§3.10.7τῶν δὲ μεταφορῶν τεττάρων οὐσῶν εὐδοκιμοῦσι μάλιστα αἱ κατʼ ἀναλογίαν, ὥσπερ Περικλῆς ἔφη τὴν νεότητα τὴν ἀπολομένην ἐν τῷ πολέμῳ οὕτως ἠφανίσθαι ἐκ τῆς πόλεως ὥσπερ εἴ τις τὸ ἔαρ ἐκ τοῦ ἐνιαυτοῦ ἐξέλοι.
虽然隐喻有四种,但按比例的隐喻最受欢迎,正如佩里克勒斯曾说,在战争中牺牲的青年从城邦中消失,就像有人把春天从一年中夺走一样。
καὶ Λεπτίνης περὶ Λακεδαιμονίων, οὐκ ἂν περιιδεῖν τὴν Ἑλλάδα ἑτερόφθαλμον γενομένην.
又如莱普提涅斯谈到拉刻代蒙人时说,不应眼看着希腊变成独眼。
καὶ Κηφισόδοτος, σπουδάζοντος Χάρητος εὐθύνας δοῦναι περὶ τὸν Ὀλυνθιακὸν πόλεμον, ἠγανάκτει, φάσκων εἰς πνῖγμα τὸν δῆμον ἄγχοντα τὰς εὐθύνας πειρᾶσθαι δοῦναι.
又如刻菲索多托斯,在卡瑞斯急于就奥林索斯战争进行审计交代时,他感到愤怒,说卡瑞斯是在试图一边把民众扼得喘口无气来,一边提交审计。
καὶ παρακαλῶν ποτὲ τοὺς Ἀθηναίους εἰς Εὔβοιαν ἐπισιτισαμένους ἔφη δεῖν ἐξιέναι τὸ Μιλτιάδου ψήφισμα.
又如他曾召集雅典人前往优波亚并在备足粮饷后出发时说,应当带着米太亚德的法令出征。
καὶ Ἰφικράτης σπεισαμένων Ἀθηναίων πρὸς Ἐπίδαυρον καὶ τὴν παραλίαν ἠγανάκτει, φάσκων αὐτοὺς τὰ ἐφόδια τοῦ πολέμου παρῃρῆσθαι.
又如伊菲克拉特斯在雅典人与埃皮达夫鲁斯及沿海地区缔结和约时感到愤怒,说他们亲手夺走了自己的战争粮饷。
καὶ Πειθόλαος τὴν πάραλον ῥόπαλον τοῦ δήμου, Σηστὸν δὲ τηλίαν τοῦ Πειραιέως.
又如培托劳斯将帕拉洛斯号称为“民众的木棒”,而塞斯托斯是培拉尤斯的“筛子”。
καὶ Περικλῆς τὴν Αἴγιναν ἀφελεῖν ἐκέλευσε, τὴν λήμην τοῦ Πειραιέως.
又如佩里克勒斯曾下令除掉埃癸纳,称其为“培拉尤斯的眼垢”。
καὶ Μοιροκλῆς οὐθὲν ἔφη πονηρότερος εἶναι, ὀνομάσας τινὰ τῶν ἐπιεικῶν· ἐκεῖνον μὲν γὰρ ἐπιτρίτων τόκων πονηρεύεσθαι, αὐτὸς δὲ ἐπιδεκάτων.
又如迈罗克勒斯在指名道姓提到一位正人君子时,说自己并不比那人更坏,因为那人是以三分之一的利息作恶,而自己只是以十分之一的利息。
καὶ τὸ Ἀναξανδρίδου ἰαμβεῖον ὑπὲρ τῶν θυγατέρων πρὸς τὸν γάμον ἐγχρονιζουσῶν
"
ὑπερήμεροί μοι τῶν γάμων αἱ παρθένοι.
又如安纳克桑德里得斯关于那些拖延了婚期的女儿们的双短长格诗句:“对我说来,少女们已经过了婚期的宽限日。
"
καὶ τὸ Πολυεύκτου εἰς ἀποπληκτικόν τινα Σπεύσιππον, τὸ μὴ δύνασθαι ἡσυχίαν ἄγειν ὑπὸ τῆς τύχης ἐν πεντεσυρίγγῳ νόσῳ δεδεμένον.
”又如波吕克托斯针对中风的斯培乌西波斯所说的话,说他被命运束缚在五孔木枷般的疾病中,却仍无法保持安静。
καὶ Κηφισόδοτος τὰς τριήρεις ἐκάλει μύλωνας ποικίλους, ὁ Κύων δὲ τὰ καπηλεῖα τὰ Ἀττικὰ φιδίτια· Αἰσίων δέ, ὅτι εἰς Σικελίαν τὴν πόλιν ἐξέχεαν· τοῦτο γὰρ μεταφορὰ καὶ πρὸ ὀμμάτων.
又如刻菲索多托斯将三桅战船称为“彩绘磨坊”,而“犬儒”将阿提卡的酒馆称为 “公共食堂”;又如埃西翁说,因为他们把国家“倾注”到了西西里;因为这是一个隐喻,而且呈现在眼前。
καὶ
ὥστε βοῆσαι τὴν Ἑλλάδα
, καὶ τοῦτο τρόπον τινὰ μεταφορὰ καὶ πρὸ ὀμμάτων.
