§2.5.14οὐκ οἴονται δὲ παθεῖν ἂν οὔτε οἱ ἐν εὐτυχίαις μεγάλαις ὄντες καὶ δοκοῦντες (διὸ ὑβρισταὶ καὶ ὀλίγωροι καὶ θρασεῖς, ποιεῖ δὲ τοιούτους πλοῦτος ἰσχὺς πολυφιλία δύναμις), οὔτε οἱ ἤδη πεπονθέναι πάντα νομίζοντες τὰ δεινὰ καὶ ἀπεψυγμένοι πρὸς τὸ μέλλον, ὥσπερ οἱ ἀποτυμπανιζόμενοι ἤδη·
那些认为自己不会遭受任何痛苦的人,既不是处于极大好运之中并显得如此的人(因此他们傲慢、轻慢且胆大妄为,而财富、肉体力量、众多朋友和权势使他们成为这样的人),也不是那些认为自己已经遭受了所有可怕之事、对未来已经冷酷无情的人,就像那些已经被处决的人一样;相反,必须在底层保留某种得救的希望,这正是他们为之焦虑的。
ἀλλὰ δεῖ τινα ἐλπίδα ὑπεῖναι σωτηρίας, περὶ οὗ ἀγωνιῶσιν. σημεῖον δέ· ὁ γὰρ φόβος βουλευτικοὺς ποιεῖ, καίτοι οὐδεὶς βουλεύεται περὶ τῶν ἀνελπίστων·
有一个证据:因为恐惧使人们进行审议,然而,没有人会对毫无希望的事情进行审议。
§2.5.15ὥστε δεῖ τοιούτους παρασκευάζειν, ὅταν ᾖ βέλτιον τὸ φοβεῖσθαι αὐτούς, ὅτι τοιοῦτοί εἰσιν οἷον παθεῖν (καὶ γὰρ ἄλλοι μείζους ἔπαθον), καὶ τοὺς τοιούτους δεικνύναι πάσχοντας ἢ πεπονθότας, καὶ ὑπὸ τοιούτων ὑφʼ ὧν οὐκ ᾤοντο, καὶ ταῦτα ἃ καὶ τότε ὅτε οὐκ ᾤοντο.
因此,当让他们感到恐惧更为有利时,必须使他们准备好相信自己是属于可能遭受痛苦的人(因为其他更伟大的人也曾遭受过),并向他们展示这样的人正在遭受或已经遭受痛苦,而且是由那些他们没有料到的人、在他们没有料到的时刻、遭受了他们没有料到的事情。
§2.5.16ἐπεὶ δὲ περὶ φόβου φανερὸν τί ἐστιν, καὶ τῶν φοβερῶν, καὶ ὡς ἕκαστοι ἔχοντες δεδίασι, φανερὸν ἐκ τούτων καὶ τὸ θαρρεῖν τί ἐστι, καὶ περὶ ποῖα θαρραλέοι εἰσὶ καὶ πῶς διακείμενοι θαρραλέοι εἰσίν·
既然关于恐惧是什么、可怕的事物是什么、以及人们在何种状态下感到恐惧已经很清楚了,那么从这些中,自信是什么,人们对什么样的事情感到自信,以及处于何种状态时感到自信,也就显而易见了。
τό τε γὰρ θάρσος τὸ ἐναντίον τῷ φόβῳ, καὶ τὸ θαρραλέον τῷ φοβερῷ, ὥστε μετὰ φαντασίας ἡ ἐλπὶς τῶν σωτηρίων ὡς ἐγγὺς ὄντων, τῶν δὲ φοβερῶν ὡς ἢ μὴ ὄντων ἢ πόρρω ὄντων.
因为自信是恐惧的对立面,而引发自信的事物是可怕之物的对立面,因此自信是伴随着心像的希望,即带来拯救的事物近在咫尺,而可怕的事物要么不存在,要么相距遥远。
§2.5.17ἔστι δὲ θαρραλέα τά τε δεινὰ πόρρω ὄντα καὶ τὰ σωτήρια ἐγγύς, καὶ ἐπανορθώσεις ἂν ὦσι καὶ βοήθειαι πολλαὶ ἢ μεγάλαι ἢ ἄμφω, καὶ μήτε ἠδικημένοι μήτε ἠδικηκότες ὦσιν, ἀνταγωνισταί τε ἢ μὴ ὦσιν ὅλως, ἢ μὴ ἔχωσιν δύναμιν, ἢ δύναμιν ἔχοντες ὦσι φίλοι ἢ πεποιηκότες εὖ ἢ πεπονθότες, ἢ ἂν πλείους ὦσιν οἷς ταὐτὰ συμφέρει, ἢ κρείττους, ἢ ἄμφω.
