§2.7.1τίσιν δὲ χάριν ἔχουσι καὶ ἐπὶ τίσιν καὶ πῶς αὐτοὶ ἔχοντες, ὁρισαμένοις τὴν χάριν δῆλον ἔσται.
人们对谁怀有好意、因为什么、以及他们自己处于何种状态,在定义了“好意”之后就会变得清晰。
§2.7.2ἔστω δὴ χάρις, καθʼ ἣν ὁ ἔχων λέγεται χάριν ἔχειν, ὑπουργία τῷ δεομένῳ μὴ ἀντί τινος, μηδʼ ἵνα τι αὐτῷ τῷ ὑπουργοῦντι ἀλλʼ ἵνα τι ἐκείνῳ·
那么,好意——据此拥有它的人被称为显示好意——可以定义为:对需要者的协助,不求任何回报,也不是为了协助者自己获得什么,而是为了那个人获得什么。
μεγάλη δὲ ἂν ᾖ σφόδρα δεόμενος, ἢ μεγάλων καὶ χαλεπῶν, ἢ ἐν καιροῖς τοιούτοις, ἢ μόνος ἢ πρῶτος ἢ μάλιστα.
如果对方迫切需要,或者需要重大且困难的事物,或者在这样的时刻,或者协助者是唯一的、首要的、或最大程度地提供协助,那么这种好意就是伟大的。
§2.7.3δεήσεις δέ εἰσιν αἱ ὀρέξεις, καὶ τούτων μάλιστα αἱ μετὰ λύπης τοῦ μὴ γιγνομένου.
需要是指各种欲求,其中尤其是那些因未实现而伴随着痛苦的欲求。
τοιαῦται δὲ αἱ ἐπιθυμίαι, οἷον ἔρως, καὶ αἱ ἐν ταῖς τοῦ σώματος κακώσεσιν καὶ ἐν κινδύνοις· καὶ γὰρ ὁ κινδυνεύων ἐπιθυμεῖ καὶ ὁ λυπούμενος·
这类欲求即是欲望,例如爱欲,以及在身体遭受伤害和处于危险中的欲望;因为面临危险的人和遭受痛苦的人都会产生欲望。
διὸ οἱ ἐν πενίᾳ παριστάμενοι καὶ φυγαῖς, κἂν μικρὰ ὑπηρετήσωσιν, διὰ τὸ μέγεθος τῆς δεήσεως καὶ τὸν καιρὸν κεχαρισμένοι, οἷον ὁ ἐν Λυκείῳ τὸν φορμὸν δούς.
因此,对处于贫困和流放中的人给予支持的人,即使他们只提供了微小的协助,也会因为需要的迫切和时机而令人感激,就像在吕克昂给予草席的那个人一样。
§2.7.4ἀνάγκη οὖν μάλιστα μὲν εἰς ταὐτὰ ἔχειν τὴν ὑπουργίαν, εἰ δὲ μή, εἰς ἴσα ἢ μείζω·
因此,协助必须主要针对相同的需要,否则就必须针对同等或更大的需要。
§2.7.5ὥστε ἐπεὶ φανερὸν καὶ οἷς καὶ ἐφʼ οἷς γίγνεται χάρις καὶ πῶς ἔχουσι, δῆλον ὅτι ἐκ τούτων παρασκευαστέον, τοὺς μὲν δεικνύντας ἢ ὄντας ἢ γεγενημένους ἐν τοιαύτῃ λύπῃ καὶ δεήσει, τοὺς δὲ ὑπηρετηκότας ἐν τοιαύτῃ χρείᾳ τοιοῦτόν τι ἢ ὑπηρετοῦντας.
因此,既然对谁以及因为什么会产生好意,以及他们处于何种状态都很清楚,那么显然我们必须从这些材料中构建论点:一方面展示某些人正处于或曾经处于这样的痛苦和需要中,另一方面展示另一些人在这种需要中已经提供了或正在提供这样的协助。
φανερὸν δὲ καὶ ὅθεν ἀφαιρεῖσθαι ἐνδέχεται τὴν χάριν καὶ ποιεῖν ἀχαρίστους· ἢγὰρ ὅτι αὑτῶν ἕνεκα ὑπηρετοῦσιν ἢ ὑπηρέτησαν (τοῦτο δʼ οὐκ ἦν χάρις), ἢ ὅτι ἀπὸ τύχης συνέπεσεν ἢ συνηναγκάσθησαν, ἢ ὅτι ἀπέδωκαν ἀλλʼ οὐκ ἔδωκαν, εἴτε εἰδότες εἴτε μή· ἀμφοτέρως γὰρ τὸ ἀντί τινος, ὥστε οὐδʼ οὕτως ἂν εἴη χάρις.
同样清晰的是,我们可以从哪些方面消除好意的功劳,并使人显得毫无好意;因为我们可以表明,他们协助或曾协助是为了他们自己(而这不是好意),或者这是偶然发生的,或者是被迫的,或者他们只是偿还而非赠予,无论知情与否;因为在这两种情况下都是为了某种回报,因此即使这样也不算作好意。
§2.7.6καὶ περὶ ἁπάσας τὰς κατηγορίας σκεπτέον· ἡ γὰρ χάρις ἐστὶν ἢ ὅτι τοδὶ ἢ τοσόνδε ἢ τοιόνδε ἢ πότε ἢ ποῦ.
我们还必须结合所有范畴来进行考察;因为好意取决于它是某个特定事物、还是如此数量、如此性质、在何时、或在何地。
σημεῖον δὲ εἰ ἔλαττον μὴ ὑπηρέτησαν, καὶ εἰ τοῖς ἐχθροῖς ἢ ταὐτὰ ἢ ἴσα ἢ μείζω· δῆλον γὰρ ὅτι οὐδὲ ταῦτα ἡμῶν ἕνεκα.
如果他们连更小的协助都不曾提供,或者如果他们对敌人提供了相同、同等或更大的协助,这就是迹象;因为显然这些协助也不是为了我们。
ἢ εἰ φαῦλα εἰδώς· οὐδεὶς γὰρ ὁμολογεῖ δεῖσθαι φαύλων.
或者如果协助者在明知是微不足道的事物时仍提供协助;因为没有人会承认自己需要微不足道的事物。