§3.11.1ὅτι μὲν οὖν τὰ ἀστεῖα ἐκ μεταφορᾶς τε τῆς ἀνάλογον λέγεται καὶ τῷ πρὸ ὀμμάτων ποιεῖν, εἴρηται·
因此,洗练的言辞来自按比例的隐喻以及将其呈现在眼前,这一点已经说过了。
λεκτέον δὲ τί λέγομεν πρὸ ὀμμάτων, καὶ τί ποιοῦσι γίγνεται τοῦτο.
但我们现在必须说明我们所谓的“呈现在眼前”是指什么,以及做什么能产生这种效果。
§3.11.2λέγω δὴ πρὸ ὀμμάτων ταῦτα ποιεῖν ὅσα ἐνεργοῦντα σημαίνει, οἷον τὸν ἀγαθὸν ἄνδρα φάναι εἶναι τετράγωνον μεταφορά, (ἄμφω γὰρ τέλεια), ἀλλʼ οὐ σημαίνει ἐνέργειαν·
我所谓的“呈现在眼前”,是指那些表明事物正在活动(运作)的表达。 例如,说一个好人是“四方形的”是一个隐喻(因为两者都是完整的),但它并不表明活动。
ἀλλὰ τὸ
ἀνθοῦσαν ἔχοντος τὴν ἀκμήν
ἐνέργεια, καὶ τὸ
σὲ δʼ ὥσπερ ἄφετον
ἐνέργεια, καὶ
"
τοὐντεῦθεν οὖν Ἕλληνες ᾄξαντες ποσίν· "
τὸ ᾄξαντες ἐνέργεια καὶ μεταφορά· ταχὺ γὰρ λέγει.
然而,“他的青春正盛开着”是活动,“而你,就像被放任的动物”是活动,而 "τοὐντεῦθεν οὖν Ἕλληνες ᾄξαντες ποσίν· "这里的“冲了过去”既是活动又是隐喻,因为这表达了迅速。
§3.11.3καὶ ὡς κέχρηται πολλαχοῦ Ὅμηρος, τὸ τὰ ἄψυχα ἔμψυχα ποιεῖν διὰ τῆς μεταφορᾶς.
正如荷马在许多地方所使用的,通过隐喻使无生命之物具有生命。
ἐν πᾶσι δὲ τῷ ἐνέργειαν ποιεῖν εὐδοκιμεῖ, οἷον ἐν τοῖσδε,
"
αὖτις ἐπὶ δάπεδόνδε κυλίνδετο λᾶας ἀναιδής,
"
καὶ
"
ἔπτατʼ ὀιστός,
"
καὶ
"
ἐπιπτέσθαι μενεαίνων,
"
καὶ
"
ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι,
"
καὶ
"
αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα. "
ἐν πᾶσι γὰρ τούτοις διὰ τὸ ἔμψυχα εἶναι ἐνεργοῦντα φαίνεται· τὸ ἀναισχυντεῖν γὰρ καὶ μαιμᾶν καὶ τὰ ἄλλα ἐνέργεια.
在所有这些情况下,通过产生活动,它都受到好评,例如在以下诗句中: "αὖτις ἐπὶ δάπεδόνδε κυλίνδετο λᾶας ἀναιδής, "以及 "ἔπτατʼ ὀιστός, "以及 "ἐπιπτέσθαι μενεαίνων, "以及 "ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι, "以及 "αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα. "因为在所有这些例子中,由于具有了生命,它们显得正在活动;因为“无耻”、“疯狂颤动”等都是活动。
ταῦτα δὲ προσῆψε διὰ τῆς κατʼ ἀναλογίαν μεταφορᾶς·
他是通过按比例的隐喻把这些属性结合起来的。
ὡς γὰρ ὁ λίθος πρὸς τὸν Σίσυφον, ὁ ἀναισχυντῶν πρὸς τὸν ἀναισχυντούμενον.
