§6.1Διὰ τί ἡ καθέδρα τοὺς μὲν παχύνει τῶν ἀνθρώπων, τοὺς δὲ ἰσχναίνει;
为什么久坐会让一些人发胖,而让另一些人变瘦?
πότερον 〈ὅτι〉 αἱ ἕξεις διαφέρουσιν;
是因为体质不同吗?
οἱ μὲν γὰρ θερμοί εἰσιν, οἱ δὲ ψυχροί.
因为有些人是温热的,而另一些人是冰冷的。
οἱ μὲν οὖν θερμοὶ παχύνονται (κρατεῖ γὰρ τὸ σῶμα τῆς τροφῆς διὰ τὴν θερμασίαν)· οἱ δ’ ἐψυγμένοι, διὰ τὸ δεῖσθαι ἐπεισάκτου θερμότητος καὶ τοῦτο πάσχειν μάλιστα τὸ σῶμα ὑπὸ τῶν κινήσεων, οὐ δύνανται πέττειν ἠρεμοῦντες.
温热的人会发胖(因为身体因热量而同化食物);而那些冰冷的人,因为需要外来的热量,并且身体主要通过运动来感受这种热量,所以他们在静止时无法消化。
ἢ ὅτι οἱ μὲν περιττωματικοί εἰσι, καὶ δέονται κινήσεως ἣ ἀναλώσει ταῦτα, οἱ δὲ οὔ;
或者是因为有些人有多余的废物,需要通过运动来消耗它们,而另一些人则不需要?
§6.2Διὰ τί δεῖ ποιεῖν διάτασιν τῶν μερῶν, ὃ ποιεῖ ὁ γυμναζόμενος;
为什么必须进行肢体的拉伸(正如运动者所做的那样)?
ἢ ὅτι δεῖ τῷ οἰκείῳ πνεύματι καθαίρεσθαι τοὺς πόρους;
或者是为了让自身的通道通过固有的气得到净化?
§6.3Διὰ τί συγκεκαμμένον βέλτιον κατακεῖσθαι, καὶ πολλοί γε παραγγέλλουσιν τοῦτο καὶ τῶν ἰατρῶν;
为什么蜷缩着身体躺着更好,而且许多医生也这样建议?
ἢ ὅτι ἀλεαίνουσα ἡ κοιλία θᾶττον πέττει;
是因为肚子变暖后消化得更快吗?
οὕτω δὲ καὶ ἀλεαίνει μᾶλλον.
因为这样做确实更暖和。
ἔτι δεῖ τοῖς πνεύμασι τόπον διδόναι εἰς ὅν ἀπερείσονται· οὕτω γὰρ ἥκιστα λυπήσουσιν αἱ φῦσαι.
此外,必须给气留出可以停驻的空间;因为这样的话,胀气带来的痛苦最少。
διὰ τοῦτο γὰρ καὶ ἰξίαι καὶ τὰ ἄλλα ἀποστήματα ὑγιεινόν, ὅτι ἔχουσι κοιλίας εἰς ἃς ἀπο δέχονται τὰ πνεύματα.
事实上,由于这个原因,坐骨神经痛和其他肿块对健康是有益的,因为它们有可以容纳气的空腔。
ἐκτεταμένου μὲν οὖν οὐ γίνεται κοιλία (ἅπαντα γὰρ τὸν τόπον τὰ σπλάγχνα κατέχει), συγκαμφθέντος δὲ γίνεται.
在伸展身体时,不会形成空腔(因为内脏占据了所有的空间),但在蜷缩身体时,就会形成。
§6.4Διὰ τὶ ἀνισταμένοις ἴλιγγος μᾶλλον γίνεται ἢ καθιζάνουσιν;
为什么站起来时比坐下时更容易眩晕?
ἢ διότι ἠρεμοῦσι τὸ ὑγρὸν εἰς ἓν μόριον ἀθρόον ἀποκλίνει;
或者是因为在静止的人身上,液体会一下子倾向于某一个部位?
διὸ καὶ τὰ ὠμὰ ᾠὰ οὐ δύναται δινεῖσθαι, ἀλλὰ καταπίπτει.
