Humanitext Reader

亚里士多德 · 修辞学 §1.13.1-1.13.9

正义与不义行为的分类及法律的类型

第 28 段,共 98 段 · 希腊语

内容简介

根据法律分类(特殊法与共同法/自然法)以及行为对象(共同体与个人)对正义和不义行为进行系统分类,并阐述了在法庭上精确界定罪名定义的重要性。

§1.13.1τὰ δʼ ἀδικήματα πάντα καὶ τὰ δικαιώματα διέλωμεν ἀρξάμενοι πρῶτον ἐντεῦθεν.
让我们首先从这里开始,对所有不义行为和正义行为进行划分。
ὥρισται δὴ τὰ δίκαια καὶ τὰ ἄδικα πρός τε νόμους δύο καὶ πρὸς οὕς ἐστι διχῶς.
正义和不义是针对两种法律以及针对其行为的对象在两方面被规定的。
§1.13.2λέγω δὲ νόμον τὸν μὲν ἴδιον, τὸν δὲ κοινόν, ἴδιον μὲν τὸν ἑκάστοις ὡρισμένον πρὸς αὑτούς, καὶ τοῦτον τὸν μὲν ἄγραφον, τὸν δὲ γεγραμμένον, κοινὸν δὲ τὸν κατὰ φύσιν.
我所说的法律,一种是特殊的,另一种是共同的;特殊法律是各个群体为自己所规定的,这其中又分为口头的和成文的;共同法律则是符合自然的法律。
ἔστι γάρ τι ὃ μαντεύονται πάντες, φύσει κοινὸν δίκαιον καὶ ἄδικον, κἂν μηδεμία κοινωνία πρὸς ἀλλήλους ᾖ μηδὲ συνθήκη, οἷον καὶ ἡ Σοφοκλέους Ἀντιγόνη φαίνεται λέγουσα, ὅτι δίκαιον ἀπειρημένου θάψαι τὸν Πολυνείκη, ὡς φύσει ὂν τοῦτο δίκαιον· " οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλʼ ἀεί ποτε ζῇ τοῦτο, κοὐδεὶς οἶδεν ἐξ ὅτου φάνη·
因为存在着一种所有人都凭直觉感悟到的、自然共有的正义与不义,即使他们之间没有任何交往或契约;正如索福克勒斯笔下的安提戈涅所说,埋葬波吕涅克斯尽管是被禁止的,但仍是正义的,因为这在自然上是正义的: “因为这绝非始于今日或昨日,而是永远存在,且无人知道它何时出现。
" καὶ ὡς Ἐμπεδοκλῆς λέγει περὶ τοῦ μὴ κτείνειν τὸ ἔμψυχον· τοῦτο γὰρ οὐ τισὶ μὲν δίκαιον τισὶ δʼ οὐ δίκαιον, " ἀλλὰ τὸ μὲν πάντων νόμιμον διά τʼ εὐρυμέδοντος αἰθέρος ἠνεκέως τέταται διά τʼ ἀπλέτου αὐγῆς·
” 又如恩培多克勒谈到不杀生时所说;因为这并不是对某些人正义而对另一些人不正义, “而是那对所有人皆为法律的规诫,连续不断地延伸至那广阔无垠的太空中,以及无尽的光芒中。
" καὶ ὡς ἐν τῷ Μεσσηνιακῷ λέγει Ἀλκιδάμας, ἐλευθέρους ἀφῆκε πάντας θεός, οὐδένα δοῦλον ἡ φύσις πεποίηκεν .
” 又如阿尔基达马斯在《美塞尼亚人》中所说: “神使所有人自由,自然未曾让任何人成为奴隶。
§1.13.3πρὸς οὓς δέ, διώρισται δίχα· ὥρισται γὰρ πρὸς τὸ κοινὸν ἢ πρὸς ἕνα τῶν κοινωνούντων ἃ δεῖ πράττειν καὶ μὴ πράττειν·
” 针对其行为的对象,则分为两类:因为人们应该做和不应该做的事,或者是针对共同体,或者是针对共同体成员中的某个人而规定的。
διὸ καὶ τἀδικήματα καὶ τὰ δικαιώματα διχῶς ἔστιν ἀδικεῖν καὶ δικαιοπραγεῖν· ἢ γὰρ πρὸς ἕνα καὶ ὡρισμένον ἢ πρὸς τὸ κοινόν· ὁ γὰρ μοιχεύων καὶ τύπτων ἀδικεῖ τινα τῶν ὡρισμένων, ὁ δὲ μὴ στρατευόμενος τὸ κοινόν.
因此,在不义行为和正义行为中,行不义和行正义也同样有两种方式:要么是针对一个特定的个人,要么是针对共同体;因为通奸或殴打他人的人,是对某个特定的人行不义,而逃避兵役的人,则是对共同体行不义。
§1.13.4ἁπάντων δὴ τῶν ἀδικημάτων διῃρημένων, καὶ τῶν μὲν ὄντων πρὸς τὸ κοινὸν τῶν δὲ πρὸς ἄλλον ἢ πρὸς ἄλλους, ἀναλαβόντες τί ἐστιν τὸ ἀδικεῖσθαι λέγωμεν.
既然所有的不义行为都已被划分,有些是针对共同体的,有些是针对另一个人或另一些人的,那么让我们重新讨论并说明什么是遭受不义。
§1.13.5ἔστι δὴ τὸ ἀδικεῖσθαι τὸ ὑπὸ ἑκόντος τὰ ἄδικα πάσχειν· τὸ γὰρ ἀδικεῖν ὥρισται πρότερον ἑκούσιον εἶναι.
遭受不义,就是指在违背自己意愿的情况下,被故意行事的人施加不义的行为;因为行不义在此前已被规定为是出于自愿的。
§1.13.6ἐπεὶ δʼ ἀνάγκη τὸν ἀδικούμενον βλάπτεσθαι καὶ ἑκουσίως βλάπτεσθαι, αἱ μὲν βλάβαι ἐκ τῶν πρότερον φανεραί εἰσιν· τὰ γὰρ ἀγαθὰ καὶ τὰ κακὰ εἴρηται καθʼ αὑτὰ πρότερον καὶ τὰ ἑκούσια, ὅτι ἔστιν ὅσα εἰδότες,
既然被侵害的人必然会受到伤害,并且是被故意施加伤害,那么这些伤害的类型从之前的讨论中已经显而易见了;因为关于善与恶本身在此前已经讨论过,自愿的行为也已说明过,即所有在知情状态下所做的事。
§1.13.7ὥστʼ ἀνάγκη πάντα τὰ ἐγκλήματα ἢ πρὸς τὸ κοινὸν ἢ πρὸς τὸ ἴδιον εἶναι, καὶ ἢ ἀγνοοῦντος καὶ ἄκοντος ἢ ἑκόντος καὶ εἰδότος, καὶ τούτων τὰ μὲν προελομένου τὰ δὲ διὰ πάθος.
因此,必然所有的指控要么是针对共同体的,要么是针对个人的,并且要么是行为人在不知情且非自愿的情况下做出的,要么是在自愿且知情的情况下做出的;而在这些自愿的行为中,有些是出于选择,有些则是出于激情。
§1.13.8περὶ μὲν οὖν θυμοῦ ῥηθήσεται ἐν τοῖς περὶ τὰ πάθη, ποῖα δὲ προαιροῦνται καὶ πῶς ἔχοντες εἴρηται πρότερον.
关于愤怒,将在讨论激情的部分进行阐述,而人们会选择什么样的事物,以及处于何种状态下进行选择,在此前已经讨论过了。
§1.13.9ἐπεὶ δʼ ὁμολογοῦντες πολλάκις πεπραχέναι ἢ τὸ ἐπίγραμμα οὐχ ὁμολογοῦσιν ἢ περὶ ὃ τὸ ἐπίγραμμα, οἷον λαβεῖν μὲν ἀλλʼ οὐ κλέψαι, καὶ πατάξαι πρότερον ἀλλʼ οὐχ ὑβρίσαι, καὶ συγγενέσθαι ἀλλʼ οὐ μοιχεῦσαι, ἢ κλέψαι μὲν ἀλλʼ οὐχ ἱεροσυλῆσαι (οὐ γὰρ θεοῦ τι), ἢ ἐπεργάσασθαι μὲν ἀλλʼ οὐ δημοσίαν, ἢ διειλέχθαι μὲν τοῖς πολεμίοις ἀλλʼ οὐ προδοῦναι, διὰ ταῦτα δέοι ἂν καὶ περὶ τούτων διωρίσθαι, τί κλοπή, τί ὕβρις, τί μοιχεία, ὅπως ἐάν τε ὑπάρχειν ἐάν τε μὴ ὑπάρχειν βουλώμεθα δεικνύναι ἔχωμεν ἐμφανίζειν τὸ δίκαιον.
由于人们常常承认自己做了某事,却不承认起诉的罪名,或者不承认起诉罪名所涉及的具体性质——例如,承认拿了东西但不承认是偷窃,或者承认先动手打人但不承认是侮辱,或者承认发生过关系但不承认是通奸,或者承认偷了东西但不承认是盗窃神物(因为那不属于神的东西),或者承认开垦了土地但不承认是开垦地,或者承认与敌人交谈过但不承认是叛国——因为这些原因,应当对这些概念也做出界定:什么是偷窃,什么是侮辱,什么是通奸,以便无论我们是想证明其存在还是证明其不存在,都能够阐明其公正性。

