§2.6.17φιλοτιμοῦνται δὲ πρὸς τοὺς ὁμοίους· φροντίζουσι δʼ ὡς ἀληθευόντων τῶν φρονίμων, τοιοῦτοι δʼ οἵ τε πρεσβύτεροι καὶ οἱ πεπαιδευμένοι.
人们与同等的人竞争;他们重视明智的人,认为他们说真话,而年长者和受过教育的人就是这样的人。
§2.6.18καὶ τὰ ἐν ὀφθαλμοῖς καὶ τὰ ἐν φανερῷ μᾶλλον (ὅθεν καὶ ἡ παροιμία τὸ ἐν ὀφθαλμοῖς εἶναι αἰδῶ)· διὰ τοῦτο τοὺς ἀεὶ παρεσομένους μᾶλλον αἰσχύνονται καὶ τοὺς προσέχοντας αὐτοῖς, διὰ τὸ ἐν ὀφθαλμοῖς ἀμφότερα.
人们对眼前和公开的事物感到更加羞耻(由此也产生了“羞耻在眼中”的谚语);因此,他们对那些将一直陪伴在身边的人以及关注他们的人感到更加羞耻,因为这两者都在他们眼前。
§2.6.19καὶ τοὺς μὴ περὶ ταὐτὰ ἐνόχους· δῆλον γὰρ ὅτι τἀναντία δοκεῖ τούτοις.
人们也对那些在相同事情上没有过错的人感到羞耻;因为显然这些人持有相反的看法。
καὶ τοὺς μὴ συγγνωμονικοὺς τοῖς φαινομένοις ἁμαρτάνειν· ἃ γάρ τις αὐτὸς ποιεῖ, ταῦτα λέγεται τοῖς πέλας οὐ νεμεσᾶν, ὥστε ἃ μὴ ποιεῖ, δῆλον ὅτι νεμεσᾷ.
他们也对那些不宽容显而易见犯错者的人感到羞耻;因为一个人自己做的事,据说他不会对邻人做同样的事感到愤慨,因而他自己不做的事,显然他会感到愤慨。
§2.6.20καὶ τοὺς ἐξαγγελτικοὺς πολλοῖς· οὐδὲν γὰρ διαφέρει μὴ δοκεῖν ἢ μὴ ἐξαγγέλλειν·
人们也对那些喜欢向许多人传播的人感到羞耻;因为不显露恶名与不被传播并没有什么区别。
ἐξαγγελτικοὶ δὲ οἵ τε ἠδικημένοι, διὰ τὸ παρατηρεῖν, καὶ οἱ κακολόγοι· εἴπερ γὰρ καὶ τοὺς μὴ ἁμαρτάνοντας, ἔτι μᾶλλον τοὺς ἁμαρτάνοντας.
而容易传播的人既包括受害者(因为他们会密切注视),也包括诽谤者;因为既然诽谤者甚至会诽谤不犯错的人,就更不用说犯错的人了。
καὶ οἷς ἡ διατριβὴ ἐπὶ ταῖς τῶν πέλας ἁμαρτίαις, οἷον χλευασταῖς καὶ κωμῳδοποιοῖς· κακολόγοι γάρ πως οὗτοι καὶ ἐξαγγελτικοί.
以及那些以邻人的过错为消遣的人,例如嘲讽者和喜剧作家;因为这些人在某种意义上是诽谤者和传播者。
καὶ ἐν οἷς μηδὲν ἀποτετυχήκασιν· ὥσπερ γὰρ θαυμαζόμενοι διάκεινται·
以及在那些从未见过自己失败的人面前;因为人们在他们面前处于被赞赏的状态。
διὸ καὶ τοὺς πρῶτον δεηθέντας τι αἰσχύνονται ὡς οὐδέν πω ἠδοξηκότες ἐν αὐτοῖς· τοιοῦτοι δὲ οἱ ἄρτι βουλόμενοι φίλοι εἶναι (τὰ γὰρ βέλτιστα τεθέανται· διὸ εὖ ἔχει ἡ τοῦ Εὐριπίδου ἀπόκρισις πρὸς τοὺς Συρακοσίους), καὶ τῶν πάλαι γνωρίμων οἱ μηδὲν συνειδότες.
