Humanitext Reader

亚里士多德 · 论呼吸 §12-13

鲸类的排水结构及呼吸器官与体内热量的关系

第 9 段,共 14 段 · 希腊语

内容简介

本章节阐明了鲸类、软体动物和软甲类吸入并排出水的构造与目的,并探讨了呼吸器官、体内热量、魂的高贵程度之间的相关性,以及生物构成的目的因与必要因。

§12Περὶ δὲ τὰ κητώδη τῶν ἐνύδρων ἀπορήσειεν ἄν τις, ἔχει δὲ κἀκεῖνα κατὰ λόγον, οἷον περί τε τοὺς δελφῖνας καὶ τὰς φαλαίνας, καὶ τῶν ἄλλων ὅσα ἔχει τὸν καλούμενον αὐλόν.
关于水生动物中的鲸类,人们可能会提出疑问,但它们的情况也是合理的,例如海豚和鲸鱼,以及其他所有拥有所谓喷气孔的动物。
Ταῦτα γὰρ ἄποδα μέν ἐστιν, ἔχοντα δὲ πνεύμονα δέχεται τὴν θάλατταν.
因为这些动物一方面没有足,但另一方面,由于具有肺部,它们会吸入海水。
Αἴτιον δὲ τούτου τὸ νῦν εἰρημένον· οὐ γὰρ καταψύξεως ἕνεκεν δέχεται τὸ ὑγρόν.
其原因就是刚才所说的;因为它们吸入液体并不是为了冷却。
Τοῦτο μὲν γὰρ γίνεται αὐτοῖς ἀναπνέουσιν· ἔχουσι γὰρ πλεύμονα.
对它们来说,冷却是在呼吸时进行的;因为它们具有肺部。
Διὸ καὶ καθεύδουσιν ὑπερέχοντα τὸ στόμα, καὶ ῥέγχουσιν οἵ γε δελφῖνες.
因此,它们在睡觉时也会将口露出水面,至少海豚在睡觉时还会打鼾。
Ἔτι δὲ κἂν ληφθῶσι τοῖς δικτύοις, ταχὺ ἀποπνίγονται διὰ τὸ μὴ ἀναπνεῖν· καὶ ἐπιπολάζοντα φαίνεται τὰ τοιαῦτα ἐπὶ τῆς θαλάττης διὰ τὴν ἀναπνοήν.
此外,如果它们被网捕获,由于无法呼吸,很快就会窒息;而这类动物为了呼吸会浮在海面上。
Ἀλλ’ ἐπειδὴ ἀναγκαῖον ποιεῖσθαι τὴν τροφὴν ἐν ὑγρῷ, ἀναγκαῖον δεχόμενα τὸ ὑγρὸν ἀφιέναι, καὶ διὰ τοῦτ’ ἔχουσι πάντα τὸν αὐλόν· δεξάμενα γὰρ τὸ ὕδωρ, ὥσπερ οἱ ἰχθύες κατὰ τὰ βράγχια, ταῦτα κατὰ τὸν αὐλόν, ἀνασπᾷ τὸ ὕδωρ.
但是,既然必须在水中摄取食物,它们在接纳液体的同时就必须将其排出,因此它们都具有喷气孔;因为它们接纳了水之后,就像鱼类通过鳃排出水一样,它们通过喷气孔将水向上喷出。
Σημεῖον δὲ καὶ ἡ θέσις τοῦ αὐλοῦ· πρὸς οὐθὲν γὰρ περαίνει τῶν ἐναίμων, ἀλλὰ πρὸ τοῦ ἐγκεφάλου τὴν θέσιν ἔχει, καὶ ἀφίησι τὸ ὕδωρ.
喷气孔的位置也是一个证据;因为它不通往任何有血的器官,而是位于脑的前部,并将水排出。
Διὰ ταὐτὸ δὲ τοῦτο δέχεται καὶ τὰ μαλάκια τὸ ὕδωρ καὶ τὰ μαλακόστρακα, λέγω δ’ οἷον τοὺς καλουμένους καράβους καὶ τοὺς καρκίνους.
由于这同一个原因,软体动物和软甲类(我指的是比如所谓的龙虾和螃蟹)也会接纳水。
Καταψύξεως μὲν γὰρ αὐτῶν οὐδὲν τυγχάνει δεόμενον· ὀλιγόθερμον γάρ ἐστι καὶ ἄναιμον ἕκαστον αὐτῶν, ὥσθ’ ἱκανῶς καταψύχεται ὑπὸ τοῦ περιέχοντος ὑγροῦ· ἀλλὰ διὰ τὴν τροφήν, ὅπως μὴ ἅμα δεχομένοις εἰσρέῃ τὸ ὑγρόν.
因为它们都不需要冷却;它们每一种都缺少热量且无血,因此能被周围的液体充分冷却;但它们接纳水是为了食物,以便在摄入食物的同时液体不会一起流入胃中。
Τὰ μὲν οὖν μαλακόστρακα, οἷον οἵ τε καρκίνοι καὶ οἱ κάραβοι, παρὰ τὰ δασέα ἀφιᾶσι τὸ ὕδωρ διὰ τῶν ἐπιπτυγμάτων, σηπίαι δὲ καὶ πολύποδες διὰ τοῦ κοίλου τοῦ ὑπὲρ τῆς καλουμένης κεφαλῆς.
