§1.1.1ἡ ῥητορική ἐστιν ἀντίστροφος τῇ διαλεκτικῇ·
修辞学是辩证法的对应物。
ἀμφότεραι γὰρ περὶ τοιούτων τινῶν εἰσιν ἃ κοινὰ τρόπον τινὰ ἁπάντων ἐστὶ γνωρίζειν καὶ οὐδεμιᾶς ἐπιστήμης ἀφωρισμένης·
因为两者都涉及在某种程度上对所有人都是共同去认识、且不属于任何特定科学的事物。
διὸ καὶ πάντες τρόπον τινὰ μετέχουσιν ἀμφοῖν· πάντες γὰρ μέχρι τινὸς καὶ ἐξετάζειν καὶ ὑπέχειν λόγον καὶ ἀπολογεῖσθαι καὶ κατηγορεῖν ἐγχειροῦσιν.
因此,所有人都在某种程度上参与这两者;因为所有人在一定程度上都试图去检验和维持论证,以及进行申辩和控告。
§1.1.2τῶν μὲν οὖν πολλῶν οἱ μὲν εἰκῇ ταῦτα δρῶσιν, οἱ δὲ διὰ συνήθειαν ἀπὸ ἕξεως·
在大众之中,有些人是随机地做这些事,而另一些人则是由于习惯并出于一种习惯态度而做。
ἐπεὶ δʼ ἀμφοτέρως ἐνδέχεται, δῆλον ὅτι εἴη ἂν αὐτὰ καὶ ὁδῷ ποιεῖν·
既然这两种方式都是可能的,显然,也有可能通过某种系统的方法去做这些事。
διʼ ὃ γὰρ ἐπιτυγχάνουσιν οἵ τε διὰ συνήθειαν καὶ οἱ ἀπὸ τοῦ αὐτομάτου τὴν αἰτίαν θεωρεῖν ἐνδέχεται, τὸ δὲ τοιοῦτον ἤδη πάντες ἂν ὁμολογήσαιεν τέχνης ἔργον εἶναι.
因为,无论是通过习惯还是通过偶然获得成功的人,我们都可以去观察他们成功的原因,而这样一件事,所有人都会承认这已经是技术的作用了。
§1.1.3νῦν μὲν οὖν οἱ τὰς τέχνας τῶν λόγων συντιθέντες οὐδὲν ὡς εἰπεῖν πεπορίκασιν αὐτῆς μόριον (αἱ γὰρ πίστεις ἔντεχνόν εἰσι μόνον, τὰ δʼ ἄλλα προσθῆκαι), οἱ δὲ περὶ μὲν ἐνθυμημάτων οὐδὲν λέγουσιν, ὅπερ ἐστὶ σῶμα τῆς πίστεως, περὶ δὲ τῶν ἔξω τοῦ πράγματος τὰ πλεῖστα πραγματεύονται·
然而,目前那些编纂言论技术的人,可以说是几乎没有提供它的任何一部分(因为只有说服方式才是具有技术性的,其他只是附加物),但他们对于作为说服之躯体的“修辞推论”却一字不提,而将绝大部分精力用于讨论事情之外的细枝末节。
§1.1.4διαβολὴ γὰρ καὶ ἔλεος καὶ ὀργὴ καὶ τὰ τοιαῦτα πάθη τῆς ψυχῆς οὐ περὶ τοῦ πράγματός ἐστιν, ἀλλὰ πρὸς τὸν δικαστήν·
因为诽谤、怜悯、愤怒以及诸如此类的灵魂情感,并不是针对事情本身的,而是针对裁判官的。
ὥστʼ εἰ περὶ πάσας ἦν τὰς κρίσεις καθάπερ ἐν ἐνίαις γε νῦν ἐστι τῶν πόλεων καὶ μάλιστα ταῖς εὐνομουμέναις, οὐδὲν ἂν εἶχον ὅ τι λέγωσιν·
因此,如果所有的审判都像现在某些城市(特别是那些治理良好的城市)那样进行,他们就将无话可说。
§1.1.5ἅπαντες γὰρ οἱ μὲν οἴονται δεῖν οὕτω τοὺς νόμους ἀγορεύειν, οἱ δὲ καὶ χρῶνται καὶ κωλύουσιν ἔξω τοῦ πράγματος λέγειν, καθάπερ καὶ ἐν Ἀρείῳ πάγῳ, ὀρθῶς τοῦτο νομίζοντες·
因为所有人要么认为法律应该这样规定,要么实际上就在执行它,禁止说事情之外的话,就像在阿雷奥帕戈斯法庭一样,这种想法是正确的。
οὐ γὰρ δεῖ τὸν δικαστὴν διαστρέφειν εἰς ὀργὴν προάγοντας ἢ φθόνον ἢ ἔλεον· ὅμοιον γὰρ κἂν εἴ τις ᾧ μέλλει χρῆσθαι κανόνι, τοῦτον ποιήσειε στρεβλόν.