因为就像石头对于西西弗斯的关系,无耻的人对于被无耻对待的人的关系也是一样。
§3.11.4ποιεῖ δὲ καὶ ἐν ταῖς εὐδοκιμούσαις εἰκόσιν ἐπὶ τῶν ἀψύχων ταὐτά· "
κυρτά, φαληριόωντα· πρὸ μέν τʼ ἄλλʼ, αὐτὰρ ἐπʼ ἄλλα· "
κινούμενα γὰρ καὶ ζῶντα ποιεῖ πάντα, ἡ δʼ ἐνέργεια κίνησις.
在针对无生命之物、广受好评的直喻中,他也同样如此: "κυρτά, φαληριόωντα· πρὸ μέν τʼ ἄλλʼ, αὐτὰρ ἐπʼ ἄλλα· "因为他使一切都在运动,都是活的,而活动就是运动。
§3.11.5δεῖ δὲ μεταφέρειν, καθάπερ εἴρηται πρότερον, ἀπὸ οἰκείων καὶ μὴ φανερῶν, οἷον καὶ ἐν φιλοσοφίᾳ τὸ ὅμοιον καὶ ἐν πολὺ διέχουσι θεωρεῖν εὐστόχου, ὥσπερ Ἀρχύτας ἔφη ταὐτὸν εἶναι διαιτητὴν καὶ βωμόν· ἐπʼ ἄμφω γὰρ τὸν ἀδικούμενον καταφεύγειν.
此外,如前所述,必须从合适但不显而易见的事物中提取隐喻,正如在哲学中,在相距甚远的事物中看出相似性也是具有敏锐洞察力的表现,就像阿尔库塔斯曾说,仲裁人和祭坛是同一事物,因为受到侵害的人都会向两者寻求庇护。
ἢ εἴ τις φαίη ἄγκυραν καὶ κρεμάθραν τὸ αὐτὸ εἶναι· ἄμφω γὰρ ταὐτό τι, ἀλλὰ διαφέρει τῷ ἄνωθεν καὶ κάτωθεν.
或者如果有人说,锚和吊钩是同一事物;因为两者都是同一类事物,只是方向上分为从上和从下而有所不同。
καὶ τὸ ἀνωμαλίσθαι τὰς πόλεις ἐν πολὺ διέχουσιν ταὐτό, ἐν ἐπιφανείᾳ καὶ δυνάμεσι τὸ ἴσον.
此外,在相距甚远的事物中使城邦“均等”,也是同样的事,即面积上的平等和力量上的平等。
§3.11.6ἔστιν δὲ καὶ τὰ ἀστεῖα τὰ πλεῖστα διὰ μεταφορᾶς καὶ ἐκ τοῦ προσεξαπατᾶν· μᾶλλον γὰρ γίγνεται δῆλον ὅ τι ἔμαθε παρὰ τὸ ἐναντίως ἔχειν, καὶ ἔοικεν λέγειν ἡ ψυχὴ
ὡς ἀληθῶς, ἐγὼ δὲ ἥμαρτον
.
大多数洗练的言辞也是通过隐喻和预先欺骗(出乎意料)而产生的;因为由于结果相反,人会更清楚自己学到了(理解了)什么,而灵魂似乎在说:“果真如此,但我之前想错了。
καὶ τῶν ἀποφθεγμάτων δὲ τὰ ἀστεῖά ἐστιν ἐκ τοῦ μὴ ὅ φησι λέγειν, οἷον τὸ Στησιχόρου, ὅτι οἱ τέττιγες ἑαυτοῖς χαμόθεν ᾄσονται.
”在格言中,那些洗练的格言来自于不直说其字面意思,例如司特西科罗斯所说的“蝉将从地面上为自己歌唱”。
καὶ τὰ εὖ ᾐνιγμένα διὰ τὸ αὐτὸ ἡδέα (μάθησις γάρ ἐστι καὶ μεταφορἄ, καὶ (ὃ λέγει Θεόδωρος) τὸ καινὰ λέγειν.
