Humanitext Reader

亚里士多德 · 修辞学 §2.23.6-2.23.11

基于时间、言论、定义及归纳的论式

第 65 段,共 98 段 · 希腊语

内容简介

亚里士多德继续列举说服性论式,结合诸多历史和文学先例,阐明如何通过考察时间、利用对方言论反驳、依赖定义、分析词的多义性、划分排除以及归纳法来构建论证。

§2.23.6ἄλλος ἐκ τοῦ τὸν χρόνον σκοπεῖν, οἷον ὡς Ἰφικράτης ἐν τῇ πρὸς Ἁρμόδιον, ὅτι εἰ πρὶν ποιῆσαι ἠξίουν τῆς εἰκόνος τυχεῖν ἐὰν ποιήσω, ἔδοτε ἄν·
另一个论式源于考量时间,例如伊菲克拉特斯在针对哈尔莫迪乌斯的演说中说:“如果我在行动之前要求:若我行动了就应当得到塑像,你们本会给我的;而现在我已经行动了,你们难道不给吗?
ποιήσαντι δʼ ἆρʼ οὐ δώσετε; μὴ τοίνυν μέλλοντες μὲν ὑπισχνεῖσθε, παθόντες δʼ ἀφαιρεῖσθε .
因此,请不要在有求于人时许下诺言,而在受益之后却又予以剥夺。
καὶ πάλιν πρὸς τὸ Θηβαίους διιέναι Φίλιππον εἰς τὴν Ἀττικήν, ὅτι εἰ πρὶν βοηθῆσαι εἰς Φωκεῖς ἠξίου, ὑπέσχοντο ἄν· ἄτοπον οὖν εἰ διότι προεῖτο καὶ ἐπίστευσεν μὴ διήσουσιν.
”又如,关于底比斯人让腓力通过进入阿提卡的问题,如果他在帮助他们对抗福基斯人之前提出要求,他们本会答应的;因此,如果仅仅因为他放弃了既得利益并信任了他们,他们就不让他通过,那是荒谬的。
§2.23.7ἄλλος ἐκ τῶν εἰρημένων καθʼ αὑτοῦ πρὸς τὸν εἰπόντα, οἷον ἐν τῷ Τεύκρῳ.
另一个论式源于将对方说自己的话反过来用于说话者本人,例如在《忒乌克罗斯》中。
διαφέρει δὲ ὁ τρόπος ᾧ ἐχρήσατο Ἰφικράτης πρὸς Ἀριστοφῶντα, ἐπερόμενος εἰ προδοίη ἂν τὰς ναῦς ἐπὶ χρήμασιν· οὐ φάσκοντος δέ, εἶτα εἶπεν σὺ μὲν ὢν Ἀριστοφῶν οὐκ ἂν προδοίης, ἐγὼ δʼ ὢν Ἰφικράτης;
不过,伊菲克拉特斯对阿里斯托丰所使用的方法有所不同,他质问阿里斯托丰是否会为了钱财而背叛舰队;在阿里斯托丰予以否认后,他说:“那么,你阿里斯托丰不会背叛,而我伊菲克拉特斯就会背叛吗?
δεῖ δὲ ὑπάρχειν μᾶλλον ἂν δοκοῦντα ἀδικῆσαι ἐκεῖνον· εἰ δὲ μή, γελοῖον ἂν φανείη, οἷον εἰ πρὸς Ἀριστείδην κατηγοροῦντα τοῦτό τις εἴπειεν ἄλλος πρὸς ἀπιστίαν τοῦ κατηγόρου· ὅλως γὰρ βούλεται ὁ κατηγορῶν βελτίων εἶναι τοῦ φεύγοντος·
”但这必须在对方看起来更有可能作恶的情况下才行;否则,就会显得可笑,例如如果有人对指控他们的阿里斯提德说这番话以贬低控诉者;因为控诉者总想证明自己比被告更好,因而必须对这一点予以驳斥。
τοῦτʼ οὖν ἐξελέγχειν δεῖ. καθόλου δὲ ἄτοπός ἐστιν, ὅταν τις ἐπιτιμᾷ ἄλλοις ἃ αὐτὸς ποιεῖ ἢ ποιήσειεν ἂν, ἢ προτρέπῃ ποιεῖν ἃ αὐτὸς μὴ ποιεῖ μηδὲ ποιήσειεν ἄν.
总的来说,如果一个人谴责他人做了自己正在做或可能会做的事,或者劝人去做自己没做且不会做的事,那是荒谬的。
§2.23.8ἄλλος ἐξ ὁρισμοῦ, οἷον τί τὸ δαιμόνιόν ἐστιν·
另一个论式源于定义,例如:什么是“神性的东西(戴蒙)”?
ἆρα θεὸς ἢ θεοῦ ἔργον;
“它难道不是一个神,或者神的杰作吗?
καίτοι ὅστις οἴεται θεοῦ ἔργον εἶναι, τοῦτον ἀνάγκη οἴεσθαι καὶ θεοὺς εἶναι.
然而,任何认为它是神的杰作的人,必然也认为神是存在的。
καὶ ὡς Ἰφικράτης, ὅτι γενναιότατος ὁ βέλτιστος· καὶ γὰρ Ἁρμοδίῳ καὶ Ἀριστογείτονι οὐδὲν πρότερον ὑπῆρχεν γενναῖον πρὶν γενναῖόν τι πρᾶξαι.
”又如伊菲克拉特斯所说:最优秀的人就是最高贵的;因为即使是对哈尔莫迪乌斯和阿里斯托盖同而言,在他们做出高贵的举动之前,也没有任何高贵之处。
καὶ ὅτι συγγενέστερος αὐτός· τὰ γοῦν ἔργα συγγενέστερά ἐστι τὰ ἐμὰ τοῖς Ἁρμοδίου καὶ Ἀριστογείτονος ἢ τὰ σά .
又如他认为自己与他们更“意气相投”(血缘更近):“至少我的行为要比你的行为与哈尔莫迪乌斯和阿里斯托盖同的行为更相近。
καὶ ὡς ἐν τῷ Ἀλεξάνδρῳ ὅτι πάντες ἂν ὁμολογήσειαν τοὺς μὴ κοσμίους οὐχ ἑνὸς σώματος ἀγαπᾶν ἀπόλαυσιν.