因为不应该通过诱导裁判官产生愤怒、嫉妒或怜悯来使之偏颇;这就像如果有人把自己将要使用的直尺弄弯了一样。
§1.1.6ἔτι δὲ φανερὸν ὅτι τοῦ μὲν ἀμφισβητοῦντος οὐδέν ἐστιν ἔξω τοῦ δεῖξαι τὸ πρᾶγμα ὅτι ἔστιν ἢ οὐκ ἔστιν, ἢ γέγονεν ἢ οὐ γέγονεν·
此外,显然,诉讼当事人的任务无非是证明事实存在或不存在、发生过或未发生过。
εἰ δὲ μέγα ἢ μικρόν, ἢ δίκαιον ἢ ἄδικον, ὅσα μὴ ὁ νομοθέτης διώρικεν, αὐτὸν δή που τὸν δικαστὴν δεῖ γιγνώσκειν καὶ οὐ μανθάνειν παρὰ τῶν ἀμφισβητούντων.
至于该事实是重大还是轻微、是公正还是不公正,凡是立法者未作规定的,显然应当由裁判官自己来判定,而不是向诉讼当事人学习。
§1.1.7μάλιστα μὲν οὖν προσήκει τοὺς ὀρθῶς κειμένους νόμους, ὅσα ἐνδέχεται, πάντα διορίζειν αὐτούς, καὶ ὅτι ἐλάχιστα καταλείπειν ἐπὶ τοῖς κρίνουσι, πρῶτον μὲν ὅτι ἕνα λαβεῖν καὶ ὀλίγους ῥᾷον ἢ πολλοὺς εὖ φρονοῦντας καὶ δυναμένους νομοθετεῖν καὶ δικάζειν·
因此,最合适的做法是,制定良好的法律应当尽可能由其自身规定一切,而留给裁判者的决策则越少越好。
ἔπειθʼ αἱ μὲν νομοθεσίαι ἐκ πολλοῦ χρόνου σκεψαμένων γίνονται, αἱ δὲ κρίσεις ἐξ ὑπογυίου, ὥστε χαλεπὸν ἀποδιδόναι τὸ δίκαιον καὶ τὸ συμφέρον καλῶς τοὺς κρίνοντας.
首先,因为寻找一个或少数几个明智且有能力立法和审判的人,比寻找许多人更容易;其次,立法是在人们经过长期深思熟虑后制定的,而审判则是临时进行的,因此审判者很难正确地给予正义和利益。
τὸ δὲ πάντων μέγιστον, ὅτι ἡ μὲν τοῦ νομοθέτου κρίσις οὐ κατὰ μέρος, ἀλλὰ περὶ μελλόντων τε καὶ καθόλου ἐστίν, ὁ δʼ ἐκκλησιαστὴς καὶ δικαστὴς ἤδη περὶ παρόντων καὶ ἀφωρισμένων κρίνουσιν·
而最重要的一点是,立法者的判定不针对个别事例,而是针对未来的、普遍的事物,而公民大会成员和裁判官则是针对眼前的、特定的具体事物进行审判。
πρὸς οὓς καὶ τὸ φιλεῖν ἤδη καὶ τὸ μισεῖν καὶ τὸ ἴδιον συμφέρον συνήρτηται πολλάκις, ὥστε μηκέτι δύνασθαι θεωρεῖν ἱκανῶς τὸ ἀληθές, ἀλλʼ ἐπισκοτεῖν τῇ κρίσει τὸ ἴδιον ἡδὺ ἢ λυπηρόν.
由于他们往往已经卷入了喜爱、憎恨以及个人利益之中,以至于无法再充分地看清真理,个人的快乐或痛苦遮蔽了他们的判断。
§1.1.8περὶ μὲν οὖν τῶν ἄλλων, ὥσπερ λέγομεν, δεῖ ὡς ἐλαχίστων ποιεῖν κύριον τὸν κριτήν, περὶ δὲ τοῦ γεγονέναι ἢ μὴ γεγονέναι, ἢ ἔσεσθαι ἢ μὴ ἔσεσθαι, ἢ εἶναι ἢ μὴ εἶναι, ἀνάγκη ἐπὶ τοῖς κριταῖς καταλείπειν· οὐ γὰρ δυνατὸν ταῦτα τὸν νομοθέτην προϊδεῖν.
