§1.7.29καὶ ὁτὲ μὲν οὗ πάντες μετέχουσι μεῖζον· ἀτιμία γὰρ τὸ μὴ μετέχειν· ὁτὲ δὲ οὗ μηδεὶς ἢ οὗ ὀλίγοι· σπανιώτερον γάρ.
有时,所有人共同分享的事物是更大的善(因为不分享是一种耻辱);有时则是没有人或极少数人分享的事物,因为这更为稀少。
§1.7.30καὶ τὰ ἐπαινετώτερα· καλλίω γάρ.
此外还有更值得称赞的事物,因为它们更为美好。
καὶ ὧν αἱ τιμαὶ μείζους, ὡσαύτως· ἡ γὰρ τιμὴ ὥσπερ ἀξία τίς ἐστιν.
同样,获得更大荣誉的事物也是如此,因为荣誉就像是某种价值评估。
καὶ ὧν αἱ ζημίαι μείζους.
此外,其惩罚(损失)更大的事物也是如此。
§1.7.31καὶ τὰ τῶν ὁμολογουμένων ἢ φαινομένων μεγάλων μείζω.
此外,比那些公认的或显而易见的大事物更大的事物。
καὶ διαιρούμενα δὲ εἰς τὰ μέρη τὰ αὐτὰ μείζω φαίνεται. πλεῖον γὰρ ὑπερέχειν φαίνεται, ὅθεν καὶ ὁ ποιητής φησι πεῖσαι τὸν Μελέαγρον ἀναστῆναι
"
ὅσσα κάκʼ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ· λαοὶ μὲν φθινύθουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,
τέκνα δέ τʼ ἄλλοι ἄγουσιν.
同样,同一事物在被分割成各个部分时,也会显得更大;因为它们在更多的点上显得优越,因此诗人也说,[他的妻子]通过[列举以下内容]说服了梅莱阿格罗斯重新站起来: "城市失陷时降临在人们身上的种种灾难:人民消亡,烈火将城市化为灰烬,而孩子们被外人掠走。
"
καὶ τὸ συντιθέναι δὲ καὶ ἐποικοδομεῖν, ὥσπερ Ἐπίχαρμος, διά τε τὸ αὐτὸ τῇ διαιρέσει (ἡ γὰρ σύνθεσις ὑπεροχὴν δείκνυσι πολλήν) καὶ ὅτι ἀρχὴ φαίνεται μεγάλων καὶ αἴτιον.
"此外,像埃庇卡耳摩斯那样,将事物进行合成和层层累加,由于与分割相同的理由(因为合成展示了极大的优越性),并且因为它显得是大事物的起点和原因,[也会显得更大]。
§1.7.32ἐπεὶ δὲ τὸ χαλεπώτερον καὶ σπανιώτερον μεῖζον, καὶ οἱ καιροὶ καὶ αἱ ἡλικίαι καὶ οἱ τόποι καὶ οἱ χρόνοι καὶ αἱ δυνάμεις ποιοῦσι μεγάλα· εἰ γὰρ παρὰ δύναμιν καὶ παρὰ ἡλικίαν καὶ παρὰ τοὺς ὁμοίους, καὶ εἰ οὕτως ἢ ἐνταῦθα ἢ τότε, ἕξει μέγεθος καὶ καλῶν καὶ ἀγαθῶν καὶ δικαίων καὶ τῶν ἐναντίων, ὅθεν καὶ τὸ ἐπίγραμμα τῷ Ὀλυμπιονίκῃ·
既然更困难和更稀少的事物更大,那么时机、年龄、地点、时间和能力也会使事物变得伟大;因为如果一件事超出了能力、超出了年龄、或超出了同等的人,又或者是通过这种方式、在此时、在此地完成的,那么无论是美好、善良、公正的事物,还是它们的相反者,都将具有伟大性。
"
πρόσθε μὲν ἀμφʼ ὤμοισιν ἔχων τραχεῖαν ἄσιλλαν
ἰχθῦς ἐξ Ἄργους εἰς Τεγέαν ἔφερον,
"
καὶ ὁ Ἰφικράτης αὑτὸν ἐνεκωμίαζε λέγων ἐξ ὧν ὑπῆρξεν ταῦτα.
因此,为奥林匹亚获胜者所作的题诗也这样写道: "以前我两肩挑着粗糙的扁担,把鱼从阿耳戈斯运到帖格亚, "此外,伊菲克拉特斯也通过陈述自己是从何种境遇开始拥有这一切的,来赞美自己。
§1.7.33καὶ τὸ αὐτοφυὲς τοῦ ἐπικτήτου· χαλεπώτερον γάρ.
此外,天生之物比后天获得之物更大;因为这更为困难。
ὅθεν καὶ ὁ ποιητής φησιν
"
αὐτοδίδακτος δʼ εἰμί.
因此诗人也说: "我是无师自通的。
"
"此外,伟大之物中最大的部分。
§1.7.34καὶ τὸ μεγάλου μέγιστον μέρος, οἷον Περικλῆς τὸν ἐπιτάφιον λέγων, τὴν νεότητα ἐκ τῆς πόλεως ἀνῃρῆσθαι ὥσπερ τὸ ἔαρ ἐκ τοῦ ἐνιαυτοῦ εἰ ἐξαιρεθείη.
