§14Ἐμπεδοκλῆς δ’ οὐ καλῶς τοῦτ’ εἴρηκε, φάσκων τὰ θερμότατα καὶ πῦρ ἔχοντα πλεῖστον τῶν ζῴων ἔνυδρα εἶναι, φεύγοντα τὴν ὑπερβολὴν τῆς ἐν τῇ φύσει θερμότητος, ὅπως ἐπειδὴ τοῦ ψυχροῦ καὶ τοῦ ὑγροῦ ἐλλείπει, κατὰ τὸν τόπον ἀνασώζηται ἐναντία ὄντα· θερμὸν γὰρ εἶναι τὸ ὑγρὸν ἧττον τοῦ ἀέρος.
但是恩培多克勒对这一点的论述并不妥当,他声称在动物中那些最热且拥有最多火的动物是水生的,它们是为了逃避其本性中过度的热,以便在缺乏冷和湿的情况下,能够通过与它们相反的场所来保存自身;因为液体比空气要不那么热。
Ὅλως μὲν οὖν ἄτοπον πῶς ἐνδέχεται γενόμενον ἕκαστον αὐτῶν ἐν τῷ ξηρῷ μεταβάλλειν τὸν τόπον εἰς τὸ ὑγρόν· σχεδὸν γὰρ καὶ ἄποδα τὰ πλεῖστα αὐτῶν ἐστίν.
然而,总的来说,它们中的每一个在干地上出生后,如何能够将它们的场所改变到湿处,这是荒谬的;因为它们中的大多数几乎没有足。
Ὁ δὲ τὴν ἐξ ἀρχῆς αὐτῶν σύστασιν λέγων γενέσθαι μὲν ἐν τῷ ξηρῷ φησί, φεύγοντα δ’ ἐλθεῖν εἰς τὸ ὑγρόν.
但他在谈到它们最初的构成时,说是产生在干地上,而为了逃避才来到了湿处。
Ἔτι δ’ οὔτε φαίνεται θερμότερα ὄντα τῶν πεζῶν· τὰ μὲν γὰρ ἄναιμα πάμπαν, τὰ δ’ ὀλίγαιμα αὐτῶν ἐστίν.
此外,它们看起来也不比陆行动物更热;因为它们中有些完全无血,有些则血液很少。
Ἀλλὰ ποῖα μὲν δεῖ λέγειν θερμὰ καὶ ψυχρά, καθ’ αὑτὰ τὴν ἐπίσκεψιν εἴληφεν·
但是,关于应该称哪些东西为热和冷,这本身已经得到了考察。
περὶ δ’ ἧς αἰτίας εἴρηκεν Ἐμπεδοκλῆς, τῇ μὲν ἔχει τὸ ζητούμενον λόγον, οὐ μὴν ὅ γε φησὶν ἐκεῖνος ἀληθές.
至于恩培多克勒所说的原因,在某种程度上,所探求的问题确有其道理,但他所说的却绝非真实。
Τῶν μὲν γὰρ ἕξεων τὰς ὑπερβολὰς ἔχοντας οἱ ἐναντίοι τόποι καὶ ὧραι σώζουσιν, ἡ δὲ φύσις ἐν τοῖς οἰκείοις σώζεται μάλιστα τόποις.
因为,相反的场所和季节能够保存那些在状态上过度的人,而本性则最能在其自有的适当场所中得到保存。
Οὐ γὰρ ταὐτὸν ἥ θ’ ὕλη τῶν ζῴων ἐξ ἧς ἐστὶν ἕκαστον, καὶ αἱ ἕξεις καὶ διαθέσεις αὐτῆς.
因为,每个动物作为其构成基础的质料,与其状态和配置并不是同一回事。
Λέγω δ’ οἷον εἴ τι ἐκ κηροῦ συστήσειεν ἡ φύσις, οὐκ ἂν ἐν θερμῷ θεῖσα διέσωσεν, οὐδ’ εἴ τι ἐκ κρυστάλλου· ἐφθάρη γὰρ ἂν ταχὺ διὰ τοὐναντίον· τήκει γὰρ τὸ θερμὸν τὸ ὑπὸ τοῦ ἐναντίου συστάν.
