Humanitext Reader

亚里士多德 · 论呼吸 §21

风箱比喻下的呼吸运动机制与医学的关联

第 14 段,共 14 段 · 希腊语

内容简介

本章通过将呼吸和鳃的运动比作“风箱”,解释了因体内热量的膨胀与冷却所引起的器官物理联动。最后,探讨了处理健康与疾病的医学与自然学之间相互交织的边界。

§21Ἡ δ’ ἀναπνοὴ γίνεται αὐξανομένου τοῦ θερμοῦ, ἐν ᾧ ἡ ἀρχὴ ἡ θρεπτική.
另一方面,呼吸是由于热量的增加而产生的,在这一热量中存在着营养的原理。
Καθάπερ γὰρ καὶ τἆλλα δεῖται τροφῆς, κἀκεῖνο, καὶ τῶν ἄλλων μᾶλλον· καὶ γὰρ τοῖς ἄλλοις ἐκεῖνο τῆς τροφῆς αἴτιόν ἐστιν.
因为正如其他事物需要营养一样,那个热量也是如此,而且比其他事物更需要;因为实际上,对于其他事物来说,那个热量正是它们获得营养的原因。
Ἀνάγκη δὴ πλέον γινόμενον αἴρειν τὸ ὄργανον.
因此,当它变大时,必然会抬升该器官。
Δεῖ δ’ ὑπολαβεῖν τὴν σύστασιν τοῦ ὀργάνου παραπλησίαν μὲν εἶναι ταῖς φύσαις ταῖς ἐν τοῖς χαλκείοις· οὐ πόρρω γὰρ οὔθ’ ὁ πνεύμων οὔθ’ ἡ καρδία πρὸς τὸ δέξασθαι σχῆμα τοιοῦτον· διπλοῦν δ’ εἶναι τὸ τοιοῦτον· δεῖ γὰρ ἐν τῷ μέσῳ τὸ θρεπτικὸν εἶναι τῆς φυσικῆς δυνάμεως.
我们必须认为,该器官的构造与锻造厂中的风箱非常相似;因为肺和心脏都不难呈现出这种形状;而且这样的器官必须是双重的,因为自然能力的营养部分必须居于其中。
Αἴρεται μὲν οὖν πλεῖον γενόμενον, αἰρομένου δ’ ἀναγκαῖον αἴρεσθαι καὶ τὸ περιέχον αὐτὸ μόριον.
因而,当它变大时就会被抬升,而当它抬升时,包围着它的部位也必然会被抬升。
Ὅπερ φαίνονται ποιεῖν οἱ ἀναπνέοντες· αἴρουσι γὰρ τὸν θώρακα διὰ τὸ τὴν ἀρχὴν τὴν ἐνοῦσαν αὐτῷ τοῦ τοιούτου μορίου ταὐτὸ τοῦτο ποιεῖν· αἰρομένου γάρ, καθάπερ εἰς τὰς φύσας, ἀναγκαῖον εἰσφέρειν τὸν ἀέρα τὸν θύραθεν, καὶ ψυχρὸν ὄντα καὶ καταψύχοντα σβεννύναι τὴν ὑπεροχὴν τὴν τοῦ πυρός.
这正是呼吸的动物显然在做的事;因为它们抬起胸廓,是由于该部位内部的原理也在做这同样的事;因为当它被抬起时,正如在风箱中一样,必然会吸入外部的空气,而空气是寒冷的,它通过冷却来熄灭过剩的火。
Ὥσπερ δ’ αὐξανομένου ᾔρετο τοῦτο τὸ μόριον, καὶ φθίνοντος ἀναγκαῖον συνίζειν, καὶ συνίζοντος ἐξιέναι τὸν ἀέρα τὸν εἰσελθόντα πάλιν, εἰσιόντα μὲν ψυχρὸν ἐξιόντα δὲ θερμὸν διὰ τὴν ἁφὴν τοῦ θερμοῦ τοῦ ἐνόντος ἐν τῷ μορίῳ τούτῳ, καὶ μάλιστα τοῖς τὸν πνεύμονα ἔναιμον ἔχουσιν· εἰς πολλοὺς γὰρ οἷον αὐλῶνας τὰς σύριγγας ἐμπίπτειν τὰς ἐν τῷ πνεύμονι, ὧν παρ’ ἑκάστην παρατέτανται φλέβες, ὥστε δοκεῖν ὅλον εἶναι τὸν πνεύμονα πλήρη αἵματος.
正如当热量增加时该部位会被抬起一样,当它衰退时也必然会收缩,而当它收缩时,进入的空气必然会再次排出——吸入时是冷空气,排出时则因为接触了该部位内部存在的热量而变成热空气,这在那些肺部多血的动物中尤为明显;因为肺部的管道通向许多像沟渠一样的通道,在每一个通道旁都平行延伸着血管,以至于整个肺部看起来都充满了血液。
Καλεῖται δ’ ἡ μὲν εἴσοδος τοῦ ἀέρος ἀναπνοή, ἡ δ’ ἔξοδος ἐκπνοή.
