§2.21.9ἁρμόττει δὲ γνωμολογεῖν ἡλικίᾳ μὲν πρεσβυτέρων, περὶ δὲ τούτων ὧν ἔμπειρός τίς ἐστιν, ὥστε τὸ μὲν μὴ τηλικοῦτον ὄντα γνωμολογεῖν ἀπρεπὲς ὥσπερ καὶ τὸ μυθολογεῖν, περὶ δὲ ὧν ἄπειρος, ἠλίθιον καὶ ἀπαίδευτον.
就年龄而言,使用格言适合于年长者;就内容而言,适合于对自己有经验的事物发意。 因此,未达到这一年龄的人使用格言是不得体的,正如同讲故事一样;而对自己没有经验的事物发表格言则是愚蠢且没有教养的。
σημεῖον δὲ ἱκανόν· οἱ γὰρ ἀγροῖκοι μάλιστα γνωμοτύποι εἰσὶ καὶ ῥᾳδίως ἀποφαίνονται.
有一个充分的证明:因为乡下人最喜欢滥造格言,并且极易发表议论。
§2.21.10καθόλου δὲ μὴ ὄντος καθόλου εἰπεῖν μάλιστα ἁρμόττει ἐν σχετλιασμῷ καὶ δεινώσει, καὶ ἐν τούτοις ἢ ἀρχόμενον ἢ ἀποδείξαντα.
在事物本身并非普遍时却普遍地讲述,这在表示愤慨和夸张时尤为适用;在这些情况下,要么是在开始时使用,要么是在论证之后。
§2.21.11χρῆσθαι δὲ δεῖ καὶ ταῖς τεθρυλημέναις καὶ κοιναῖς γνώμαις, ἐὰν ὦσι χρήσιμοι·
此外,如果有用的话,也应当使用那些广为流传和普通的格言。
διὰ γὰρ τὸ εἶναι κοιναί, ὡς ὁμολογούντων πάντων, ὀρθῶς ἔχειν δοκοῦσιν, οἷον παρακαλοῦντι ἐπὶ τὸ κινδυνεύειν μὴ θυσαμένους
"
εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης,
"
καὶ ἐπὶ τὸ ἥττους ὄντας
"
ξυνὸς Ἐνυάλιος,
"
καὶ ἐπὶ τὸ ἀναιρεῖν τῶν ἐχθρῶν τὰ τέκνα καὶ μηδὲν ἀδικοῦντα
"
νήπιος ὃς πατέρα κτείνας παῖδας καταλείπει. " §2.21.12ἔτι ἔνιαι τῶν παροιμιῶν καὶ γνῶμαί εἰσιν, οἷον παροιμία
Ἀττικὸς πάροικος
.
因为由于它们是普适的,既然人人同意,它们就被显得是正确的。 例如,对于鼓舞人们在未作占卜就去冒险的人: “唯有一兆最善,即为祖国而战” ¦150 对处于劣势的人: “军神对人人都是公平的” 以及对于消灭仇敌那些并无过错的孩子: “杀父却留其子者,实为愚人” 此外,有些谚语也是格言,例如俗谚: ¦20 雅典的邻居。
§2.21.13δεῖ δὲ τὰς γνώμας λέγειν καὶ παρὰ τὰ δεδημοσιευμένα (λέγω δὲ δεδημοσιευμένα οἷον τὸ
γνῶθι σαυτὸν
καὶ τὸ
μηδὲν ἄγαν
), ὅταν ἢ τὸ ἦθος φαίνεσθαι μέλλῃ βέλτιον ἢ παθητικῶς εἰρημένη.
当人品显得更好或者带有强烈感情时,也应当说出一些与流行说法(我所说的流行说法,如“认识你自己”和“凡事勿过度”)相反的格言。
ἔστι δὲ παθητικὴ μὲν οἷον εἴ τις ὀργιζόμενος φαίη ψεῦδος εἶναι ὡς δεῖ γιγνώσκειν αὑτόν· οὗτος γοῦν εἰ ἐγίγνωσκεν ἑαυτόν, οὐκ ἄν ποτε στρατηγεῖν ἠξίωσε·
带强烈感情的说法,例如有人在愤怒中说,必须认识自己是错误的: ¦25 “这家伙要是认识他自己,就绝不会认为自己配当将军了。
τὸ δὲ ἦθος βέλτιον, ὅτι οὐ δεῖ, ὥσπερ φασίν, φιλεῖν ὡς μισήσοντας, ἀλλὰ μᾶλλον μισεῖν ὡς φιλήσοντας.
