§2.22.9ὁμοίως δὲ τούτοις καὶ περὶ πράγματος ὁτουοῦν, οἷον περὶ δικαιοσύνης, εἰ ἀγαθὸν ἢ μὴ ἀγαθόν, ἐκ τῶν ὑπαρχόντων τῇ δικαιοσύνῃ καὶ τῷ ἀγαθῷ·
与此相同,关于任何其他事物,例如关于正义,论述它是善还是非善,也必须根据属于正义和善的事实来进行。
§2.22.10ὥστʼ ἐπειδὴ καὶ πάντες οὕτω φαίνονται ἀποδεικνύντες, ἐάν τε ἀκριβέστερον ἐάν τε μαλακώτερον συλλογίζωνται (οὐ γὰρ ἐξ ἁπάντων λαμβάνουσιν ἀλλʼ ἐκ τῶν περὶ ἕκαστον ὑπαρχόντων), καὶ διὰ τοῦ λόγου δῆλον ὅτι ἀδύνατον ἄλλως δεικνύναι, φανερὸν ὅτι ἀναγκαῖον, ὥσπερ ἐν τοῖς Τοπικοῖς, πρῶτον περὶ ἕκαστον ἔχειν ἐξειλεγμένα περὶ τῶν ἐνδεχομένων καὶ τῶν ἐπικαιροτάτων,
因此,既然所有人显然都是以这种方式进行证明的,无论他们的推论是更加严密还是更加宽泛(因为他们不是从所有事物中获取前提,而是从属于各具体事物的事实中获取),而且通过理性显而易见,不通过这种方式就无法进行证明,那么显然,就像在《论题篇》中一样,首先对每一事物拥有一套关于可能发生且最切合时宜的事物的选定前提,是必不可少的。
§2.22.11περὶ δὲ τῶν ἐξ ὑπογυίου γιγνομένων ζητεῖν τὸν αὐτὸν τρόπον, ἀποβλέποντα μὴ εἰς ἀόριστα ἀλλʼ εἰς τὰ ὑπάρχοντα περὶ ὧν ὁ λόγος, καὶ περιγράφοντα ὅ τι πλεῖστα καὶ ἐγγύτατα τοῦ πράγματος·
而对于临时发生的事务,也应当以同样的方式去探求,不要看向无限制的宽泛事物,而要看向作为论述对象的事实,并尽可能多且尽可能近地界定该事物的属性。
ὅσῳ μὲν γὰρ ἂν πλείω ἔχῃ τῶν ὑπαρχόντων, τοσούτῳ ῥᾷον δεικνύναι, ὅσῳ δʼ ἐγγύτερον, τοσούτῳ οἰκειότερα καὶ ἧττον κοινά.
因为掌握属于该事物的属性越多,证明就越容易;而属性越贴近,就越具有针对性,而不那么流于普通。
§2.22.12λέγω δὲ κοινὰ μὲν τὸ ἐπαινεῖν τὸν Ἀχιλλέα ὅτι ἄνθρωπος καὶ ὅτι τῶν ἡμιθέων καὶ ὅτι ἐπὶ τὸ Ἴλιον ἐστρατεύσατο· ταῦτα γὰρ καὶ ἄλλοις ὑπάρχει πολλοῖς, ὥστε οὐδὲν μᾶλλον ὁ τοιοῦτος τὸν Ἀχιλλέα ἐπαινεῖ ἢ Διομήδην·
我所说的“普遍的属性”是指,例如赞美阿喀琉斯是因为他是人、是半神之一、曾远征伊利翁;因为这些事实也属于其他许多人,所以这样的人赞美阿喀琉斯并不比赞美迪奥墨德斯更多。
ἴδια δὲ ἃ μηδενὶ ἄλλῳ συμβέβηκεν ἢ τῷ Ἀχιλλεῖ, οἷον τὸ ἀποκτεῖναι τὸν Ἕκτορα τὸν ἄριστον τῶν Τρώων καὶ τὸν Κύκνον, ὃς ἐκώλυσεν ἅπαντας ἀποβαίνειν ἄτρωτος ὤν, καὶ ὅτι νεώτατος καὶ οὐκ ἔνορκος ὢν ἐστράτευσεν, καὶ ὅσα ἄλλα τοιαῦτα.
