ δὲ καὶ δημηγορικοῦ πῶς ἐνδέχεται εἶναι διήγησιν οἵαν λέγουσιν, ἢ τὰ πρὸς τὸν ἀντίδικον, ἢ ἐπίλογον τῶν ἀποδεικτικῶν;
但如今他们做出的划分十分荒谬;因为陈述无疑只属于法庭演说,但在展示性演说和议事性演说中,怎么可能存在他们所说的那种陈述,或者对对手的反驳,或者是论证部分的结语?
προοίμιον δὲ καὶ ἀντιπαραβολὴ καὶ ἐπάνοδος ἐν ταῖς δημηγορίαις τότε γίνεται ὅταν ἀντιλογία ᾖ.
而且,只有在存在争论时,议事演说中才会出现序论、对比和重述。
καὶ γὰρ ἡ κατηγορία καὶ ἡ ἀπολογία πολλάκις, ἀλλʼ οὐχ ἡ συμβουλή· ἀλλʼ ὁ ἐπίλογος ἔτι οὐδὲ δικανικοῦ παντός, οἷον ἐὰν μικρὸς ὁ λόγος ἢ τὸ πρᾶγμα εὐμνημόνευτον· συμβαίνει γὰρ τοῦ μήκους ἀφαιρεῖσθαι.
因为控诉和申辩经常出现,但建议却不然;此外,结语甚至并不属于所有的法庭演说,例如,如果演说很短,或者事情很容易记住;因为结语会减少篇幅。
§3.13.4ἀναγκαῖα ἄρα μόρια πρόθεσις καὶ πίστις.
因此,必要的组成部分只有提示和证明。
ἴδια μὲν οὖν ταῦτα, τὰ δὲ πλεῖστα προοίμιον πρόθεσις πίστις ἐπίλογος· τὰ γὰρ πρὸς τὸν ἀντίδικον τῶν πίστεών ἐστι, καὶ ἡ ἀντιπαραβολὴ αὔξησις τῶν αὐτοῦ, ὥστε μέρος τι τῶν πίστεων (ἀποδείκνυσι γάρ τι ὁ ποιῶν τοῦτο), ἀλλʼ οὐ τὸ προοίμιον, οὐδʼ ὁ ἐπίλογος, ἀλλʼ ἀναμιμνήσκει.
这些是其固有的部分,而最多则是序论、提示、证明、结语;因为对对手的反驳属于证明,而对比是对自身论点的扩大,因而是证明的一个部分(因为这样做的人是在证明某事),但序论不是,结语也不是,结语仅仅是唤起记忆。
§3.13.5ἔσται οὖν, ἄν τις τὰ τοιαῦτα διαιρῇ, ὅπερ ἐποίουν οἱ περὶ Θεόδωρον, διήγησις ἕτερον καὶ ἐπιδιήγησις καὶ προδιήγησις, καὶ ἔλεγχος καὶ ἐπεξέλεγχος.
因此,如果有人进行这样的划分,就会出现特奥多罗斯及其追随者所做的那种情况:把陈述分为一类,而把追陈述和预备陈述、以及反驳和追反驳分为另一类。
δεῖ δὲ εἶδός τι λέγοντα καὶ διαφορᾷ ὄνομα τίθεσθαι· εἰ δὲ μή, γίνεται κενὸν καὶ ληρῶδες, οἷον Λικύμνιος ποιεῖ ἐν τῇ τέχνῃ, ἐπούρωσιν ὀνομάζων καὶ ἀποπλάνησιν καὶ ὄζους.
但是,只有在谈论某个独特的类别并根据其差异时,才应当为其命名;否则,就会变得空洞而荒诞,正如利库姆尼乌斯在其《艺术》中所做的那样,将其命名为“填补”、“离题”和“分支”。