因此,软甲类(如螃蟹和龙虾)通过其盖片,在多毛部位的旁边排出水,而乌贼和章鱼则通过所谓头部上方的漏斗排出。
Γέγραπται δὲ περὶ αὐτῶν δι’ ἀκριβείας μᾶλλον ἐν ταῖς περὶ τῶν ζῴων ἱστορίαις.
关于这些动物,在《动物志》中已经有更精确的记载。
Περὶ μὲν οὖν τοῦ δέχεσθαι τὸ ὑγρόν, εἴρηται ὅτι συμβαίνει διὰ κατάψυξιν καὶ διὰ τὸ δεῖν δέχεσθαι τὴν τροφὴν ἐκ τοῦ ὑγροῦ τὰ τὴν φύσιν ὄντα τῶν ζῴων ἔνυδρα.
因此,关于液体的接纳,已经说明了这是由于冷却,以及由于天生是水生的动物必须从液体中获取食物。
§13Περὶ δὲ τῆς καταψύξεως, τίνα γίνεται τρόπον τοῖς τ’ ἀναπνέουσι καὶ τοῖς ἔχουσι βράγχια, μετὰ ταῦτα λεκτέον.
至于冷却,呼吸的动物和有鳃的动物各自以何种方式进行,在此之后必须予以说明。
Ὅτι μὲν οὖν ἀναπνέουσιν ὅσα πνεύμονα τῶν ζῴων ἔχουσι, πρότερον εἴρηται.
现在,凡是具有肺部的动物都需要呼吸,这一点先前已经说过。
Διὰ τί δὲ τοῦτο τὸ μόριον ἔχουσιν ἔνια, καὶ διὰ τί τὰ ἔχοντα δεῖται τῆς ἀναπνοῆς, αἴτιον τοῦ μὲν ἔχειν ὅτι τὰ τιμιώτερα τῶν ζῴων πλείονος τετύχηκε θερμότητος· ἅμα γὰρ ἀνάγκη καὶ ψυχῆς τετυχηκέναι τιμιωτέρας· τιμιώτερα γὰρ τὰ τοιαῦτα τῆς φύσεως τῆς τῶν φυτῶν.
但是,为什么有些动物具有这个器官,以及为什么具有它的动物需要呼吸,其具有的原因在于,较高等的动物获得了更多的热量;因为同时,它们也必然获得了较高等的魂;因为这类自然比植物的自然更高贵。
Διὸ καὶ τὰ μάλιστα ἔναιμον ἔχοντα τὸν πνεύμονα καὶ θερμὸν μείζονά τε τοῖς μεγέθεσι, καὶ τό γε καθαρωτάτῳ καὶ πλείστῳ κεχρημένον αἵματι τῶν ζῴων ὀρθότατόν ἐστιν ὁ ἄνθρωπος, καὶ τὸ ἄνω πρὸς τὸ τοῦ ὅλου ἄνω ἔχει μόνον διὰ τὸ τοιοῦτον ἔχειν τοῦτο τὸ μόριον.
因此,拥有最富含血液、最温热且体积最大的肺部的动物,以及在动物中使用最纯净和最多血液的动物,也就是最直立的人,而且人之所以唯独将自己的上部朝向宇宙的上部,正是因为拥有了这样一种器官。
Ὥστε τῆς οὐσίας καὶ τούτῳ καὶ τοῖς ἄλλοις θετέον αἴτιον αὐτό, καθάπερ ὁτιοῦν ἄλλο τῶν μορίων.
所以,无论对于人还是对于其他动物,我们都必须将该器官视为其本质的原因,正如其他任何器官一样。
Ἔχει μὲν οὖν ἕνεκα τούτου.
因此,它是为了这个目的而具有它的。
Τὴν δ’ ἐξ ἀνάγκης καὶ τῆς κινήσεως αἰτίαν καὶ τὰ τοιαῦτα νομίζειν συνεστάναι ζῷα, καθάπερ καὶ μὴ τοιαῦτα πολλὰ συνέστηκεν· τὰ μὲν γὰρ ἐκ γῆς πλείονος γέγονεν, οἷον τὸ τῶν φυτῶν γένος, τὰ δ’ ἐξ ὕδατος, οἷον τὸ τῶν ἐνύδρων· τῶν δὲ πτηνῶν καὶ πεζῶν τὰ μὲν ἐξ ἀέρος τὰ δ’ ἐκ πυρός.
另一方面,关于来自必然性和运动的原因,我们也必须认为,这些动物是如此构成的,正如许多非此类动物也是如此构成的一样;因为有些动物是由较多的土构成的,如植物类,有些是由水构成的,如水生动物;而在飞禽和陆行动物中,有些是由空气构成的,有些是由火构成的。
Ἕκαστα δ’ ἐν τοῖς οἰκείοις τόποις ἔχει τὴν τάξιν αὐτῶν.
而每种动物在它们各自适宜的地方都有其秩序。