因此生鸡蛋无法旋转,反而会倒下。
κινούμενον δὲ τὸ ὑγρὸν ὁμοίως ἔχει.
但在运动时,液体保持均匀。
ἀνίστανται μὲν οὖν ἠρεμήσαντες, ὅτε οὕτως διάκεινται· καθιζάνουσιν δὲ ἐν κινήσει γενόμενοι, ὅτε ὁμαλῶς ἔχει τὸ ὑγρὸν καὶ ἐσκέδασται.
于是,他们在静止后站起来,这时他们处于那种状态;而他们是在运动后坐下的,这时液体是均匀且分散的。
§6.5Διὰ τί ἐπὶ τὰ δεξιὰ κατακειμένοις μᾶλλον ἐπέρχεται ὕπνος;
为什么向右侧卧躺着的人更容易入睡?
πότερον ὅτι ἐναντίως ἔχοντες ἐγρηγόρασιν καὶ καθεύδουσιν;
是因为清醒和睡眠是相反的状态吗?
ἐπεὶ οὖν ἐγρηγορότες ἐπὶ τὰ ἀριστερὰ κατάκεινται, τοὐναντίον ἔσται ἐπ’ ἄλλης ἀρχῆς καὶ τῆς ἐναντίας.
因此,既然在清醒时向左侧卧,那么相反的状态就会在另一个且相反的起点产生。
ἢ ὅτι ἀκινησία ὁ ὕπνος;
或者是因为睡眠是不动状态?
τὰ μὲν οὖν κινητικὰ μέρη δεῖ ἠρεμεῖν, τὰ δὲ δεξιὰ κινητικά.
因此,驱动运动的部位必须保持静止,而右侧部位是驱动运动的。
οὕτω δὲ κατακειμένων οἷον δέδεται ἀρχή τις ἐπεγερτική.
这样躺着的时候,某种唤醒的起点就好像被束缚住了一样。
§6.6Διὰ τί ναρκῶσι;
为什么会发麻?
καὶ διὰ τί χεῖρας καὶ πόδας μᾶλλον;
为什么手和脚更容易发麻?
ἢ ὅτι κατάψυξίς ἐστιν ἡ νάρκη;
或者是因为发麻是一种冷却?
διὰ στέρησιν γὰρ αἵματος γίνεται καὶ μετάστασιν.
因为它是由于血液的匮乏和转移而产生的。
ἀσαρκότατα δὲ ταῦτα καὶ νευρωδέστατα, μάλιστα δὲ οἱ πόδες.
而这些部位肉最少、腱最多,尤其是脚。
ὥστε προοδοποιεῖται ὑπὸ τῆς φύσεως πρὸς τὸ καταψύχεσθαι ταχέως.
因此,自然为它们迅速冷却做好了准备。
§6.7Διὰ τί κατακείμεθα μὲν ἐπὶ τὰ ἀριστερὰ ἡδέως, καθεύδομεν δὲ ἐπὶ τὰ δεξιὰ μᾶλλον;
为什么我们乐于向左侧卧,却更常在向右侧卧时入睡?
πότερον ὅτι ἀποστραφέντες πρὸς τὸ φῶς οὐ βλέπομεν;
是因为转身背对光线就看不见了吗?
ἐν γὰρ τῷ σκότει θᾶττον ὕπνος λαμβάνει.
因为在黑暗中睡意来得更快。
ἢ διότι ἐγρηγόραμεν κατακείμενοι ἐπὶ τοῖς ἀριστεροῖς, καὶ αἱ χρήσεις ἡμῖν οὕτω πρόχειροι, ὥστε πρὸς τὸ ἐναντίον σχῆμα πρὸ ἔργου;
或者是因为向左侧卧时我们是清醒的,并且我们的各种活动能力如此顺手,以至于相反的姿势对我们的目的更有利?
παρακαλεῖ δὲ ἕκαστον πρὸς τὸ ἔργον τὸ σχῆμα μᾶλλον.
因为每种姿势都更能促使人们进行相应的活动。