而“特有的属性”是指除了阿喀琉斯以外没有其他人具有的属性,例如杀死特洛伊人中最优秀的赫克托尔,以及杀死了刀枪不入、阻止所有人登陆的库克诺斯,以及他作为最年轻者且未受誓言约束而参战,以及其他诸如此类的事情。
§2.22.13εἷς μὲν οὖν τρόπος τῆς ἐκλογῆς πρῶτος οὗτος ὁ τοπικός, τὰ δὲ στοιχεῖα τῶν ἐνθυμημάτων λέγωμεν· στοιχεῖον δὲ λέγω καὶ τόπον ἐνθυμήματος τὸ αὐτό.
因此,这第一个选择方法就是论式的方法,接下来让我们谈谈修辞推论的元素;我所说的修辞推论的“元素”和“论式”是同一个东西。
πρῶτον δὲ εἴπωμεν περὶ ὧν ἀναγκαῖον εἰπεῖν πρῶτον.
但首先让我们谈谈那些必须先谈论的事情。
§2.22.14ἔστιν γὰρ τῶν ἐνθυμημάτων εἴδη δύο· τὰ μὲν γὰρ δεικτικά ἐστιν ὅτι ἔστιν ἢ οὐκ ἔστιν, τὰ δʼ ἐλεγκτικά, καὶ διαφέρει ὥσπερ ἐν τοῖς διαλεκτικοῖς ἔλεγχος καὶ συλλογισμός.
因为修辞推论有两种类型:一类是证明性的,证明某事存在或不存在;另一类是反驳性的,它们的区别就像辩证法中的反驳与推论一样。
§2.22.15ἔστι δὲ τὸ μὲν δεικτικὸν ἐνθύμημα τὸ ἐξ ὁμολογουμένων συνάγειν, τὸ δὲ ἐλεγκτικὸν τὸ τὰ ἀνομολογούμενα συνάγειν.
证明性修辞推论是指从一致赞同的前提中得出结论,而反驳性修辞推论则是指从不一致的前提中得出结论。
§2.22.16σχεδὸν μὲν οὖν ἡμῖν περὶ ἕκαστον τῶν εἰδῶν τῶν χρησίμων καὶ ἀναγκαίων ἔχονται οἱ τόποι· ἐξειλεγμέναι γὰρ αἱ προτάσεις περὶ ἕκαστόν εἰσιν, ὥστε ἐξ ὧν δεῖ φέρειν τὰ ἐνθυμήματα τόπων περὶ ἀγαθοῦ ἢ κακοῦ, ἢ καλοῦ ἢ αἰσχροῦ, ἢ δικαίου ἢ ἀδίκου, καὶ περὶ τῶν ἠθῶν καὶ παθημάτων καὶ ἕξεων ὡσαύτως, εἰλημμένοι ἡμῖν ὑπάρχουσι πρότερον οἱ τόποι.
因此,对于每一个有用且必要的门类,我们的论式几乎已经齐备;因为关于各门类的命题都已经被选定,所以我们必须从中提取修辞推论的论式——关于善与恶、美与丑、正义与不正义,以及关于性格、情感和状态的论式——先前已经为我们所掌握。
§2.22.17ἔτι δὲ ἄλλον τρόπον καθόλου περὶ ἁπάντων λάβωμεν, καὶ λέγωμεν παρασημαινόμενοι τοὺς ἐλεγκτικοὺς καὶ τοὺς ἀποδεικτικούς, καὶ τοὺς τῶν φαινομένων ἐνθυμημάτων, οὐκ ὄντων δὲ ἐνθυμημάτων, ἐπεί περ οὐδὲ συλλογισμῶν.
此外,让我们以另一种更普遍的方式来掌握所有事物,并在阐述时指出反驳性的论式、证明性的论式,以及那些表面上是修辞推论但实际上不是(因为它们甚至不是推论)的“表象修辞推论”的论式。
δηλωθέντων δὲ τούτων περὶ τῶν λύσεων καὶ ἐνστάσεων διορίσωμεν, πόθεν δεῖ πρὸς τὰ ἐνθυμήματα φέρειν.
在这些阐明之后,让我们来界定关于化解和异议,应当从何处获取论据来针对修辞推论。