§1.14.1ἀδίκημα δὲ μεῖζον, ὅσῳ ἂν ἀπὸ μείζονος ᾖ ἀδικίας· διὸ τὰ ἐλάχιστα μέγιστα, οἷον ὃ Μελανώπου Καλλίστρατος κατηγόρει, ὅτι παρελογίσατο τρία ἡμιωβέλια ἱερὰ τοὺς ναοποιούς· ἐπὶ δικαιοσύνης δὲ τοὐναντίον.
不正义行为越是源于更重大的不正义,它就越严重;因此,最微小的事情会变成最重大的事情,正如梅拉诺普斯之子卡利斯特拉托斯所指控的,指控被告欺骗了庙宇建造者三个神圣的半奥博尔币;但在正义的情况下,情况相反。
ἔστιν δὲ ταῦτα ἐκ τοῦ ἐνυπάρχειν τῇ δυνάμει· ὁ γὰρ τρία ἡμιωβέλια ἱερὰ κλέψας κἂν ὁτιοῦν ἀδικήσειεν.
这是因为这些行为在潜能上已经包含其中;因为偷窃了三个神圣半奥博尔币的人,会做出任何不正义的事。
ὁτὲ μὲν δὴ οὕτω τὸ μεῖζον, ὁτὲ δʼ ἐκ τοῦ βλάβους κρίνεται.
因此,有时重大性是以这种方式判断的,而有时则是根据损害的大小来判断。
§1.14.2καὶ οὗ μὴ ἔστιν ἴση τιμωρία, ἀλλὰ πᾶσα ἐλάττων.
此外,当对该行为没有同等的处罚,而所有的处罚都显得较轻时。
καὶ οὗ μὴ ἔστιν ἴασις· χαλεπὸν γὰρ †καὶ ἀδύνατον†.
以及当无法补救时;因为这极其困难甚至是不可能的。
καὶ οὗ μὴ ἔστιν δίκην λαβεῖν τὸν παθόντα· ἀνίατον γάρ· ἡ γὰρ δίκη καὶ κόλασις καὶ ἴασις.
以及当受害者无法获得司法公正时;因为这是不可治愈的,因为法判和处罚才是治愈手段。
§1.14.3καὶ εἰ ὁ παθὼν καὶ ἀδικηθεὶς αὐτὸς αὑτὸν μεγάλως ἐκόλασεν· ἔτι γὰρ μείζονι ὁ ποιήσας δίκαιος κολασθῆναι, οἷον Σοφοκλῆς ὑπὲρ Εὐκτήμονος συνηγορῶν, ἐπεὶ ἀπέσφαξεν ἑαυτὸν ὑβρισθείς, οὐ τιμήσειν ἔφη ἐλάττονος ἢ ὁ παθὼν ἑαυτῷ ἐτίμησεν.
以及如果受害者和遭受不正义的人自己对自己进行了严厉的惩罚;因为施害者理应受到更重大的惩罚,正如索福克勒斯在为尤克特蒙辩护时,由于尤克特蒙在受到侮辱后自杀,他表示,对施害者的处罚估定,绝不应少于受害者对自己估定的处罚。
§1.14.4καὶ ὃ μόνος ἢ πρῶτος ἢ μετʼ ὀλίγων πεποίηκεν.
以及某人单独、首次或与极少数人一起做过的事。
καὶ τὸ πολλάκις τὸ αὐτὸ ἁμαρτάνειν.
以及反复犯同样的错误。
καὶ διʼ ὃ ἂν ζητηθῇ καὶ εὑρεθῇ τὰ κωλύοντα καὶ ζημιοῦντα, οἷον ἐν Ἄργει ζημιοῦται διʼ ὃν ἂν νόμος τεθῇ καὶ διʼ οὓς τὸ δεσμωτήριον ᾠκοδομήθη.
以及因为该行为,人们才去寻找并制定了预防和惩罚的措施,例如在阿耳戈斯,某人因为其行为导致法律被制定,或者某些人因为其行为导致监狱被建造,从而受到惩罚。
§1.14.5καὶ τὸ θηριωδέστερον ἀδίκημα μεῖζον.
以及更残暴的不正义行为更为严重。
καὶ ὃ ἐκ προνοίας μᾶλλον.
以及更具预谋性的行为。
καὶ ὃ οἱ ἀκούοντες φοβοῦνται μᾶλλον ἢ ἐλεοῦσιν.
以及听闻者感到恐惧胜过同情的事情。
καὶ τὰ μὲν ῥητορικά ἐστι τοιαῦτα, ὅτι πολλὰ ἀνῄρηκεν ἢ ὑπερβέβηκεν, οἷον ὅρκους, δεξιάς, πίστεις, ἐπιγαμίας· πολλῶν γὰρ ἀδικημάτων ὑπεροχή.
而修辞学上的论据则是诸如此类:即他废除或逾越了许多规章,例如誓言、握手盟约、信义、通婚权;因为这是许多不正义行为的重叠与超越。
§1.14.6καὶ τὸ ἐνταῦθα οὗ κολάζονται οἱ ἀδικοῦντες, ὅπερ ποιοῦσιν οἱ ψευδομαρτυροῦντες· ποῦ γὰρ οὐκ ἂν ἀδικήσαιεν, εἴ γε καὶ ἐν τῷ δικαστηρίῳ;
以及在惩罚不正义者的场所犯下不正义,这正是作伪证者所做的事;因为如果他们甚至在法庭上都犯下不正义,他们还有哪里不会犯下不正义呢?
καὶ ἐφʼ οἷς αἰσχύνη μάλιστα.
以及在最令人感到羞耻的事情上。
καὶ εἰ τοῦτον ὑφʼ οὗ εὖ πέπονθεν· πλείω γὰρ ἀδικεῖ, ὅτι τε κακῶς ποιεῖ καὶ ὅτι οὐκ εὖ.
以及如果一个人对恩人犯下不正义;因为他犯下了更多的罪过,这不仅是因为他作恶,还因为他没有报恩。
§1.14.7καὶ ὃ παρὰ τὰ ἄγραφα δίκαια· ἀμείνονος γὰρ μὴ διʼ ἀνάγκην δίκαιον εἶναι· τὰ μὲν οὖν γεγραμμένα ἐξ ἀνάγκης, τὰ δʼ ἄγραφα οὔ.
以及违反未成文正义的行为;因为非出于被迫而保持正义是更优良的;成文法律是出于被迫,而未成文法则不然。
ἄλλον δὲ τρόπον, εἰ παρὰ τὰ γεγραμμένα· ὁ γὰρ τὰ φοβερὰ ἀδικῶν καὶ τὰ ἐπιζήμια καὶ τὰ ἀζήμια ἀδικήσειεν ἄν.
但在另一种意义上,如果违反了成文法律;因为在令人恐惧和要受惩罚的事情上犯下不正义的人,在不受惩罚的事情上也同样会犯下不正义。
περὶ μὲν οὖν ἀδικήματος μείζονος καὶ ἐλάττονος εἴρηται.
关于更重大和较轻微的不正义行为,就以此作为已经说过的结论。