§2.22.1περὶ δʼ ἐνθυμημάτων καθόλου τε εἴπωμεν τίνα τρόπον δεῖ ζητεῖν, καὶ μετὰ ταῦτα τοὺς τόπους· ἄλλο γὰρ εἶδος ἑκάτερον τούτων ἐστίν.
关于修辞推论,让我们首先概括地谈谈应当以何种方式去寻找它们,然后谈谈它们的论式;因为这两个中的每一个都是不同的种类。
§2.22.2ὅτι μὲν οὖν τὸ ἐνθύμημα συλλογισμός ἐστιν, εἴρηται πρότερον, καὶ πῶς συλλογισμός, καὶ τί διαφέρει τῶν διαλεκτικῶν·
修辞推论是一种推论,这在前面已经说过,以及它是如何成为推论的,以及它与辩证推论有什么区别。
§2.22.3οὔτε γὰρ πόρρωθεν οὔτε πάντα δεῖ λαμβάνοντας συνάγειν· τὸ μὲν γὰρ ἀσαφὲς διὰ τὸ μῆκος, τὸ δὲ ἀδολεσχία διὰ τὸ φανερὰ λέγειν.
因为既不应当从太远的地方获取前提,也不应当把所有前提都纳进来进行推论;前者因为冗长而模糊,后者因为说出显而易见的事而流于唠叨。
τοῦτο γὰρ αἴτιον καὶ τοῦ πιθανωτέρους εἶναι τοὺς ἀπαιδεύτους τῶν πεπαιδευμένων ἐν τοῖς ὄχλοις, ὥσπερ φασὶν οἱ ποιηταὶ τοὺς ἀπαιδεύτους παρʼ ὄχλῳ μουσικωτέρως λέγειν·
这也就是为什么无教养者在群众中比有教养者更具说服力的原因,正如诗人们所说,无教养者在群众面前说话更“悦耳”。
οἱ μὲν γὰρ τὰ κοινὰ καὶ καθόλου λέγουσιν, οἱ δʼ ἐξ ὧν ἴσασι, καὶ τὰ ἐγγύς·
因为后者谈论共同和普遍的事物,而前者则根据他们所知道的和贴近的事物来谈论。
ὥστʼ οὐκ ἐξ ἁπάντων τῶν δοκούντων ἀλλʼ ἐκ τῶν ὡρισμένων λεκτέον, οἷον ἢ τοῖς κρίνουσιν ἢ οὓς ἀποδέχονται, καὶ τοῦτο διότι οὕτως φαίνεται δῆλον εἶναι ἅπασιν ἢ τοῖς πλείστοις·
因此,不应当根据所有被认可的意见,而应当根据限定的意见来谈论,例如根据裁判者或他们所认可的人的意见,并且这是因为在这样的人看来,事情对所有人或大多数人都是显而易见的。
καὶ μὴ μόνον συνάγειν ἐκ τῶν ἀναγκαίων, ἀλλὰ καὶ ἐκ τῶν ὡς ἐπὶ τὸ πολύ.
而且不仅要从必然的前提中进行推论,还要从通常如此的前提中进行推论。
§2.22.4πρῶτον μὲν οὖν δεῖ λαβεῖν ὅτι περὶ οὗ δεῖ λέγειν καὶ συλλογίζεσθαι εἴτε πολιτικῷ συλλογισμῷ εἴθʼ ὁποιῳοῦν, ἀναγκαῖον κατὰ τούτου ἔχειν τὰ ὑπάρχοντα, ἢ πάντα ἢ ἔνια· μηδὲν γὰρ ἔχων ἐξ οὐδενὸς ἂν ἔχοις συνάγειν.
因此,首先应当明白,关于所要论述和推论的对象,无论是政治推论还是其他任何推论,都必须掌握属于该对象的全部或部分事实;因为如果你一无所有,你就无法从任何东西中得出结论。
§2.22.5λέγω δʼ οἷον πῶς ἂν δυναίμεθα συμβουλεύειν Ἀθηναίοις εἰ πολεμητέον ἢ μὴ πολεμητέον, μὴ ἔχοντες τίς ἡ δύναμις αὐτῶν, πότερον ναυτικὴ ἢ πεζικὴ ἢ ἄμφω, καὶ αὕτη πόση, καὶ πρόσοδοι τίνες ἢ φίλοι καὶ ἐχθροί, εἶτα τίνας πολέμους πεπολεμήκασι καὶ πῶς, καὶ τἆλλα τὰ τοιαῦτα·
我的意思是,例如,如果我们不知道雅典人的力量是什么,是海军还是陆军,或者是两者兼有,以及力量有多大,他们的财政收入是什么,或者朋友和敌人是谁,进而他们曾进行过哪些战争以及是如何进行的,以及其他诸如此类的事情,我们又怎么能够建议他们是应当开战还是不应当开战呢?