”而使人品显得更好,则是说,不应当像人们所说的那样,“去爱就如同将来要恨一样”,而应当“去恨就如同将来要爱一样”。
§2.21.14δεῖ δὲ τῇ λέξει τὴν προαίρεσιν συνδηλοῦν, εἰ δὲ μή, τὴν αἰτίαν ἐπιλέγειν, οἷον οὕτως εἰπόντα, ὅτι
δεῖ δὲ φιλεῖν οὐχ ὥσπερ φασίν, ἀλλʼ ὡς ἀεὶ φιλήσοντα· ἐπιβούλου γὰρ θάτερον
, ἢ ὧδε,
οὐκ ἀρέσκει δέ μοι τὸ λεγόμενον· δεῖ γὰρ τὸν ἀληθινὸν φίλον ὡς φιλήσοντα ἀεὶ φιλεῖν
, καὶ
οὐδὲ τὸ μηδὲν ἄγαν· δεῖ γὰρ τούς γε κακοὺς ἄγαν μισεῖν
.
而且应当通过言词同时表明自己的选择,否则,就应该随后附上原因。 例如,可以这样说: “不应当像人们所说的那样去爱, ¦30 而应当像将要永远去爱一样;因为另一种做法是心怀诡计者的行为。 ” 或者这样说: “我不喜欢这种流行说法;因为真正的朋友应当像将要永远去爱一样去爱。 ” 以及: “‘凡事勿过度’也同样不可取;因为对恶人至少应当过度地痛恨。
§2.21.15ἔχουσι δʼ εἰς τοὺς λόγους βοήθειαν μεγάλην μίαν μὲν διὰ τὴν φορτικότητα τῶν ἀκροατῶν·
” 它们对演讲有极大的帮助,一方面是由于听众的平庸。
χαίρουσι γὰρ ἐάν τις καθόλου λέγων ἐπιτύχῃ τῶν δοξῶν ἃς ἐκεῖνοι κατὰ μέρος ἔχουσιν.
因为如果有人以普遍的方式说出了他们对个别事物所持有的观点,他们就会感到高兴。
ὃ δὲ λέγω δῆλον ἔσται ὧδε, ἅμα δὲ καὶ πῶς δεῖ αὐτὰς θηρεύειν.
我所说的意思可以通过以下方式说清楚,同时也能明白应当如何搜寻它们。
ἡ μὲν γὰρ γνώμη, ὥσπερ εἴρηται, ἀπόφανσις καθόλου ἐστίν, χαίρουσι δὲ καθόλου λεγομένου ὃ κατὰ μέρος προϋπολαμβάνοντες τυγχάνουσι·
因为格言如前所述是一种普遍的宣示,而听众在听到别人普遍地讲述他们自己对个别事物所预先持有的看法时,就会感到高兴。
οἷον εἴ τις γείτοσι τύχοι κεχρημένος ἢ τέκνοις φαύλοις, ἀποδέξαιτʼ ἂν τοῦ εἰπόντος ὅτι οὐδὲν γειτονίας χαλεπώτερον ἢ ὅτι οὐδὲν ἠλιθιώτερον τεκνοποιίας, ὥστε δεῖ στοχάζεσθαι ποῖα τυγχάνουσι προϋπολαμβάνοντες, εἶθʼ οὕτως περὶ τούτων καθόλου λέγειν.
例如,如果有人碰巧遇到了坏邻居或愚蠢的孩子,当听到有人说“没有什么比做邻居更烦人的了”或“没有什么比生养孩子更愚蠢的了”时,他就会表示赞同。 ¦10 因此,必须推测他们碰巧预先持有什么样的看法,然后对这些事物进行普遍的论述。
§2.21.16ταύτην τε δὴ ἔχει μίαν χρῆσιν τὸ γνωμολογεῖν, καὶ ἑτέραν κρείττω·
因此,使用格言既有这一个用处,也有另一个更好的用处:因为这能使演说具有品格。
ἠθικοὺς γὰρ ποιεῖ τοὺς λόγους. ἦθος δὲ ἔχουσιν οἱ λόγοι ἐν ὅσοις δήλη ἡ προαίρεσις·
在所有那些选择显而易见的演说中,演说就具有了品格。
αἱ δὲ γνῶμαι πᾶσαι τοῦτο ποιοῦσιν διὰ τὸ ἀποφαίνεσθαι τὸν τὴν γνώμην λέγοντα καθόλου περὶ τῶν προαιρέσεων, ὥστε, ἂν χρησταὶ ὦσιν αἱ γνῶμαι, καὶ χρηστοήθη φαίνεσθαι ποιοῦσι τὸν λέγοντα.
而所有的格言都能做到这一点,因为 ¦15 发表格言的人是对选择进行普遍的宣示。 因此,如果格言是优良的,它们也会使说话者显得具有优良的品格。
περὶ μὲν οὖν γνώμης, καὶ τί ἐστι καὶ πόσα εἴδη ταύτης καὶ πῶς χρηστέον αὐτῇ καὶ τίνα ὠφέλειαν ἔχει, εἰρήσθω ταῦτα.
关于格言,包括它是什么、有多少种类、应当如何使用它以及它有什么益处,就说到这里为止。