又如“以至于希腊发出呼喊”,这在某种程度上也是隐喻,且呈现在眼前。
καὶ ὥσπερ Κηφισόδοτος εὐλαβεῖσθαι ἐκέλευεν μὴ πολλὰς ποιήσωσιν τὰς συνδρομάς.
又如刻菲索多托斯告诫人们,要提防不要造成太多的“冲突”。
καὶ Ἰσοκράτης πρὸς τοὺς συντρέχοντας ἐν ταῖς πανηγύρεσιν.
又如伊索克拉底针对那些聚集在节日集会中的人。
καὶ οἷον ἐν τῷ ἐπιταφίῳ, διότι ἄξιον ἦν ἐπὶ τῷ τάφῳ τῷ τῶν ἐν Σαλαμῖνι τελευτησάντων κείρασθαι τὴν Ἑλλάδα ὡς συγκαταθαπτομένης τῇ ἀρετῇ αὐτῶν τῆς ἐλευθερίας· εἰ μὲν γὰρ εἶπεν ὅτι ἄξιον δακρῦσαι συγκαταθαπτομένης τῆς ἀρετῆς, μεταφορὰ καὶ πρὸ ὀμμάτων, τὸ δὲ
τῇ ἀρετῇ τῆς ἐλευθερίας
ἀντίθεσίν τινα ἔχει.
又如在《葬礼演说》中说,希腊应当在萨拉米斯阵亡者的墓前剪发致哀,因为自由随着他们的美德而被一同埋葬了;因为如果他只是说,因为美德随之被埋葬而哭泣是应该的,这便是隐喻且呈现在眼前,但 “随着美德而失去自由”这一表述则包含着某种对比。
καὶ ὡς Ἰφικράτης εἶπεν
ἡ γὰρ ὁδός μοι τῶν λόγων διὰ μέσων τῶν Χάρητι πεπραγμένων ἐστίν
μεταφορὰ κατʼ ἀναλογίαν, καὶ τὸ διὰ μέσου πρὸ ὀμμάτων ποιεῖ.
又如伊菲克拉特斯所说:“因为我辩论的道路穿过卡瑞斯所作所为的中间。 ”这是按比例的隐喻,而“穿过中间”一词使其呈现在眼前。
καὶ τὸ φάναι παρακαλεῖν τοὺς κινδύνους τοῖς κινδύνοις βοηθήσοντας, πρὸ ὀμμάτων καὶ μεταφορά.
又如说,召唤危险来作为危险的救兵,既呈现在眼前又是隐喻。
καὶ Λυκολέων ὑπὲρ Χαβρίου
οὐδὲ τὴν ἱκετηρίαν αἰσχυνθέντες αὐτοῦ, τὴν εἰκόνα τὴν χαλκῆν
·
又如吕科莱翁在为卡布里亚斯辩护时说:“甚至不因他的求援之像、那座青铜雕像而感到羞愧。
μεταφορὰ γὰρ ἐν τῷ παρόντι, ἀλλʼ οὐκ ἀεί, ἀλλὰ πρὸ ὀμμάτων· κινδυνεύοντος γὰρ αὐτοῦ ἱκετεύει ἡ εἰκών, τὸ
ἔμψυχον δὴ ἄψυχον
, τὸ ὑπόμνημα τῶν τῆς πόλεως ἔργων.
”因为这在当时是隐喩,虽非永远如此,却呈现在眼前;因为当他身处危险时,他的雕像在代为哀求,这确实使无生命之物变得有生命,成为了城邦功绩的纪念物。
καὶ
πάντα τρόπον μικρὸν φρονεῖν μελετῶντες
· τὸ γὰρ μελετᾶν αὔξειν τι ἐστίν.
又如“通过各种方式练习卑微地思考”;因为“练习”就是使某事物增长。
καὶ ὅτι
τὸν νοῦν ὁ θεὸς φῶς ἀνῆψεν ἐν τῇ ψυχῇ
· ἄμφω γὰρ δηλοῖ τι.
又如“神在灵魂中点亮了作为光的理智”;因为两者都表明了某事物。
οὐ γὰρ διαλυόμεθα τοὺς πολέμους ἀλλʼ ἀναβαλλόμεθα
· ἄμφω γάρ ἐστιν μέλλοντα, καὶ ἡ ἀναβολὴ καὶ ἡ τοιαύτη εἰρήνη.
“因为我们并没有结束战争,而是在推迟它”;因为两者都是将来的事,无论是推迟还是那样的和平。
καὶ τὸ τὰς συνθήκας φάναι τρόπαιον εἶναι πολὺ κάλλιον τῶν ἐν τοῖς πολέμοις γινομένων· τὰ μὲν γὰρ ὑπὲρ μικρῶν καὶ μιᾶς τύχης, αὗται δʼ ὑπὲρ παντὸς τοῦ πολέμου· ἄμφω γὰρ νίκης σημεῖα.
又如说,缔结盟约是比战争中树立的胜利纪念碑远为美丽得多的纪念碑;因为后者只是为了微不足道的事和一次的幸运,而前者则是为了整场战争;因为两者都是胜利的标志。
καὶ ὅτι αἱ πόλεις τῷ ψόγῳ τῶν ἀνθρώπων μεγάλας εὐθύνας διδόασιν· ἡ γὰρ εὔθυνα βλάβη τις δικαία ἐστίν.
又如国家因人们的指责而交付巨大的审计;因为审计是一种公正的惩罚。