词汇与语法注释

  1. 1373b1πρός τε νόμους δύο καὶ πρὸς οὕς ἐστι διχῶς — 此句意为“针对两种法律,以及针对其行为的对象在两方面被规定”。关系代词 `οὕς` 受介词 `πρός` 支配,指代行为所指向的对象(即共同体或个人)。
  2. 1373b10ἀπειρημένου — 完成时被动分词中性单数的属格,用作非人称的属格独立结构(“尽管是被禁止的”)。
  3. 1373b30ἑκουσίως βλάπτεσθαι — 此处的 `ἑκουσίως`(自愿地)并非指受害者自愿受害,而是指伤害是由施害者的自愿(故意)行为所致。这与前句中将“行不义”定义为自愿行为相呼应。
  4. 1374a1ἢ τὸ ἐπίγραμμα οὐχ ὁμολογοῦσιν ἢ περὶ ὃ τὸ ἐπίγραμμα — `ἐπίγραμμα` 指诉讼中的“起诉罪名”或“公诉事实”。该句描述了一种法庭辩护的情况,即被告承认行为本身,但不承认特定的罪名(例如承认拿了东西,但否认是偷窃),或者对该罪名所涉及的具体性质产生争议。

引用这一段

亚里士多德, 修辞学 §1.13.1-1.13.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:1.13.1-1.13.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。