而令人感到自信的事物,包括那些相距遥远的可怕之事,以及近在咫尺的得救之事,此外还有很多或很大的纠正与救援手段,或两者兼备,且他们既没有受到不公正对待,也没有对别人行不公正,且竞争对手要么根本不存在,要么没有力量,或者即使有力量,也是他们的朋友,或者曾经施恩于他们、接受过他们的恩惠,或者与他们有着相同利益的人人数更多、力量更强,或两者兼备。
§2.5.18αὐτοὶ δʼ οὕτως ἔχοντες θαρραλέοι εἰσίν, ἂν πολλὰ κατωρθωκέναι οἴωνται καὶ μὴ πεπονθέναι, ἢ ἐὰν πολλάκις ἐληλυθότες εἰς τὰ δεινὰ καὶ διαπεφευγότες ὦσι· διχῶς γὰρ ἀπαθεῖς γίγνονται οἱ ἄνθρωποι, ἢ τῷ μὴ πεπειρᾶσθαι ἢ τῷ βοηθείας ἔχειν, ὥσπερ ἐν τοῖς κατὰ θάλατταν κινδύνοις οἵ τε ἄπειροι χειμῶνος θαρροῦσι τὰ μέλλοντα καὶ οἱ βοηθείας ἔχοντες διὰ τὴν ἐμπειρίαν.
而人们自己在处于以下状态时会感到自信:如果他们认为自己已经多次成功且未曾遭受痛苦,或者他们多次陷入可怕的境地并得以逃脱;因为人们有两种方式变得无动于衷,要么是通过没有经验,要么是通过拥有救援手段,正如在海上冒险时,那些对风暴毫无经验的人对未来充满信心,而那些因经验而拥有救援手段的人也同样如此。
§2.5.19καὶ ὅταν τοῖς ὁμοίοις φοβερὸν μὴ ᾖ, μηδὲ τοῖς ἥττοσι καὶ ὧν κρείττους οἴονται εἶναι· §2.5.20οἴονται δὲ ὧν κεκρατήκασιν ἢ αὐτῶν ἢ τῶν κρειττόνων ἢ τῶν ὁμοίων.
此外,当某事对于他们的同等者,或者对于那些他们自认为优于其的劣等者来说,并不足为惧时;(而他们认为自己优于那些他们曾经战胜过的人,不论是这些人本身,还是优于他们的人,或者是与他们同等的人)。
καὶ ἂν ὑπάρχειν αὑτοῖς οἴωνται πλείω καὶ μείζω, οἷς ὑπερέχοντες φοβεροί εἰσιν· ταῦτα δέ ἐστι πλῆθος χρημάτων καὶ ἰσχὺς σωμάτων καὶ φίλων καὶ χώρας καὶ τῶν πρὸς πόλεμον παρασκευῶν, ἢ πασῶν ἢ τῶν μεγίστων.
如果他们认为自己拥有更多且更大的事物,而通过这些优势他们对他人来说是可怕的;这些是大量的财富、肉体的力量、朋友、领土以及战争的准备,要么是全部,要么是其中最重要的。
καὶ ἐὰν μὴ ἠδικηκότες ὦσιν μηδένα ἢ μὴ πολλοὺς ἢ μὴ τούτους παρʼ ὧν φοβοῦνται,
如果他们没有对任何人行不公正,或者没有对很多人行不公正,或者没有对他们所害怕的人行不公正。
§2.5.21καὶ ὅλως ἂν τὰ πρὸς τοὺς θεοὺς αὐτοῖς καλῶς ἔχῃ, τά τε ἄλλα καὶ τὰ ἀπὸ σημείων καὶ λογίων· θαρραλέον γὰρ ἡ ὀργή, τὸ δὲ μὴ ἀδικεῖν ἀλλʼ ἀδικεῖσθαι ὀργῆς ποιητικόν, τὸ δὲ θεῖον ὑπολαμβάνεται βοηθεῖν τοῖς ἀδικουμένοις.
总而言之,如果他们与神灵的关系良好,无论是在其他方面,还是在神兆和神谕方面;因为愤怒会激发自信,而行不公正却被行不公正会产生愤怒,且神灵被认为会帮助那些受到不公正对待的人。
§2.5.22καὶ ὅταν ἐπιχειροῦντες ἢ μηδὲν ἂν παθεῖν ἢ κατορθώσειν οἴωνται.
此外,当他们在进行尝试时,认为自己要么不会遭受任何痛苦,要么会取得成功。
καὶ περὶ μὲν τῶν φοβερῶν καὶ θαρραλέων εἴρηται.
关于可怕之物和激发自信之物,已经说完了。