因此,正如我们所说,在其他事情上,应当让裁判官拥有的决定权越少越好,但至于一件事是否已经发生、是否将要发生、是否存在,则必须留给裁判官来判断;因为立法者不可能预见这些事情。
§1.1.9εἰ δὲ ταῦθʼ οὕτως ἔχει, φανερὸν ὅτι τὰ ἔξω τοῦ πράγματος τεχνολογοῦσιν ὅσοι τἆλλα διορίζουσιν, οἷον τί δεῖ τὸ προοίμιον ἢ τὴν διήγησιν ἔχειν, καὶ τῶν ἄλλων ἕκαστον μορίων·
如果情况确实如此,那么显而易见,那些规定其他事项(例如绪论或叙述应当包含什么,以及其他各个部分)的人,是在将事情之外的东西条理化。
οὐδὲν γὰρ ἐν αὐτοῖς ἄλλο πραγματεύονται πλὴν ὅπως τὸν κριτὴν ποιόν τινα ποιήσωσιν, περὶ δὲ τῶν ἐντέχνων πίστεων οὐδὲν δεικνύουσιν, τοῦτο δʼ ἐστὶν ὅθεν ἄν τις γένοιτο ἐνθυμηματικός.
因为在这些内容中,他们除了探讨如何使裁判官处于某种特定的心境之外,没有探讨任何其他内容,而对于技术性的说服方式却未作任何展示,而这正是让人能够掌握修辞推论的源泉所在。
§1.1.10διὰ γὰρ τοῦτο τῆς αὐτῆς οὔσης μεθόδου περὶ τὰ δημηγορικὰ καὶ δικανικά, καὶ καλλίονος καὶ πολιτικωτέρας τῆς δημηγορικῆς πραγματείας οὔσης ἢ τῆς περὶ τὰ συναλλάγματα, περὶ μὲν ἐκείνης οὐδὲν λέγουσι, περὶ δὲ τοῦ δικάζεσθαι πάντες πειρῶνται τεχνολογεῖν, ὅτι ἧττόν ἐστι πρὸ ἔργου τὰ ἔξω τοῦ πράγματος λέγειν ἐν τοῖς δημηγορικοῖς καὶ ἧττόν ἐστι κακοῦργον ἡ δημηγορία δικολογίας, ὅτι κοινότερον.
因为,尽管政治演说和法庭演说所使用的方法是相同的,而且政治演说的处理比关于契约的处理更美好、更具有政治性,但人们对前者却只字不提,却都试图对法庭辩论进行技术性的系统化。 这是因为在政治演说中,说些事情之外的话没那么有用,而且政治演说比法庭辩论更不易产生危害,因为它涉及的是更公共的事务。
ἐνταῦθα μὲν γὰρ ὁ κριτὴς περὶ οἰκείων κρίνει, ὥστʼ οὐδὲν ἄλλο δεῖ πλὴν ἀποδεῖξαι ὅτι οὕτως ἔχει ὥς φησιν ὁ συμβουλεύων·
因为在那里,裁判者是对关乎自身利益的事物进行评判,因此除了证明建议者的说法属实之外,不需要做更多。
ἐν δὲ τοῖς δικανικοῖς οὐχ ἱκανὸν τοῦτο, ἀλλὰ πρὸ ἔργου ἐστὶν ἀναλαβεῖν τὸν ἀκροατήν·
但在法庭演说中,这还不够,把听众争取过来反而是有用的。
περὶ ἀλλοτρίων γὰρ ἡ κρίσις, ὥστε πρὸς τὸ αὑτῶν σκοπούμενοι καὶ πρὸς χάριν ἀκροώμενοι διδόασι τοῖς ἀμφισβητοῦσιν, ἀλλʼ οὐ κρίνουσιν.
因为他们的判决涉及他人的事务,因此,他们根据自己的利益考虑,为了讨好而听信,向诉讼当事人妥协,而不是在进行真正的判决。
διὸ καὶ πολλαχοῦ, ὥσπερ πρότερον εἶπον, ὁ νόμος κωλύει λέγειν ἔξω τοῦ πράγματος· ἐκεῖ δʼ αὐτοὶ οἱ κριταὶ τοῦτο τηροῦσιν ἱκανῶς.
因此,正如我之前所说,在许多地方,法律禁止说事情之外的话;而在那里,裁判者自己就能够充分地维持这一原则。