”又如在《亚历山大》中说,所有人都会同意,不温和的人不会满足于仅享乐于一个身体。
καὶ διʼ ὃ Σωκράτης οὐκ ἔφη βαδίζειν ὡς Ἀρχέλαον· ὕβριν γὰρ ἔφη εἶναι τὸ μὴ δύνασθαι ἀμύνασθαι ὁμοίως καὶ εὖ παθόντας ὥσπερ καὶ κακῶς.
以及苏格拉底说自己不去阿克劳斯那里的原因;因为他说,无法以同样的方式报答恩惠就如同无法报复伤害一样,这是一种侮辱。
πάντες γὰρ οὗτοι ὁρισάμενοι καὶ λαβόντες τὸ τί ἐστι συλλογίζονται περὶ ὧν λέγουσιν.
因为所有这些人,都是在定义并掌握了事物“是什么”之后,再对他们所谈论的事物进行推论。
§2.23.9ἄλλος ἐκ τοῦ ποσαχῶς, οἷον ἐν τοῖς Τοπικοῖς περὶ τοῦ ὀρθῶς.
另一个论式源于词的多义性,例如在《论题篇》中关于“正确地”的讨论。
§2.23.10ἄλλος ἐκ διαιρέσεως, οἷον εἰ πάντες τριῶν ἕνεκεν ἀδικοῦσιν (ἢ τοῦδε γὰρ ἕνεκα ἢ τοῦδε ἢ τοῦδε), καὶ διὰ μὲν τὰ δύο ἀδύνατον, διὰ δὲ τὸ τρίτον οὐδʼ αὐτοί φασιν.
另一个论式源于划分(排除法),例如:“如果所有人作恶都是出于三种原因(要么因为这个,要么因为这个,要么因为这个),而因为其中两个原因是不可能的,至于第三个原因,连他们自己也否认。
§2.23.11ἄλλος ἐξ ἐπαγωγῆς, οἷον ἐκ τῆς Πεπαρηθίας, ὅτι περὶ τῶν τέκνων αἱ γυναῖκες πανταχοῦ διορίζουσι τἀληθές·
” 另一个论式源于归纳,例如关于佩帕雷托斯妇女的案例:“关于孩子,妇女在各处都裁定真相。
τοῦτο μὲν γὰρ Ἀθήνησι Μαντίᾳ τῷ ῥήτορι ἀμφισβητοῦντι πρὸς τὸν υἱὸν ἀπέφηνεν ἡ μήτηρ, τοῦτο δὲ Θήβησιν Ἰσμηνίου καὶ Στίλβωνος ἀμφισβητούντων ἡ Δωδωνὶς ἀπέδειξεν Ἰσμηνίου τὸν υἱόν, καὶ διὰ τοῦτο Θετταλίσκον Ἰσμηνίου ἐνόμιζον.
” 因为一方面,在雅典,当雄辩家曼提亚斯与儿子发生争执时,母亲作出了声明;另一方面,在底比斯,当伊斯梅尼亚斯和斯蒂尔朋发生争执时,多多纳的妇女证实了那是伊斯梅尼亚斯的儿子,并因此人们将戴塔利斯科技为伊斯梅尼亚斯之子。
καὶ πάλιν ἐκ τοῦ Νόμου τοῦ Θεοδέκτου, εἰ τοῖς κακῶς ἐπιμεληθεῖσι τῶν ἀλλοτρίων ἵππων οὐ παραδιδόασι τοὺς οἰκείους, οὐδὲ τοῖς ἀνατρέψασι τὰς ἀλλοτρίας ναῦς τὰς οἰκείας, οὐκοῦν εἰ ὁμοίως ἐφʼ ἁπάντων, καὶ τοῖς κακῶς φυλάξασι τὴν ἀλλοτρίαν οὐ χρηστέον ἐστὶν εἰς τὴν οἰκείαν σωτηρίαν .
又如在狄奥德克特斯的《法律》中:“如果人们不把自己的马托付给那些没把别人的马照料好的人,也不把自己的船托付给那些弄翻了别人的船的人,那么如果所有情况都同样适用,人们就不应当任用那些没能守护好别人的安全的人来负责自己国家的安全。
καὶ ὡς Ἀλκιδάμας, ὅτι πάντες τοὺς σοφοὺς τιμῶσιν· Πάριοι γοῦν Ἀρχίλοχον καίπερ βλάσφημον ὄντα τετιμήκασι, καὶ Χῖοι Ὅμηρον οὐκ ὄντα πολίτην, καὶ Μυτιληναῖοι Σαπφῶ καίπερ γυναῖκα οὖσαν, καὶ Λακεδαιμόνιοι Χίλωνα καὶ τῶν γερόντων ἐποίησαν ἥκιστα φιλόλογοι ὄντες, καὶ Ἰταλιῶται Πυθαγόραν, καὶ Λαμψακηνοὶ Ἀναξαγόραν ξένον ὄντα ἔθαψαν καὶ τιμῶσι ἔτι καὶ νῦν, καὶ Ἀθηναῖοι τοῖς Σόλωνος νόμοις χρησάμενοι εὐδαιμόνησαν καὶ Λακεδαιμόνιοι τοῖς Λυκούργου, καὶ Θήβησιν ἅμα οἱ προστάται φιλόσοφοι ἐγένοντο καὶ εὐδαιμόνησεν ἡ πόλις .
”又如阿尔基达马斯所说,所有人都敬重智者:“至少帕罗斯人敬重阿耳基洛科斯,尽管他是一个诽谤者;希奥斯人敬重荷马,尽管他并非其公民;米蒂利尼人敬重萨福,尽管她是一个女人;拉刻代蒙人将希伦列为长老之一,尽管他们是最不喜好文艺的;意大利人敬重毕达哥拉斯;拉姆普萨科斯人埋葬了阿那克萨哥拉,尽管他是一个外邦人,并且至今仍在敬重他;雅典人因采用梭伦的法律而变得繁荣,拉刻代蒙人因采用莱库古的法律而繁荣,在底比斯,一旦领导者们成为了哲学者,城邦便变得繁荣。 ”

