§7.6Διὰ τί χασμησαμένοις ἀντιχασμῶνται, καὶ ὅταν οὐροῦντα ἴδωσιν, οὐροῦσι, καὶ μάλιστα τὰ ὑποζύγια;
为什么对打完哈欠的人,人们会以打哈欠回应,而且当看到排尿时,人们也会排尿,尤其是役畜更是如此?
ἢ διὰ τὴν μνήμην;
或者是因为记忆?
ὅταν γὰρ μνησθῇ, κινεῖται τοῦτο τὸ μέρος.
因为当想起时,这个部位就会被移动。
τοῖς μὲν οὖν ἀνθρώποις, διὰ τὸ εὐαισθητοτέροις εἶναι, ἰδοῦσιν εὐθὺς συμβαίνει κινεῖσθαι καὶ ἀναμιμνήσκεσθαι·
因此对人类而言,由于感觉更敏锐,一看到就立刻发生移动并被唤起记忆。
τοῖς δὲ ὑποζυγίοις οὐκ αὔταρκες τὸ ἰδεῖν, ἀλλὰ προσδέονται καὶ ἄλλης αἰσθήσεως·
但对役畜来说,仅仅看见是不够的,它们还需要其他的感觉。
διὸ καὶ ὀσφρανθέντα, ὅτι εὐκινητοτέρα αὕτη ἡ αἴσθησις τοῖς ἄνευ λόγου.
因此它们在闻到气味时也会排尿,因为这种感觉在无理性的动物中更容易被动员。
καὶ διὰ τοῦτο εἰς τὸν αὐτὸν τόπον ἅπαντα οὐρεῖ, οὗ ἂν τὸ πρῶτον οὐρήσῃ.
并且因为这个原因,它们都会在第一个排尿的同一个地方排尿。
τότε γὰρ μάλιστα κινοῦνται, ὅταν ὀσφρανθῶσιν· ὀσφραίνονται δ’, ὅταν πλησιάσωσιν.
因为当它们闻到气味时最受触动;而它们在靠近时便闻到气味。
§7.7Διὰ τί, ἐπειδὰν τεμνόμενόν τινα ἴδωμεν ἢ καιόμενον ἢ στρεβλούμενον ἢ ἄλλο τι τῶν δεινῶν πάσχοντα, συναλγοῦμεν τῇ διανοίᾳ;
为什么当我们看到有人被割伤、被烧灼、被拷打或遭受其他任何可怕的痛苦时,我们会在心灵中感到同情?
ἢ ὅτι ἡ φύσις ἡμῖν κοινὴ ἅπασιν;
或者是因为我们的天性对所有人都是共同的?
συνήλγησεν οὖν, ἐπειδάν τι τοιοῦτον ἴδῃ, τῷ πάσχοντι διὰ τὴν οἰκειότητα.
因此,当它看到任何此类事情时,由于亲缘关系而与受害者共同痛苦。
ἢ ὅτι ὥσπερ αἱ ῥῖνες καὶ αἱ ἀκοαὶ λαμβάνουσί τινας ἀπορροίας κατὰ τὰς οἰκείας δυνάμεις, οὕτω καὶ ἡ ὄψις αὐτὸ πάσχει καὶ ἀπὸ τῶν ἡδέων καὶ λυπηρῶν;
或者是因为,正如鼻子和听觉根据各自的能力接受某种流出物一样,视觉本身也同样受到来自愉快和痛苦事物的影响?
§7.8Διὰ τί ἀπὸ φθίσεως καὶ ὀφθαλμίας καὶ ψώρας οἱ πλησιάζοντες ἁλίσκονται, ἀπὸ δὲ ὕδρωπος καὶ πυρετῶν καὶ ἀποπληξίας οὐχ ἁλίσκονται, οὐδὲ τῶν ἄλλων;
为什么靠近病人的人会染上肺结核、眼炎和疥疮,却不会染上水肿、发热、中风或任何其他疾病?
