§1.2.1ἔστω δὴ ἡ ῥητορικὴ δύναμις περὶ ἕκαστον τοῦ θεωρῆσαι τὸ ἐνδεχόμενον πιθανόν.
那么,且让我们将修辞学定义为:在每种事态中观察可能具有说服力之因素的能力。
τοῦτο γὰρ οὐδεμιᾶς ἑτέρας ἐστὶ τέχνης ἔργον· τῶν γὰρ ἄλλων ἑκάστη περὶ τὸ αὑτῇ ὑποκείμενόν ἐστιν διδασκαλικὴ καὶ πειστική, οἷον ἰατρικὴ περὶ ὑγιεινῶν καὶ νοσερῶν, καὶ γεωμετρία περὶ τὰ συμβεβηκότα πάθη τοῖς μεγέθεσι, καὶ ἀριθμητικὴ περὶ ἀριθμῶν, ὁμοίως δὲ καὶ αἱ λοιπαὶ τῶν τεχνῶν καὶ ἐπιστημῶν·
因为这不是任何其他技术的功能;其他技术中的每一门,都关于其各自所面临的特定对象而具有教示性和说服性,例如医学关于健康和疾病,几何学关于大小所附带的属性,算术关于数字,其余的技术和科学也是如此。
ἡ δὲ ῥητορικὴ περὶ τοῦ δοθέντος ὡς εἰπεῖν δοκεῖ δύνασθαι θεωρεῖν τὸ πιθανόν, διὸ καί φαμεν αὐτὴν οὐ περί τι γένος ἴδιον ἀφωρισμένον ἔχειν τὸ τεχνικόν.
然而,修辞学似乎具有能力去观察,可以说是任何给定的事物中具有说服力的因素;因此,我们也说它并没有将自己的技术规则局限于任何一个特定的、被划分出来的门类。
§1.2.2τῶν δὲ πίστεων αἱ μὲν ἄτεχνοί εἰσιν αἱ δʼ ἔντεχνοι.
在说服方式中,有些是非技术性的,有些则是技术性的。
ἄτεχνα δὲ λέγω ὅσα μὴ διʼ ἡμῶν πεπόρισται ἀλλὰ προϋπῆρχεν, οἷον μάρτυρες βάσανοι συγγραφαὶ καὶ ὅσα τοιαῦτα, ἔντεχνα δὲ ὅσα διὰ τῆς μεθόδου καὶ διʼ ἡμῶν κατασκευασθῆναι δυνατόν, ὥστε δεῖ τούτων τοῖς μὲν χρήσασθαι, τὰ δὲ εὑρεῖν.
所谓非技术性的,是指那些并非由我们自己提供而是预先就存在的,例如证人、酷刑下的口供、契约以及诸如此类的东西;所谓技术性的,则是指那些可以通过方法并由我们自己构建出来的。 因此,在这些说服方式中,前者必须加以利用,而后者则需要去发现。
§1.2.3τῶν δὲ διὰ τοῦ λόγου ποριζομένων πίστεων τρία εἴδη ἔστιν· αἱ μὲν γάρ εἰσιν ἐν τῷ ἤθει τοῦ λέγοντος, αἱ δὲ ἐν τῷ τὸν ἀκροατὴν διαθεῖναί πως, αἱ δὲ ἐν αὐτῷ τῷ λόγῳ διὰ τοῦ δεικνύναι ἢ φαίνεσθαι δεικνύναι.
通过言论提供的说服方式有三种:第一种在于演说者的品格,第二种在于使听众处于某种情绪状态,第三种则在于言论本身,通过证明或显得在证明。
§1.2.4διὰ μὲν οὖν τοῦ ἤθους, ὅταν οὕτω λεχθῇ ὁ λόγος ὥστε ἀξιόπιστον ποιῆσαι τὸν λέγοντα·
因此,通过品格达到的说服,是指当言论是以能使演说者显得可信的方式被说出时。
τοῖς γὰρ ἐπιεικέσι πιστεύομεν μᾶλλον καὶ θᾶττον, περὶ πάντων μὲν ἁπλῶς, ἐν οἷς δὲ τὸ ἀκριβὲς μὴ ἔστιν ἀλλὰ τὸ ἀμφιδοξεῖν, καὶ παντελῶς.