空气的吸入被称为吸气,排出被称为呼气。
Καὶ ἀεὶ δὴ τοῦτο γίνεται συνεχῶς, ἕως περ ἂν ζῇ καὶ κινῇ τοῦτο τὸ μόριον συνεχῶς.
只要动物活着,并且这一部位在持续运动,这就会一直连续不断地发生。
Καὶ διὰ τοῦτο ἐν τῷ ἀναπνεῖν καὶ ἐκπνεῖν ἐστὶ τὸ ζῆν.
因此,生命就存在于吸气和呼气之中。
Τὸν αὐτὸν δὲ τρόπον καὶ τοῖς ἰχθύσιν ἡ κίνησις γίνεται τῶν βραγχίων.
同样,鱼类的鳃的运动也是这样产生的。
Αἰρομένου μὲν γὰρ τοῦ θερμοῦ τοῦ ἐν τῷ αἵματι διὰ τῶν μορίων αἴρονται καὶ τὰ βράγχια, καὶ διιᾶσι τὸ ὕδωρ· κατιόντος δὲ πρὸς τὴν καρδίαν διὰ τῶν πόρων καὶ καταψυχομένου συνίζουσι, καὶ ἀφιᾶσι τὸ ὕδωρ.
因为当血液中的热量通过这些部位上升时,鳃也随之抬起,并让水通过;但当热量通过通道下降到心脏并冷却时,它们就收缩,并将水排出。
Ἀεὶ δ’ αἰρομένου τοῦ ἐν τῇ καρδίᾳ, ἀεὶ δέχεται πάλιν καταψυχομένου.
随着心脏中的热量不断上升,当它冷却时,总是会再次吸入。
Διὸ κἀκείνοις τοῦ ζῆν καὶ μὴ ζῆν τὸ τέλος ἐστὶν ἐν τῷ ἀναπνεῖν, καὶ τούτοις ἐν τῷ δέχεσθαι τὸ ὑγρόν.
因此,正如对那些动物来说,生与死的界限在于呼吸,而对这些动物来说,则在于吸入液体。
Περὶ μὲν οὖν ζωῆς καὶ θανάτου καὶ τῶν συγγενῶν ταύτης τῆς σκέψεως, σχεδὸν εἴρηται περὶ πάντων.
综上所述,关于生命、死亡以及与此探究相关的所有问题,几乎都已经阐明。
Περὶ δὲ ὑγιείας καὶ νόσου οὐ μόνον ἐστὶν ἰατροῦ ἀλλὰ καὶ τοῦ φυσικοῦ μέχρι του τὰς αἰτίας εἰπεῖν.
另一方面,关于健康和疾病,在一定程度上说明其原因,不仅属于医生的职责,也属于自然学家的任务。
Ἧι δὲ διαφέρουσι καὶ ᾗ διαφέροντα θεωροῦσιν, οὐ δεῖ λανθάνειν, ἐπεὶ ὅτι γε σύνορος ἡ πραγματεία μέχρι τινός ἐστι, μαρτυρεῖ τὸ γινόμενον· τῶν τε γὰρ ἰατρῶν ὅσοι κομψοὶ ἢ περίεργοι, λέγουσί τι περὶ φύσεως καὶ τὰς ἀρχὰς ἐκεῖθεν ἀξιοῦσι λαμβάνειν, καὶ τῶν περὶ φύσεως πραγματευθέντων οἱ χαριέστατοι σχεδὸν τελευτῶσιν εἰς τὰς ἀρχὰς τὰς ἰατρικάς.
但是,我们绝不能忽视他们有何不同,以及他们是以何种不同的方式进行考察的,因为事实本身就证明了他们的研究在一定程度上是接壤的;因为在医生中,那些精致或有探究精神的人都会谈论自然,并主张从那里获取基本原理,而在探讨自然的人中,最杰出的人几乎最终都会归结到医学的原理上。

词汇与语法注释

  1. §21ἐν ᾧ ἡ ἀρχὴ ἡ θρεπτική — 关系代词 ἐν ᾧ 的先行词是前文的 τοῦ θερμοῦ(热量)。这反映了营养灵魂的原理存在于体内先天热量(通常位于心脏)中的生理学观点。
  2. §21ἀναπνοή — 该词通常泛指整个呼吸,但在此处特指“吸气”(空气的吸入),以便与表示“呼气”(排出)的 ἐκπνοή 进行对比和定义。
  3. §21σύνορος — 意为“接壤的”或“相邻的”形容词。这是表明医学(ἰατρική)与自然哲学(φυσική)这两种学术探究(πραγματεία)在一定界限上相互连续的关键概念。

引用这一段

亚里士多德, 论呼吸 §21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg037.humanitext-grc1:21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。