词汇与语法注释

  1. §12ἔχει δὲ κἀκεῖνα κατὰ λόγον — 动词 ἔχει 在此作单部动词(或以事态为主语的自动词)使用,表示“情况也是合理的”。κἀκεῖνα 是 καὶ ἐκεῖνα 的合音,指代前文的鲸类。
  2. §12δεξάμενα γὰρ τὸ ὕδωρ ... ἀνασπᾷ — 主动词 ἀνασπᾷ(第三人称单数)对应的分词 δεξάμενα 是中性复数(与主语鲸类一致)。根据希腊语语法规则,中性复数主语与单数动词(ἀνασπᾷ)搭配。
  3. ¦p.345¦ὅπως μὴ ἅμα δεχομένοις εἰσρέῃ τὸ ὑγρόν — 与格分词 δεχομένοις 指代行为者(软甲类和软体动物),作为关涉与格,与 ἅμα 结合,表示“在它们接纳(食物)的同时,液体不至于随之流入”。
  4. §13καὶ τὸ ἄνω πρὸς τὸ τοῦ ὅλου ἄνω ἔχει μόνον — 短语 τὸ ἄνω(人自身的“上部、头部”)是动词 ἔχει 的宾格宾语。πρὸς τὸ τοῦ ὅλου ἄνω 是方向性介词短语,意为“朝向宇宙整体的上部”。这反映了唯有人类直立、使自身上部与宇宙上部一致的宇宙观。
  5. ¦p.346¦Τὴν δ’ ἐξ ἀνάγκης καὶ τῆς κινήσεως αἰτίαν ... νομίζειν συνεστάναι — 不定式 συνεστάναι(被构成)以 τὰ τοιαῦτα ζῷα 为宾格主语,受制于动词 νομίζειν(应当认为)。宾格短语 Τὴν δ’ ἐξ ἀνάγκης καὶ τῆς κινήσεως αἰτίαν 作副词性用法(限制宾格),表示“根据必然性与运动的原因”。

引用这一段

亚里士多德, 论呼吸 §12-13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg037.humanitext-grc1:12-13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。