因为对于品行端正的人,我们在所有事情上都更倾向于且更快地予以信任,而在没有确切结论、存在争议的事情上,我们则是完全信任他们。
δεῖ δὲ καὶ τοῦτο συμβαίνειν διὰ τοῦ λόγου, ἀλλὰ μὴ διὰ τοῦ προδεδοξάσθαι ποιόν τινα εἶναι τὸν λέγοντα·
但是,这也必须通过言论自身来实现,而不是通过预先形成的关于演说者是何种人的看法。
οὐ γάρ, ὥσπερ ἔνιοι τῶν τεχνολογούντων, οὐ τίθεμεν ἐν τῇ τέχνῃ καὶ τὴν ἐπιείκειαν τοῦ λέγοντος, ὡς οὐδὲν συμβαλλομένην πρὸς τὸ πιθανόν, ἀλλὰ σχεδὸν ὡς εἰπεῖν κυριωτάτην ἔχει πίστιν τὸ ἦθος.
因为我们并不像某些技术著作撰写者那样,将演说者的端正品格排除在技术之外、视其对说服毫无贡献;相反,可以说他的品格几乎具有最决定性的说服力量。
§1.2.5διὰ δὲ τῶν ἀκροατῶν, ὅταν εἰς πάθος ὑπὸ τοῦ λόγου προαχθῶσιν· οὐ γὰρ ὁμοίως ἀποδίδομεν τὰς κρίσεις λυπούμενοι καὶ χαίροντες, ἢ φιλοῦντες καὶ μισοῦντες· πρὸς ὃ καὶ μόνον πειρᾶσθαί φαμεν πραγματεύεσθαι τοὺς νῦν τεχνολογοῦντας.
而通过听众达到的说服,则是指当他们被言论引入某种情感状态时;因为我们在悲伤时和在高兴时,或者在爱时和在恨时,所做出的判决是不一样的;我们认为,这正是如今那些撰写技术著作的人唯一企图去探讨的方面。
§1.2.6περὶ μὲν οὖν τούτων δηλωθήσεται καθʼ ἕκαστον, ὅταν περὶ τῶν παθῶν λέγωμεν, διὰ δὲ τοῦ λόγου πιστεύουσιν, ὅταν ἀληθὲς ἢ φαινόμενον δείξωμεν ἐκ τῶν περὶ ἕκαστα πιθανῶν.
关于这些情感中的每一种,我们将在讨论情感时具体阐明。 而通过言论达到的说服,则是指当我们从每个具体问题中现有的说服因素出发,证明了真实或显得真实的事情,从而使人产生信服时。
§1.2.7ἐπεὶ δʼ αἱ πίστεις διὰ τούτων εἰσί, φανερὸν ὅτι ταύτας ἐστὶ λαβεῖν τοῦ συλλογίσασθαι δυναμένου καὶ τοῦ θεωρῆσαι περὶ τὰ ἤθη καὶ περὶ τὰς ἀρετὰς καὶ τρίτον περὶ τὰ πάθη, τί τε ἕκαστόν ἐστιν τῶν παθῶν καὶ ποῖόν τι, καὶ ἐκ τίνων ἐγγίνεται καὶ πῶς, ὥστε συμβαίνει τὴν ῥητορικὴν οἷον παραφυές τι τῆς διαλεκτικῆς εἶναι καὶ τῆς περὶ τὰ ἤθη πραγματείας, ἣν δίκαιόν ἐστι προσαγορεύειν πολιτικήν.
既然说服方式是通过这些来实现的,那么显而易见,能够掌握它们的人,必须是能够进行推论的人,能够观察品格与德性的人,以及第三,能够观察情感的人——即每种情感是什么,具有什么性质,由什么原因以及如何产生。 因此,修辞学可以说成了辩证法以及关于品格的研究(将其称为政治学是合理的)的一个分枝。
διὸ καὶ ὑποδύεται ὑπὸ τὸ σχῆμα τὸ τῆς πολιτικῆς ἡ ῥητορικὴ καὶ οἱ ἀντιποιούμενοι ταύτης τὰ μὲν διʼ ἀπαιδευσίαν, τὰ δὲ διʼ ἀλαζονείαν, τὰ δὲ καὶ διʼ ἄλλας αἰτίας ἀνθρωπικάς· ἔστι γὰρ μόριόν τι τῆς διαλεκτικῆς καὶ ὁμοίωμα, καθάπερ καὶ ἀρχόμενοι εἴπομεν·
也正因为如此,修辞学便戴上了政治学的面具,而那些声称拥有它的人,有的因为缺乏教养,有的因为自大,还有的因为其他人类的原因而这样做;因为正如我们开头所说,修辞学是辩证法的一个部分和影子。
περὶ οὐδενὸς γὰρ ὡρισμένου οὐδετέρα αὐτῶν ἐστιν ἐπιστήμη πῶς ἔχει, ἀλλὰ δυνάμεις τινὲς τοῦ πορίσαι λόγους.
因为这两者中没有一门是关于任何特定事物之性质的科学,而只是提供言论的某些能力。