Humanitext Reader

亚里士多德 · 论呼吸 §17

自然死亡与外因死亡的区别及衰老机制

第 12 段,共 14 段 · 希腊语

内容简介

在本节中,作者讨论了所有生物共同的“死亡”,区分了自然死亡(衰老)与暴力死亡,并指出热量的丧失是其根本原因。衰老被解释为由于肺或鳃随时间变硬、丧失冷却功能,导致生命之火自然熄灭。

§17Ἔστι μὲν οὖν πᾶσι τοῖς ζῴοις κοινὸν γένεσις καὶ θάνατος, οἱ δὲ τρόποι διαφέρουσι τῷ εἴδει· οὐ γὰρ ἀδιάφορος ἡ φθορά, ἀλλ’ ἔχει τι κοινόν.
因此,产生和死亡对所有动物都是共同的,但其方式因物种而异;因为消灭并非没有区别,而是具有某种共同点。
Θάνατος δ’ ἐστὶν ὁ μὲν βίαιος ὁ δὲ κατὰ φύσιν, βίαιος μὲν ὅταν ἡ ἀρχὴ ἔξωθεν ᾖ, κατὰ φύσιν δ’ ὅταν ἐν αὐτῷ.
死亡一方面是暴力的,另一方面是自然的;当其源泉来自外部时是暴力的,而当其在自身内部时则是自然的。
Καὶ ἡ τοῦ μορίου σύστασις ἐξ ἀρχῆς τοιαύτη, ἀλλὰ μὴ ἐπίκτητόν τι πάθος.
并且,[如果是自然的,] 则是该部位从一开始的构造就是如此,而不是某种后天获得的疾病。
Τοῖς μὲν οὖν φυτοῖς αὔανσις, ἐν δὲ τοῖς ζῴοις καλεῖται τοῦτο γῆρας.
因此,在植物中这被称为枯萎,而在动物中这被称为衰老。
Ἔστι δὲ θάνατος καὶ ἡ φθορὰ πᾶσιν ὁμοίως τοῖς μὴ ἀτελέσιν· τούτοις δὲ παρομοίως μέν, ἄλλον δὲ τρόπον.
死亡和消灭同样发生于所有非不完全者;而对于这些不完全者,虽然类似,但方式不同。
Ἀτελῆ δὲ λέγω οἷον τά τε ᾠὰ καὶ τὰ σπέρματα τῶν φυτῶν, ὅσα ἄρριζα.
我所说的不完全者,例如卵和植物的种子,即那些没有根的。
Πᾶσι μἐν οὖν ἡ φθορὰ γίνεται διὰ θερμοῦ τινὸς ἔκλειψιν, τοῖς δὲ τελείοις, ἐν ᾧ τῆς οὐσίας ἡ ἀρχή.
现在,对所有人来说,消灭都是由于某种热量的丧失而发生,但对于完全者,则发生在其本质源泉所在的部位。
Αὕτη δ’ ἐστίν, ὥσπερ εἴρηται πρότερον, ἐν ᾧ τό τε ἄνω καὶ τὸ κάτω συνάπτει, τοῖς μὲν φυτοῖς μέσον βλαστοῦ καὶ ῥίζης, τῶν δὲ ζῴων τοῖς μὲν ἐναίμοις ἡ καρδία, τοῖς δ’ ἀναίμοις τὸ ἀνάλογον.
正如前面所说,这个部位是上部和下部相连的地方,在植物中是新芽和根的中部,而在动物中,有血动物是心脏,无血动物则是其对应部分。
Τούτων δ’ ἔνια δυνάμει πολλὰς ἀρχὰς ἔχουσιν, οὐ μέντοι γε ἐνεργείᾳ.
这些动物中的一些在潜能上拥有许多源泉,但在现实中却不然。
Διὸ καὶ τῶν ἐντόμων ἔνια διαιρούμενα ζῶσι, καὶ τῶν ἐναίμων ὅσα μὴ ζωτικὰ λίαν εἰσί, πολὺν χρόνον ζῶσιν ἐξῃρημένης τῆς καρδίας, οἷον αἱ χελῶναι καὶ κινοῦνται τοῖς ποσίν, ἐπόντων τῶν χελωνίων, διὰ τὸ μὴ συγκεῖσθαι τὴν φύσιν αὐτῶν εὖ, παραπλησίως δὲ τοῖς ἐντόμοις.
因此,一些昆虫在被分割后仍能生存,而在有血动物中,凡是生命力并非极度依赖于单一器官的,在心脏被取出后也能存活很长时间,例如乌龟,它们在龟壳还在的情况下仍能用脚移动,因为它们的自然构造没有高度紧密结合,而是非常类似于昆虫。
Ἡ δ’ ἀρχὴ τῆς ζωῆς ἐκλείπει τοῖς ἔχουσιν, ὅταν μὴ καταψύχηται τὸ θερμὸν τὸ κοινωνοῦν αὐτῆς.
但是,在拥有生命源泉的动物中,当共享生命的生命之热得不到冷却时,生命的源泉就会丧失。
Καθάπερ γὰρ εἴρηται πολλάκις, συντήκεται αὐτὸ ὑφ’ αὑτοῦ.