ἢ ἡ μὲν ὀφθαλμία, ὅτι εὐκινητότατον ὁ ὀφθαλμός, καὶ μάλιστα ὁμοιοῦται τῷ ὁρωμένῳ τῶν ἄλλων, οἷον κινεῖται ἀπὸ κινουμένου ὥστε καὶ ἀντιβλέπων τεταραγμένῳ ταράττεται μάλιστα;
或者关于眼炎,是因为眼睛最容易活动,在所有事物中它最容易同化于所见之物,例如它因活动之物而活动,以至于当注视着一双混乱的眼睛时,它自身也最容易陷入混乱?
ἡ δὲ φθίσις, ὅτι πνεῦμα φαῦλον ποιεῖ καὶ βαρύ, ταχιστα δὲ τὰ νοσήματα ταῦτα ἅπτεται πάντων, ὅσα τούτου φθειρομένου γίνεται, οἷον τὰ λοιμώδη.
而肺结核则是由于它产生败坏且沉重的气,而当气被败坏时所产生的各种疾病(例如瘟疫)最快传染。
ὁ δὲ πλησιάζων τοιοῦτον ἀναπνεῖ.
而靠近的人吸入了这样的气。
νοσεῖ μὲν οὖν, ὅτι νοσῶδες·
因此,由于它是带病的,他便生病了。
ἀπὸ μόνου δέ, ὅτι ἐκπνεῖ, νοσεῖ, οἱ δὲ ἄλλοι ἑτέρως· τὴν αὐτὴν δὲ νόσον, ὅτι ᾧ ἂν ἀσθενήσῃ, τούτῳ ἀναπνεῖ τοιοῦτον οἷον εἰ πεπονθὼς ἦν.
而且仅仅因为那气被吐出,他便生病,而其他人则以别的方式生病;他之所以染上同一种病,是因为在自己虚弱的部位,他吸入了这样一种气,就好像自己已经患了病一样。
ἡ δὲ ψώρα μᾶλλον τῶν ἄλλων, οἷον λέπρας καὶ τῶν τοιούτων, ὅτι ἐπιπολῆς τε καὶ γλίσχρον τὸ ἀπορρέον· τὰ γὰρ κνησμώδη τοιαῦτα.
而疥疮比其他疾病(如麻风病等)更容易传染,是因为流出物既在表皮又具有粘性;因为发痒的疾病就是这样的。
διὸ αὐτὰ τῷ ἐπιπολῆς γίνεσθαι καὶ γλίσχρον εἶναι ἅπτεται.
因此,由于发生在表皮且具有粘性,它们便会粘附上来。
τῶν δ’ ἄλλων τὰ μὲν οὐχ ἅπτεται διὰ τὸ μὴ ἐπιολῆς γίνεσθαι, τὰ δὲ ὄντα ἐπιπολῆς, ὅτι οὐ προσμένει διὰ ξηρότητα.
而对于其他疾病,有些因为不发生在表皮而不传染,有些虽然发生在表皮,却因为干燥而无法留存。
§7.9Διὰ τί τὴν αἱμωδίαν παύει ἡ ἀνδράχνη καὶ ἅλες;
为什么马齿苋和盐能缓解牙齿发酸?
ἢ ὅτι ἡ μὲν ὑγρότητά τινα ἔχει;
或者是因为前者含有某种水分?
φανερὰ δὲ αὕτη μασωμένοις τε, κἂν συντεθῇ χρόνον τινά· ἕλκεται γὰρ ἡ ὑγρότης.
这对于正在咀嚼的人来说是显而易见的,而且如果将它叠放一段时间也是显而易见的;因为水分会被引出来。
τὸ δὴ γλίσχρον εἰσδυόμενον ἐξάγει τὸ ὀξύ.
接着,这种粘性的物质侵入并排挤出酸。
καὶ γὰρ ὅτι συγγενὴς ἡ ὀξύτης σημαίνει· ἔχει γάρ τινα ὀξύτητα ὁ χυλός.
事实上,其汁液具有某种酸味,这表明这种酸味是同类的。
ὁ δὲ ἅλς συντήκων ἐξάγει καὶ τὴν ὀξύτητα.
而盐通过融化,也会排挤出酸味。
διὰ τί οὖν ἡ κονία καὶ τὸ νίτρον οὔ;
那么为什么碱水和天然碱不能做到这一点呢?
ἢ ὅτι στύφει καὶ οὐ τήκει;
或者是因为它们起收敛作用而不融化?