词汇与语法注释

  1. 1398aἄτοπον οὖν εἰ ... μὴ διήσουσιν — 连接词 εἰ 在此处并不引导条件从句,而是用在表示评估或情感的形容词(此处为 ἄτοπον“荒谬的”)之后,引导一个表示事实的实质名词从句(“……这一事实”)。使用否定词 μή 是因为该事实被作了假设性的构想。
  2. 2.23.7σὺ μὲν ὢν Ἀριστοφῶν οὐκ ἂν προδοίης — 分词 ὢν(意为“作为……的人”)带有让步或条件色彩,意思是“虽然你是阿里斯托丰(自诩高洁之人)”或“如果你处在阿里斯托丰的立场上”。它修饰主句中的可能祈愿语气(οὐκ ἂν προδοίης,“你不会背叛”)。
  3. 2.23.8τὸ μὴ δύνασθαι ἀμύνασθαι ὁμοίως καὶ εὖ παθόντας ὥσπερ καὶ κακῶς — 分词 εὖ παθόντας(“受惠之人”)及其中暗含的对应词 κακῶς [παθόντας] 修饰不定式 ἀμύνασθαι(“报答/报复”)的宾格主语。虽然 ἀμύνομαι 通常指针对伤害的“报复”或“防御”,但在此处被泛指,也包括对善意的“报答”。
  4. 2.23.11ἅμα οἱ προστάται φιλόσοφοι ἐγένοντο καὶ εὐδαιμόνησεν ἡ πόλις — 结构 ἅμα ... καί ... 是一个关联句式,意为“在……的同时,……也……”,强调了这两个事件在时间上的同步性与内在关联。

引用这一段

亚里士多德, 修辞学 §2.23.6-2.23.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:2.23.6-2.23.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。