§7.1Διὰ τί τοῖς χασμωμένοις ἀντιχασμῶνται ὡς ἐπὶ τὸ πολύ;
为什么对打哈欠的人,人们大多也会以打哈欠回应?
ἢ διότι, ἐὰν ἀναμνησθῶσιν ὀργῶντες, ἐνεργοῦσιν, μάλιστα δὲ τὰ εὐκίνητα, οἷον οὐροῦσιν.
或者是因为,如果他们在身体渴望时被唤起记忆,他们就会付诸行动,尤其是那些容易启动的活动,例如排尿?
ἡ δὲ χάσμη πνεῦμα καὶ ὑγροῦ κίνησίς ἐστιν.
而打哈欠是气(普纽玛)与液体的运动。
πρόχειρον οὖν, ἐὰν μόνον νοήσῃ· ἔστι γὰρ πλησίον.
因此,只要一想到它,它就召之即来;因为它是临近的。
§7.2Διὰ τί, ἐὰν μέν τινα ἴδωμεν τὴν χεῖρα ἐκτείνοντα ἢ τὸν πόδα ἢ ἄλλο τι τῶν τοιούτων, οὐκ ἀντιποιοῦμεν τὸ αὐτό, ἐὰν δὲ χασμώμενον, ἀντιχασμώμεθα;
为什么如果我们看到有人伸出手、脚或诸如此类的部位,我们不会做出同样的动作,但看到有人打哈欠,我们就会跟着打哈欠?
ἢ οὐδὲ τοῦτο ἀεί, ἀλλ’ ἐὰν ὀργῶν τύχῃ τὸ σῶμα καὶ οὕτω διακείμενον ὥστε τὸ ὑγρὸν ἀναθερμαίνεσθαι;
或者这也不是绝对的,而只有当身体恰好处于渴望状态,且其状态使得液体被加热时才会如此?
τότε γὰρ ἡ μνήμη τὴν κίνησιν ποιεῖ, ὥσπερ καὶ πρὸς ἀφροδίσια καὶ ἐδωδήν· τὸ γὰρ ποιῆσαν μνήμην εἶναι τὸ ἔχον ὁρμὴν πρὸς τὸ φαντασθὲν πάθος.
因为那时,记忆会产生这种运动,就像对待性爱和食物一样;因为对所想象的情状具有冲动的东西,正是使记忆产生的原因。
§7.3Διὰ τί, ἐπειδὰν πρὸς τὸ πῦρ στῶμεν, οὐρητιῶμεν, καὶ ἐὰν πρὸς ὕδωρ, οἷον ἐὰν πρὸς ποταμόν, οὐροῦσιν;
为什么当我们站在火旁时会产生尿意,而站在水旁,比如河流旁时,人们就会排尿?
ἢ ὅτι τὸ πᾶν ὕδωρ ὑπόμνησιν δίδωσιν τῆς ἐν τῷ σώματι ὑγρότητος, καὶ ἐκκαλεῖται τὸ προσιόν;
或者是因为所有的水都会让人联想起体内的水分,并将那临近的液体召唤出来?
αὐτὸ δὲ τὸ πῦρ διαχαλᾷ τὸ πεπηγὸς ἐν τῷ σώματι, ὥσπερ ὁ ἥλιος τὴν χιόνα.
而火本身则使体内凝固的部分松弛,就像太阳融化雪一样?
§7.4Διὰ τί ἀπὸ μὲν νόσων ἐνίων νοσοῦσιν οἱ πλησιάζοντες, ἀπὸ δὲ ὑγιείας οὐδεὶς ὑγιάζεται;
为什么有些疾病会让靠近的人被传染,而健康却不能让任何人变得健康?
ἢ ὅτι ἡ μὲν νόσος κίνησις, ἡ δὲ ὑγίεια ἠρεμία;
或者是因为疾病是运动,而健康是静止?
ἡ μὲν οὖν κινεῖ, ἡ δ’ οὐθέν.
因此,一者驱动运动,而另一者什么也不做。
ἢ διότι τὸ μὲν ἄκοντι, τὸ δ’ ἑκόντι γίνεται;
或者是因为一者违背意愿产生,而另一者顺从意愿产生?
καὶ ἄρα τὰ ἀκούσια τῶν ἑκουσίων καὶ τῶν ἐκ προνοίας διαφέρει.
因而,非自愿的事情确实不同于自愿以及深谋远虑的事情。
§7.5Διὰ τί τῶν μὲν διὰ τῆς ἀκοῆς λυπηρῶν ἔνια φρίττειν ἡμᾶς ποιεῖ, οἷον πρίων ἀκονώμενος καὶ κίσηρις τεμνομένη καὶ λίθος ἀλούμενος, τὰ δὲ διὰ τῆς ὄψεως σημεῖα τῶν παθῶν αὐτὰ ἡμῖν τὰ πάθη ἐμποιεῖ;
为什么在通过听觉产生的令人痛苦的事物中,有些会让我们颤栗,例如磨锯子、切浮石、碎石头,而通过视觉产生的情状迹象,却会在我们身上引起那些情状本身?
αἱμωδιῶμέν τε γὰρ τοὺς ὀξὺ ὁρῶντες ἐσθίοντας, καὶ τοὺς ἀπαγχομένους ἔνιοι ὁρῶντες ἐκψύχουσιν.