§2.22.6ἢ ἐπαινεῖν, εἰ μὴ ἔχοιμεν τὴν ἐν Σαλαμῖνι ναυμαχίαν ἢ τὴν ἐν Μαραθῶνι μάχην ἢ τὰ ὑπὸ τῶν Ἡρακλειδῶν πραχθέντα ἢ ἄλλο τι τῶν τοιούτων.
或者,如果我们不知道萨拉米斯海战、马拉松战役、赫拉克勒斯后裔的功绩,或者其他诸如此类的事情,我们又怎么能赞美他们呢?
ἐκ γὰρ τῶν ὑπαρχόντων ἢ δοκούντων ὑπάρχειν καλῶν ἐπαινοῦσι πάντες.
因为所有人都是根据实际存在或被认为存在的崇高事迹来进行赞美的。
§2.22.7ὁμοίως δὲ καὶ ψέγουσιν ἐκ τῶν ἐναντίων, σκοποῦντες τί ὑπάρχει τοιοῦτον αὐτοῖς ἢ δοκεῖ ὑπάρχειν, οἷον ὅτι τοὺς Ἕλληνας κατεδουλώσαντο, καὶ τοὺς πρὸς τὸν βάρβαρον συμμαχεσαμένους καὶ ἀριστεύσαντας ἠνδραποδίσαντο, Αἰγινήτας καὶ Ποτιδαιάτας, καὶ ὅσα ἄλλα τοιαῦτα, εἴ τι ἄλλο τοιοῦτον ἁμάρτημα ὑπάρχει αὐτοῖς.
同样地,人们也根据相反的事实进行指责,审视他们身上实际存在或被认为存在哪些此类恶行,例如他们奴役了希腊人,将那些曾与他们一同对抗外邦人并建立殊勋的埃吉纳人和波提狄亚人贬为奴隶,以及其他诸如此类的事情,看看他们是否有其他类似的过失。
ὡς δʼ αὔτως καὶ οἱ κατηγοροῦντες καὶ οἱ ἀπολογούμενοι ἐκ τῶν ὑπαρχόντων σκοπούμενοι κατηγοροῦσι καὶ ἀπολογοῦνται.
同样,起诉者和申辩者也都是通过审视实际存在的事实来进行起诉和申辩的。
§2.22.8οὐδὲν δὲ διαφέρει περὶ Ἀθηναίων ἢ Λακεδαιμονίων, ἢ ἀνθρώπου ἢ θεοῦ, τὸ αὐτὸ τοῦτο δρᾶν·
至于对象是雅典人还是拉栖代梦人,是人还是神,采取这完全相同的做法并没有任何区别。
καὶ γὰρ συμβουλεύοντα τῷ Ἀχιλλεῖ, καὶ ἐπαινοῦντα καὶ ψέγοντα, καὶ κατηγοροῦντα καὶ ἀπολογούμενον ὑπὲρ αὐτοῦ, τὰ ὑπάρχοντα ἢ δοκοῦντα ὑπάρχειν ληπτέον, ἵνʼ ἐκ τούτων λέγωμεν, ἐπαινοῦντες ἢ ψέγοντες εἴ τι καλὸν ἢ αἰσχρὸν ὑπάρχει, κατηγοροῦντες δʼ ἢ ἀπολογούμενοι εἴ τι δίκαιον ἢ ἄδικον, συμβουλεύοντες δʼ εἴ τι συμφέρον ἢ βλαβερόν.
因为无论是给阿喀琉斯提出建议,还是赞美他或指责他,或者是起诉他或为他辩护,都必须掌握实际属于他或被认为属于他的事实,以便我们能根据这些来发言:赞美或指责是根据是否存在某种高尚或可耻的事实,起诉或辩护是根据是否存在某种正义或非正义的事实,而建议则是根据是否存在某种有利或有害的事实。