我的意思是,例如,如果自然用蜡构成了某种东西,那么将它放在炎热的地方是无法保存它的,用冰构成的也是如此;因为它们会因为相反的作用而迅速毁灭;因为热会熔化由其相反物所构成的东西。
Οὐδ’ εἴ τι ἐξ ἁλὸς ἢ νίτρου συνέστησεν, οὐκ ἂν εἰς ὑγρὸν φέρουσα κατέθηκεν· φθείρει γὰρ τὰ ὑπὸ θερμοῦ καὶ ξηροῦ συστάντα τὸ ὑγρόν.
同样,如果自然用盐或硝石构成了某种东西,它也不会将其带到并安置在液体中;因为液体会毁灭那些由热和干所构成的东西。
Εἰ οὖν ὕλη πᾶσι τοῖς σώμασι τὸ ὑγρὸν καὶ τὸ ξηρόν, εὐλόγως τὰ μὲν ἐξ ὑγροῦ καὶ ψυχροῦ συστάντα ἐν ὑγροῖς ἐστί, καὶ εἰ ψυχρά, ἔσται ἐν ψυχρῷ, τὰ δ’ ἐκ ξηροῦ ἐν ξηρῷ.
因此,如果湿和干是所有身体的质料,那么由湿和冷所构成的东西存在于湿处就是合理的,而且如果它们是冷的,就会存在于冷处,而由干所构成的东西则存在于干处。
Διὰ τοῦτο τὰ δένδρα οὐκ ἐν ὕδατι φύεται, ἀλλ’ ἐν τῇ γῇ.
由于这个原因,树木不在水中生长,而是在泥土中。
Καί τοι τοῦ αὐτοῦ λόγου ἐστὶν εἰς τὸ ὕδωρ, διὰ τὸ εἶναι αὐτὰ ὑπέρξηρα, ὥσπερ τὰ ὑπέρπυρά φησιν ἐκεῖνος· οὐ γὰρ διὰ τὸ ψυχρὸν ἦλθεν εἰς αὐτό, ἀλλ’ ὅτι ὑγρόν.
然而,按照同样的逻辑,树木由于极度干燥,应该会进入水中,就像他所说的那些极度多火的动物一样;因为它们进入水中并不是因为冷,而是因为水是湿的。
Αἱ μὲν οὖν φύσεις τῆς ὕλης, ἐν οἵῳπερ τόπῳ εἰσί, τοιαῦται οὖσαι τυγχάνουσιν, αἱ μὲν ἐν ὕδατι ὑγραί, αἱ δ’ ἐν τῇ γῇ ξηραί, αἱ δ’ ἐν τῷ ἀέρι θερμαί.
因此,质料的本性,在它们所在的任何场所中,正好符合这些场所的性质,在水中的是湿的,在土中的是干的,在空气中的是热的。
Αἱ μέντοι ἕξεις αἱ μὲν ὑπερβάλλουσαι θερμότητι ἐν ψυχρῷ, αἱ δὲ τῇ ψυχρότητι ἐν θερμῷ τιθέμεναι σώζονται μᾶλλον· ἐπανισοῖ γὰρ εἰς τὸ μέτριον ὁ τόπος τὴν τῆς ἕξεως ὑπερβολήν.
然而,在热上过度的状态被放置在冷处,在冷上过度的状态被放置在热处,则更能得到保存;因为场所能将状态的过度均等化为适度。
Τοῦτο μὲν οὖν δεῖ ζητεῖν ἐν τοῖς οἰκείοις τόποις ἑκάστης ὕλης, καὶ κατὰ τὰς μεταβολὰς τῆς κοινῆς ὥρας· τὰς μὲν γὰρ ἕξεις ἐνδέχεται τοῖς τόποις ἐναντίας εἶναι, τὴν δ’ ὕλην ἀδύνατον.
因此,我们必须在每种质料自有的适当场所中,并根据共同季节的变化来探求这一点;因为状态有可能与它们的场所相反,但质料则是绝对不可能的。
Ὅτι μὲν οὖν οὐ διὰ θερμότητα τῆς φύσεως τὰ μὲν ἔνυδρα τὰ δὲ πεζὰ τῶν ζῴων ἐστί, καθάπερ Ἐμπεδοκλῆς φησίν, τοσαῦτ’ εἰρήσθω, καὶ διότι τὰ μὲν οὐκ ἔχει πνεύμονα τὰ δὲ ἔχει.
因此,关于动物中有些是水生的、有些是陆生的,并不是像恩培多克勒所说的那样是因为它们本性的温热,以及为什么有些没有肺部而有些有,就说这么多。