§2.18.1ἐπεὶ δὲ ἡ τῶν πιθανῶν λόγων χρῆσις πρὸς κρίσιν ἐστί (περὶ ὧν γὰρ ἴσμεν καὶ κεκρίκαμεν οὐδὲν ἔτι δεῖ λόγου), ἔστι δʼ ἐάν τε πρὸς ἕνα τις τῷ λόγῳ χρώμενος προτρέπῃ ἢ ἀποτρέπῃ, οἷον οἱ νουθετοῦντες ποιοῦσιν ἢ πείθοντες (οὐδὲν γὰρ ἧττον κριτὴς ὁ εἷς· ὃν γὰρ δεῖ πεῖσαι, οὗτός ἐστιν ὡς εἰπεῖν ἁπλῶς κριτής), ἐάν τε πρὸς ἀμφισβητοῦντας, ἐάν τε πρὸς ὑπόθεσιν λέγῃ τις, ὁμοίως (τῷ γὰρ λόγῳ ἀνάγκη χρῆσθαι καὶ ἀναιρεῖν τὰ ἐναντία, πρὸς ἃ ὥσπερ ἀμφισβητοῦντα τὸν λόγον ποιεῖται), ὡσαύτως δὲ καὶ ἐν τοῖς ἐπιδεικτικοῖς (ὥσπερ γὰρ πρὸς κριτὴν τὸν θεωρὸν ὁ λόγος συνέστηκεν, ὅλως δὲ μόνος ἐστὶν ἁπλῶς κριτὴς ἐν τοῖς πολιτικοῖς ἀγῶσιν ὁ τὰ ζητούμενα κρίνων· τά τε γὰρ ἀμφισβητούμενα ζητεῖται πῶς ἔχει, καὶ περὶ ὧν βουλεύονται), περὶ δὲ τῶν κατὰ τὰς πολιτείας ἠθῶν ἐν τοῖς συμβουλευτικοῖς εἴρηται πρότερον—ὥστε διωρισμένον ἂν εἴη πῶς τε καὶ διὰ τίνων τοὺς λόγους ἠθικοὺς ποιητέον.
既然说服性言论的使用是针对判决的(因为对于我们已经知晓并已作出判决的事物,就无需再有言论),而且,无论有人针对单个人使用言论进行劝导或阻止,就像那些规劝或说服的人所做的那样(因为单个人也同样是判决者;简而言之,必须予以说服的人就是判决者),还是针对争论对手,或者针对某个假设进行阐述,都是同样的(因为必须使用言论并驳倒相反的观点,言论正是针对这些仿佛是争论对手的观点而构建的),同样在展示性言论中也是如此(因为言论的构建就如同观众是判决者一样,而总的来说,在政治争辩中,唯一真正的判决者就是对所探求的问题进行判决的人;因为争论的事物是如何的需要被探求,人们所审议的事物也是如此),而关于各政体相应的性格在审议性言论中已经在此前谈过了——因此,应当如何以及通过什么来使言论具有性格特征,就已经被规定了。
§2.18.2ἐπεὶ δὲ περὶ ἕκαστον μὲν γένος τῶν λόγων ἕτερον ἦν τὸ τέλος, περὶ ἁπάντων δʼ αὐτῶν εἰλημμέναι δόξαι καὶ προτάσεις εἰσὶν ἐξ ὧν τὰς πίστεις φέρουσιν καὶ συμβουλεύοντες καὶ ἐπιδεικνύμενοι καὶ ἀμφισβητοῦντες, ἔτι δὲ ἐξ ὧν ἠθικοὺς τοὺς λόγους ἐνδέχεται ποιεῖν, καὶ περὶ τούτων διώρισται, λοιπὸν ἡμῖν διελθεῖν περὶ τῶν κοινῶν.
既然对于每一种言论而言都有不同的目的,而且对于所有言论,人们在进行审议、展示和争论时用以提出说服论证的公认意见和前提命题都已被掌握,此外,那些能够使言论具有性格特征的材料也已被规定,那么我们剩下的就是讨论共同的事柄。
§2.18.3πᾶσι γὰρ ἀναγκαῖον τῷ περὶ τοῦ δυνατοῦ καὶ ἀδυνάτου προσχρῆσθαι ἐν τοῖς λόγοις, καὶ τοὺς μὲν ὡς ἔσται τοὺς δὲ ὡς γέγονε πειρᾶσθαι δεικνύναι.
因为所有人都有必要在言论中附加使用关于可能与不可能的事物,并且有的人试图表明某事将会发生,有的人则试图表明某事已经发生。
§2.18.4ἔτι δὲ τὸ περὶ μεγέθους κοινὸν ἁπάντων ἐστὶ τῶν λόγων· χρῶνται γὰρ πάντες τῷ μειοῦν καὶ αὔξειν καὶ συμβουλεύοντες καὶ ἐπαινοῦντες ἢ ψέγοντες καὶ κατηγοροῦντες ἢ ἀπολογούμενοι.
此外,关于大小(程度)的事物是所有言论所共同的;因为所有人,无论是在进行审议、赞美或指责,还是在控告或辩护时,都会使用缩小和放大。
§2.18.5τούτων δὲ διορισθέντων περὶ τῶν ἐνθυμημάτων κοινῇ πειραθῶμεν εἰπεῖν, εἴ τι ἔχομεν, καὶ περὶ παραδειγμάτων, ὅπως τὰ λοιπὰ προσθέντες ἀποδῶμεν τὴν ἐξ ἀρχῆς πρόθεσιν.
在这些事物被规定之后,让我们尝试就修辞三段论法整体(如果有的话)以及例证进行共同的讨论,以便通过加上其余的部分来完成最初的宗旨。
ἔστιν δὲ τῶν κοινῶν τὸ μὲν αὔξειν οἰκειότατον τοῖς ἐπιδεικτικοῖς, ὥσπερ εἴρηται, τὸ δὲ γεγονὸς τοῖς δικανικοῖς (περὶ τούτων γὰρ ἡ κρίσις), τὸ δὲ δυνατὸν καὶ ἐσόμενον τοῖς συμβουλευτικοῖς.
在这些共同事物中,放大最适合于展示性言论(如前所述),已发生的事最适合于法庭言论(因为判决是关于这些的),而可能和将要发生的事最适合于审议性言论。