实际上,当我们看到别人吃酸的东西时,我们的牙齿会发酸,而有些人看到别人被上吊时,甚至会晕过去。
ἢ διότι φωνὴ μὲν πᾶσα καὶ ψόφος πνεῦμά ἐστιν;
或者是因为声音和噪音都是气?
τοῦτο δὲ εἰσδυόμενον ἡμῖν πέφυκεν κινεῖν.
而这气侵入我们体内,天生具有促成运动的性质。
κινήσει δὲ μᾶλλον ἢ διὰ μέγεθος ἢ διὰ πληγὴν σφοδροτέραν, ποιοῦν ἢ ἀλλοιοῦν τι τῶν ἐν ἡμῖν.
而且,它由于其巨大或更剧烈的冲击而更强烈地推动,在我们体内产生或改变某种东西。
τὰ μὲν οὖν μεγάλα καὶ λεῖα πνεύματα τὸν τῆς αἰσθήσεως τόπον αὐτὸν κινεῖ, διὸ καὶ ἡδύνει τὰ τοιαῦτα· τὰ δὲ τραχέα, πληγὴν ποιοῦντα σφοδράν, σείει τε τὸν τόπον καὶ πόρρω διαδίδωσιν τῇ τῆς πληγῆς δυνάμει.
因此,巨大且平滑的气会移动感觉器官本身,所以此类事物带来愉悦;但粗糙的气会产生剧烈的冲击,既震动该器官,又凭借冲击的力量将其传递到远处。
διαδίδωσι δὲ καὶ τὰ ψυχρὰ πόρρω· δύναμις γάρ τίς ἐστιν ἡ ψυχρότης.
而且寒冷的东西也会向远处传递;因为寒冷是一种力量。
αὕτη μὲν οὖν ὅτι φρίττειν ποιεῖ, εἴρηται.
那么,这寒冷会引起颤栗,已经是说过的了。
τὰ δὲ τραχέα τῷ πληγὴν ποιεῖν πυκνήν, προσκόπτοντα τῇ ἀρχῇ τῶν τριχῶν, ἀπωθεῖ αὐτὴν εἰς τοὐναντίον· ἀπωθουμένης δὲ ἀνάγκη τὴν κορυφὴν τῆς τριχὸς ἀνάπαλιν γίνεσθαι· διὸ συμβαίνει ἵστασθαι αὐτάς· πᾶσαι γὰρ νενεύκασι κάτω.
而粗糙的东西通过产生密集的冲击,碰撞毛发的根部,将其推向相反的方向;当根部被推回时,毛发的尖端必然朝向相反方向;因此它们就会竖立起来;因为所有的毛发原本都是向下倾斜的。
ἡ δὲ φορὰ τοῦ διὰ τῆς ἀκοῆς πνεύματος εἰς τὸ σῶμα ἄνωθεν κάτω ἐστίν.
而通过听觉的气进入身体的流向是从上往下的。
ὄντων οὖν τραχέων τῶν εἰρημένων ψόφων, ἡ φρίκη γίνοιτ’ ἂν διὰ τὰ εἰρημένα.
因此,由于上述声音是粗糙的,颤栗便会因上述原因而产生。
γίνονται δ’ αὗται μᾶλλον τῷ ἄλλῳ σώματι ἢ ἐν τῇ κεφαλῇ διὰ τὸ τὰς ἐνταῦθα τρίχας ἀσθενεστέρας εἶναι καὶ τὸ πάθος ἀσθενές.
而这些颤栗较多地发生于身体的其他部位,而非头部,因为头部的毛发更弱,而该情状也微弱。
τῆς μὲν οὖν ἀκοῆς οὔσης ἀμβλυτέρας αἰσθήσεως ἢ τῆς ὄψεως, ἐπιπόλαια καὶ τὰ πάθη γίνεται ἀπ’ αὐτῆς· ἡ δὲ φρίκη τοιοῦτον, διὸ καὶ ἀπὸ πολλῶν καἱ ἀνομοίων γίνεται.
因此,由于听觉是比视觉更迟钝的感觉,源自它的情状也是表面的;而颤栗正是如此,这就是为什么它是由许多且不同的原因引起的。
τῆς δὲ ὄψεως ἐναργεστάτης οὔσης αἰσθήσεως, ἀνάλογον καὶ τὰ συμβαίνοντα γίνεται ἀπ’ αὐτῆς· διὸ ταῦτα μὲν τὰ ἀπὸ τῆς ἀληθείας πάθη συμβαίνει γίνεσθαι ἀπ’ αὐτῆς, ἐλαφρότερα δὲ τῆς ἀληθείας.
而由于视觉是最清晰的感觉,由此产生的结果也与之相应;因此,由现实引起的情状确实会通过它而产生,但要比现实更加轻微。
ἀπὸ δὲ τῆς ἀκοῆς αὐτὰ μὲν οὔ, τὴν δ’ ἀπ’ αὐτῶν προσδοκίαν φρίττομεν· ἀλγεινοῦ γὰρ κακοῦ προσδοκία ἐστίν.
但从听觉中,那些情状本身并不会产生,我们却会因它们带来的预期而颤栗;因为颤栗是对痛苦之恶的预期。