因此,他们对第一次向自己请求某事的人也会感到羞耻,因为在他们面前自己尚未失去名声;刚刚想成为朋友的人就是这样的人(因为他们看到的都是最好的部分;所以欧里庇得斯对叙拉古人的回答很得体),以及老相识中对自己的过错一无所知的人。
§2.6.21αἰσχύνονται δὲ οὐ μόνον αὐτὰ τὰ ῥηθέντα αἰσχυντηλὰ ἀλλὰ καὶ τὰ σημεῖα, οἷον οὐ μόνον ἀφροδισιάζοντες ἀλλὰ καὶ τὰ σημεῖα αὐτοῦ, καὶ οὐ μόνον ποιοῦντες §2.6.22τὰ αἰσχρά, ἀλλὰ καὶ λέγοντες.
人们不仅对上述可耻的事物本身感到羞耻,而且对它们的迹象也感到羞耻;例如,不仅在进行性行为时感到羞耻,而且对其迹象也感到羞耻,不仅在做可耻的事时感到羞耻,而且在说起它们时也是如此。
ὁμοίως δὲ οὐ τοὺς εἰρημένους μόνον αἰσχύνονται, ἀλλὰ καὶ τοὺς δηλώσοντας αὐτοῖς, οἷον θεράποντας καὶ φίλους τούτων.
同样,他们不仅在上述提到的人面前感到羞耻,而且在会向那些人告发的人面前也感到羞耻,例如他们的仆人和朋友。
§2.6.23ὅλως δὲ οὐκ αἰσχύνονται οὔθʼ ὧν πολὺ καταφρονοῦσι τῆς δόξης τοῦ ἀληθεύειν (οὐδεὶς γὰρ παιδία καὶ θηρία αἰσχύνεται), οὔτε ταὐτὰ τοὺς γνωρίμους καὶ τοὺς ἀγνῶτας, ἀλλὰ τοὺς μὲν γνωρίμους τὰ πρὸς ἀλήθειαν δοκοῦντα τοὺς δʼ ἄπωθεν τὰ πρὸς τὸν νόμον.
总的来说,对于那些由于认为其不说真话而极为蔑视其评价的人,人们不感到羞耻(因为没有人会在小孩和野兽面前感到羞耻),而且在熟人和陌生人面前感到羞耻的事情也不同,在熟人面前羞耻于那些在事实上被认为是丑恶的事,而在远方的人(陌生人)面前则羞耻于那些在法律惯例上被认为是丑恶的事。
§2.6.24αὐτοὶ δὲ ὧδε διακείμενοι αἰσχυνθεῖεν ἄν, πρῶτον μὲν εἰ ὑπάρχοιεν πρὸς αὐτοὺς ἔχοντες οὕτως τινὲς οἵους ἔφαμεν εἶναι οὓς αἰσχύνονται.
而人们自己在处于以下状态时会感到羞耻:第一,如果有某些人存在,他们与自己的关系就像我们所说的那些令人感到羞耻的人一样。
ἦσαν δʼ οὗτοι ἢ οἱ θαυμαζόμενοι ἢ θαυμάζοντες ἢ ὑφʼ ὧν βούλονται θαυμάζεσθαι, ἢ ὧν δέονταί τινα χρείαν ἧς μὴ τεύξονται ἄδοξοι ὄντες, καὶ οὗτοι ἢ ὁρῶντες (ὥσπερ Κυδίας περὶ τῆς Σάμου κληρουχίας ἐδημηγόρησεν· ἠξίου γὰρ ὑπολαβεῖντοὺς Ἀθηναίους περιεστάναι κύκλῳ τοὺς Ἕλληνας, ὡς ὁρῶντας καὶ μὴ μόνον ἀκουσομένους ἃ ἂν ψηφίσωνται), ἢ ἂν πλησίον ὦσιν οἱ τοιοῦτοι, ἢ μέλλωσιν αἰσθήσεσθαι· διὸ καὶ ὁρᾶσθαι ἀτυχοῦντες ὑπὸ τῶν ζηλούντων ποτὲ οὐ βούλονται· θαυμασταὶ γὰρ οἱ ζηλωταί.