例如伯里克利在葬礼演说中所说的那样:“青年从城市中被夺走,就像春天从一年中被除去一样。
§1.7.35καὶ τὰ ἐν χρείᾳ μείζονι χρήσιμα, οἷον τὰ ἐν γήρᾳ καὶ νόσοις.
” 此外,在更急需时有用的事物,例如在老年和疾病中。
καὶ δυοῖν τὸ ἐγγύτερον τοῦ τέλους.
在两者之中,更接近终点的事物。
καὶ τὸ αὐτῷ τοῦ ἁπλῶς.
此外,对自身有用之物比绝对有用之物更大。
καὶ τὸ δυνατὸν τοῦ ἀδυνάτου· τὸ μὲν γὰρ αὐτῷ, τὸ δʼ οὔ.
以及可能之物比不可能之物更大;因为前者对自身而言是可能的,而后者则不是。
καὶ τὰ ἐν τέλει τοῦ βίου· τέλη γὰρ μᾶλλον τὰ πρὸς τῷ τέλει.
还有生命终结时的生活事物;因为接近终结的事物更具有终点的性质。
§1.7.36καὶ τὰ πρὸς ἀλήθειαν τῶν πρὸς δόξαν·
此外,追求真理之物比追求名望之物更大。
ὅρος δὲ τοῦ πρὸς δόξαν, ὃ λανθάνειν μέλλων οὐκ ἂν ἕλοιτο·
追求名望之物的定义是:“如果注定不为人知,自己就不会选择的事物”。
διὸ καὶ τὸ εὖ πάσχειν τοῦ εὖ ποιεῖν δόξειεν ἂν αἱρετώτερον εἶναι· τὸ μὲν γὰρ κἂν λανθάνῃ αἱρήσεται, ποιεῖν δʼ εὖ λανθάνων οὐ δοκεῖ ἂν ἑλέσθαι.
因此,接受恩惠似乎比施予恩惠更值得选择;因为即使不为人知,人们也会选择前者,但不为人知地施予恩惠,似乎是人们不会选择的。
§1.7.37καὶ ὅσα εἶναι μᾶλλον ἢ δοκεῖν βούλονται· πρὸς ἀλήθειαν γὰρ μᾶλλον·
此外,人们宁愿其实际存在,而不愿只显得如此的一切事物;因为这更趋向于真理。
διὸ καὶ τὴν δικαιοσύνην φασὶ μικρὸν εἶναι, ὅτι δοκεῖν ἢ εἶναι αἱρετώτερον· τὸ δὲ ὑγιαίνειν οὔ.
因此,人们也说正义是一件微不足道的事,因为“显现有正义”比“实际有正义”更值得选择;然而对于健康,情况却并非如此。
§1.7.38καὶ τὸ πρὸς πολλὰ χρησιμώτερον, οἷον τὸ πρὸς τὸ ζῆν καὶ εὖ ζῆν καὶ τὴν ἡδονὴν καὶ τὸ πράττειν τὰ καλά·
此外,对更多目的有用的事物,例如对生存、良好生活、快乐以及做出美好行为。
διὸ ὁ πλοῦτος καὶ ἡ ὑγίεια μέγιστα δοκεῖ εἶναι· ἅπαντα γὰρ ἔχει ταῦτα.
因此,财富和健康似乎是最大的事物;因为它们拥有这一切。
§1.7.39καὶ τὸ ἀλυπότερον καὶ μεθʼ ἡδονῆς· πλείω γὰρ ἑνός, ὅτι ὑπάρχει καὶ ἡ ἡδονὴ καὶ ἡ ἀλυπία.
此外,痛苦更少且伴随着快乐的事物;因为这不止一个,由于同时存在着快乐和无痛苦。
καὶ δυοῖν ὃ τῷ αὐτῷ προστιθέμενον μεῖζον τὸ ὅλον ποιεῖ.
以及在两者之中,当加在相同的事物上时,能使整体变得更大的那一者。
§1.7.40καὶ ἃ μὴ λανθάνει παρόντα ἢ ἃ λανθάνει· πρὸς ἀλήθειαν γὰρ τείνει ταῦτα·
此外,当存在时不为人所忽视的事物,比那些不为人知的事物更伟大;因为这些更趋向于真理。
διὸ τὸ πλουτεῖν φανείη ἂν μεῖζον ἀγαθὸν τοῦ δοκεῖν.
因此,富有似乎比仅仅显得富有是更大的善。
§1.7.41καὶ τὸ ἀγαπητόν, καὶ τοῖς μὲν μόνον ὂν τοῖς δὲ μετʼ ἄλλων·
此外,珍贵之物,对某些人来说是独一无二的,而对另一些人来说则是与其他事物共存的。
διὸ καὶ οὐκ ἴση ζημία, ἄν τις τὸν ἑτερόφθαλμον τυφλώσῃ καὶ τὸν δύʼ ἔχοντα· ἀγαπητὸν γὰρ ἀφῄρηται.
因此,弄瞎一个独眼人的眼睛,和弄瞎一个双眼健全人的眼睛,其损失是不相等的;因为珍贵之物被夺走了。
ἐκ τίνων μὲν οὖν δεῖ τὰς πίστεις φέρειν ἐν τῷ προτρέπειν καὶ ἀποτρέπειν, σχεδὸν εἴρηται.
至此,在劝诱与阻止中,应当从哪些资源中提取说服材料,已基本叙述完毕。