因为正如多次说过的那样,它会自燃而尽。
Ὅταν οὖν τοῖς μὲν ὁ πλεύμων τοῖς δὲ τὰ βράγχια σκληρύνηται, διὰ χρόνου μῆκος ξηραινομένων τοῖς μὲν τῶν βραγχίων τοῖς δὲ τοῦ πλεύμονος, καὶ γινομένων γεηρῶν, οὐ δύναται ταῦτα τὰ μόρια κινεῖν οὐδ’ αἴρειν καὶ συνάγειν.
因此,当一些动物的肺部和另一些动物的鳃部变硬时——由于时间的久远,一些动物的鳃部和另一些动物的肺部变干并变得像泥土一样——它们就无法活动这些部位,也无法使其扩张和收缩。
Τέλος δὲ γινομένης ἐπιτάσεως καταμαραίνεται τὸ πῦρ.
最后,随着干燥的加剧,生命之火便熄灭了。
Διὸ καὶ μικρῶν παθημάτων ἐπιγινομένων ἐν τῷ γήρᾳ ταχέως τελευτῶσιν· διὰ γὰρ τὸ ὀλίγον εἶναι τὸ θερμόν, ἅτε τοῦ πλείστου διαπεπνευκότος ἐν τῷ πλήθει τῆς ζωῆς, ἥτις ἂν ἐπίτασις γένηται τοῦ μορίου, ταχέως ἀποσβέννυται· ὥσπερ γὰρ ἀκαριαίας καὶ μικρᾶς ἐν αὐτῷ φλογὸς ἐνούσης διὰ μικρὰν κίνησιν ἀποσβέννυται.
因此,在老年时,即使发生微小的疾病,它们也会迅速死亡;因为热量已经很少,其大部分在生命的全盛期已经散失,该部位无论发生什么样的负担,都会迅速熄灭;因为这就像里面只有微弱而细小的火焰,因微小的扰动就会熄灭。
Διὸ καὶ ἄλυπός ἐστιν ὁ ἐν τῷ γήρᾳ θάνατος· οὐδενὸς γὰρ βιαίου πάθους αὐτοῖς συμβαίνοντος τελευτῶσιν, ἀλλ’ ἀναίσθητος ἡ τῆς ψυχῆς ἀπόλυσις γίνεται παντελῶς.
因此,老年时的死亡也是无痛苦的;因为它们在没有遭遇任何暴力痛苦的情况下死去,完全是在毫无感觉中发生了灵魂的解脱。
Καὶ τῶν νοσημάτων ὅσα ποιοῦσι τὸν πνεύμονα σκληρὸν ἢ φύμασιν ἢ περιττώμασιν ἢ θερμότητος νοσηματικῆς ὑπερβολῇ, καθάπερ ἐν τοῖς πυρετοῖς, πυκνὸν τὸ πνεῦμα ποιοῦσι διὰ τὸ μὴ δύνασθαι τὸν πνεύμονα μακρὰν αἴρειν ἄνω καὶ συνίζειν.
而在疾病中,凡是因肿瘤、残留物或病理性过热(如发热时)而使肺部变硬的疾病,都会使呼吸变得急促,因为肺部无法充分扩张和收缩。
Τέλος δ’, ὅταν μηκέτι δύνωνται κινεῖν, τελευτῶσιν ἀποπνεύσαντες.
最后,当它们再也无法活动肺部时,便吐出最后一口气而死。

词汇与语法注释

  1. p.350καὶ ἡ τοῦ μορίου σύστασις ἐξ ἀρχῆς τοιαύτη — 省略了系动词(`ἐστίν` 或 `γίνεται`)。它补充说明了自然死亡(`κατὰ φύσιν`)的条件,意为“当该部位从一开始的构造就是如此(天生注定会衰亡)”。
  2. p.350ἐν ᾧ τῆς οὐσίας ἡ ἀρχή — 省略了先行词的关系从句(`ἐν... ἐν ᾧ`)。它指的是生命本质源泉(始原)所在的身体部位(如多血动物中的心脏)。
  3. p.350ἐξῃρημένης τῆς καρδίας — 属格独立结构(genitive absolute)。此处带有条件或让步的语气,意为“即使心脏被取出”或“在心脏被取出的情况下”。
  4. p.350ἥτις ἂν ἐπίτασις γένηται τοῦ μορίου — 带有 `ἂν` 和虚拟语气 `γένηται` 的泛指关系从句。其功能类似于条件从句,表达让步意义:“无论该部位(肺或鳃)发生什么样的(哪怕是微小的)负担或加剧”。

引用这一段

亚里士多德, 论呼吸 §17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg037.humanitext-grc1:17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。