这些人要么是被赞赏的人,要么是赞赏自己的人,要么是自己希望被其赞赏的人,要么是自己需要其某种服务而一旦失去名声就无法获得的人;并且这些人要么正在看着(正如库迪亚斯在关于萨摩斯分配土地的公民大会演说中所说的:他要求雅典人设想希腊人正环绕在他们周围,不仅会听到他们所决议的事,而且正在看着他们),要么是此类人在身边,或者将要发觉;因此,当他们遭遇不幸时,绝不希望被曾经嫉妒自己的人看到,因为嫉妒的人就是(苛刻的)观众。
§2.6.25καὶ ὅταν ἔχωσιν ἃ καταισχύνουσιν ἔργα καὶ πράγματα ἢ αὑτῶν ἢ προγόνων ἢ ἄλλων τινῶν πρὸς οὓς ὑπάρχει αὐτοῖς ἀγχιστεία τις.
以及当他们拥有使他们蒙羞的行为和事件时,无论是他们自己的、其祖先的、还是与其有某种亲属关系的其他人的。
καὶ ὅλως ὑπὲρ ὧν αἰσχύνονται αὐτοί· εἰσὶ δʼ οὗτοι οἱ εἰρημένοι καὶ οἱ εἰς αὐτοὺς ἀναφερόμενοι, ἢ ὧν διδάσκαλοι ἢ σύμβουλοι γεγόνασιν, ἢ ἐὰν ὦσιν ἕτεροι ὅμοιοι πρὸς οὓς φιλοτιμοῦνται·
总的来说,是由于那些他们自己为其感到羞耻的人;这些人是已经提到的那些人,以及与他们有关的人,或者他们曾担任其教师或顾问的人,或者是那些他们与之竞争的其他同等之人存在时。
§2.6.26πολλὰ γὰρ αἰσχυνόμενοι διὰ τοὺς τοιούτους καὶ ποιοῦσι καὶ οὐ ποιοῦσιν.
因为由于在这样的人面前感到羞耻,他们既做了很多事,也未做很多事。
§2.6.27καὶ μέλλοντες ὁρᾶσθαι καὶ ἐν φανερῷ ἀναστρέφεσθαι τοῖς συνειδόσιν αἰσχυντηλοὶ μᾶλλον εἰσίν·
而且当他们将被看见并在公开场合与那些知道其秘密的人来往时,他们更容易感到羞耻。
ὅθεν καὶ Ἀντιφῶν ὁ ποιητής, μέλλων ἀποτυμπανίζεσθαι ὑπὸ Διονυσίου, εἶπεν, ἰδὼν τοὺς συναποθνῄσκειν μέλλοντας ἐγκαλυπτομένους ὡς ᾔεσαν διὰ τῶν πυλῶν,
τί ἐγκαλύπτεσθε;
因此,诗人安提丰在将被狄奥尼修斯处死时,看到那些将与他一同死去的人在穿过城门时遮住脸,便说:“你们为什么要遮住脸?
ἔφη· ἦ μὴ αὔριόν τις ὑμᾶς ἴδῃ τούτων;
难道你们害怕明天这些人中的某个人会看见你们吗?
περὶ μὲν οὖν αἰσχύνης ταῦτα· περὶ δὲ ἀναισχυντίας δῆλον ὡς ἐκ τῶν ἐναντίων εὐπορήσομεν.
” 关于羞耻的事情就是这些;而关于无耻,显然我们很容易从相反的事物中获得阐明。