而设计精妙的谜语也因同样的原因而令人愉快(因为其中有学习和隐喻),以及(正如狄奥多罗所说的)说出新颖的事。
γίγνεται δὲ ὅταν παράδοξον ᾖ, καὶ μή, ὡς ἐκεῖνος λέγει, πρὸς τὴν ἔμπροσθεν δόξαν, ἀλλʼ ὥσπερ ἐν τοῖς γελοίοις τὰ παραπεποιημένα (ὅπερ δύναται καὶ τὰ παρὰ γράμμα σκώμματα· ἐξαπατᾷ γάρ), καὶ ἐν τοῖς μέτροις· οὐ γὰρ ὥσπερ ὁ ἀκούων ὑπέλαβεν· "
ἔστειχε δʼ ἔχων ὑπὸ ποσσὶ χίμεθλα· "
ὁ δʼ ᾤετο πέδιλα ἐρεῖν.
这发生在事情出乎意料的时候,而不是像他所说的那样,“与先前的意见相反”,而是像滑稽言语中改变字字母的谐音词(这也是通过改变一个字母来嘲弄的力量所在;因为它们欺骗了听众),在韵文中也是如此;因为事情并不像听众所想象的那样: "ἔστειχε δʼ ἔχων ὑπὸ ποσσὶ χίμεθλα· "而听众以为他要说“凉鞋(pedila)”。
τούτου δʼ ἅμα λεγομένου δεῖ δῆλον εἶναι.
而在说出这个词的同时,意思必须是明显的。
τὰ δὲ παρὰ γράμμα ποιεῖ οὐχ ὃ λέγει λέγειν, ἀλλʼ ὃ μεταστρέφει ὄνομα, οἷον τὸ Θεοδώρου εἰς Νίκωνα τὸν κιθαρῳδὸν
θράξει σε
, προσποιεῖται γὰρ λέγειν τὸ
Θρᾷξ εἶ σύ
καὶ ἐξαπατᾷ· ἄλλο γὰρ λέγει.
但通过改变字母的玩笑并不说其字面所指,而是说名字改变后的词,例如狄奥多罗对琴手尼孔所说的“他将使你不安(thraxei se)”;因为他假装在说“你是个色雷斯人(Thraix ei sy)”并欺骗了听众;因为他说了别的事。
διὸ μαθόντι ἡδύ, ἐπεὶ εἰ μὴ ὑπολαμβάνει Θρᾷκα εἶναι, οὐ δόξει ἀστεῖον εἶναι.
因此,对于理解了的人来说是令人愉快的,因为如果不预先假定他是色雷斯人,这便不会显得洗练。
§3.11.7καὶ τὸ
βούλει αὐτὸν πέρσαι
. δεῖ δὲ ἀμφότερα προσηκόντως λεχθῆναι.
还有: "βούλει αὐτὸν πέρσαι "但这两个意思都必须恰当地说出来。
οὕτω δὲ καὶ τὰ ἀστεῖα, οἷον τὸ φάναι Ἀθηναίοις τὴν τῆς θαλάττης ἀρχὴν μὴ ἀρχὴν εἶναι τῶν κακῶν· ὄνασθαι γάρ.
同样地,洗练的言辞,例如对雅典人说:“海上霸权(arche)并不是祸害的开始(arche);因为他们从中受益。
ἢ ὥσπερ Ἰσοκράτης τὴν ἀρχὴν τῇ πόλει ἀρχὴν εἶναι τῶν κακῶν.
”或者如伊索克拉底所说:“海上霸权(arche)是城邦祸害的开始(arche)。
ἀμφοτέρως γὰρ ὃ οὐκ ἂν ᾠήθη τις ἐρεῖν, τοῦτʼ εἴρηται, καὶ ἐγνώσθη ὅτι ἀληθές· τό τε γὰρ τὴν ἀρχὴν φάναι ἀρχὴν εἶναι οὐθὲν σοφόν, ἀλλʼ οὐχ οὕτω λέγει ἀλλʼ ἄλλως, καὶ ἀρχὴν οὐχ ὃ εἶπεν ἀπόφησιν, ἀλλʼ ἄλλως.
”因为在两种情况下,都说出了人们本以为没人会说的话,并且被认出是真理;因为单单说“霸权是开始”毫无高明之处,但是他不是以这种方式说,而是以别的方式,而且他否定“霸权”并不是在自己所说的那种意义上,而是以别的方式。