Humanitext Reader

亚里士多德 · 问题集 §5.33-5.37

节食与劳作促进多余物排出及健康

第 34 段,共 148 段 · 希腊语

内容简介

本章节探讨了限制饮食、运动及身体通气性对健康的影响,并分析了短距离散步产生疲劳的原因、太阳下热量的滞留机制以及快速移动时流泪的生理机制。

§5.33Διὰ τί ὑγιεινὸν τὸ τροφῆς μὲν ὑποστέλλεσθαι, πονεῖν δὲ πλείω;
为什么限制食物而增加运动是有益健康的?
ἢ ὅτι τοῦ νοσεῖν αἴτιον περιττώματος πλῆθος;
或者是因为疾病的原因是残留物过多?
τοῦτο δὲ γίνεται ἢ διὰ τροφῆς ὑπερβολὴν ἢ διὰ πόνων ἔνδειαν.
而这或者是由于食物过量,或者是由于运动不足?
§5.34Διὰ τί οὐ δεῖ πυκνοῦν τὴν σάρκα πρὸς ὑγίειαν, ἀλλ’ ἀραιοῦν;
为什么为了健康不应当使肌肉致密,而应当使其疏松?
ὥσπερ γὰρ πόλις ὑγιεινὴ καὶ τόπος εὔπνους (διὸ καὶ ἡ θάλαττα ὑγιεινὴ), οὕτω καὶ σῶμα τὸ εὔπνουν μᾶλλον ὑγιεινόν.
因为正如一个健康的城市和通风良好的地方(这也是海洋健康的原因)一样,通风良好的身体也更健康。
δεῖ γὰρ ἢ μὴ ὑπάρχειν μηθὲν περίττωμα, ἢ τούτου ὡς τάχιστα ἀπαλλάττεσθαι· καὶ δεῖ οὕτως ἔχειν τὰ σώματα ὥστε λαμβάνοντα εὐθὺς ἐκκρίνειν τὴν περίττωσιν, καὶ εἶναι ἐν κινήσει καὶ μὴ ἠρεμεῖν.
因为必须要么完全没有残留物存在,要么尽快摆脱它;且身体必须处于这样的状态,一旦摄入什么,就立刻排出其残留,并处于运动之中,不静止下来。
τὸ μὲν γὰρ μένον σήπεται, ὥσπερ ὕδωρ, τὸ δὲ σηπόμενον καὶ μὴ κινούμενον νοσοποιεῖ· τὸ δ’ ἐκκρινόμενον πρὸ τοῦ διαφθαρῆναι χωρίζεται.
因为停留的东西会腐败,就像水一样,而腐败且不运动的东西会致病;而排出的东西在败坏之前就被分离出去了。
τοῦτ’ οὖν πυκνουμένης μὲν τῆς σαρκὸς οὐ γίνεται (ὡσπερεὶ γὰρ ἐμφράττονται οἱ πόροι), ἀραιουμένης δὲ συμβαίνει.
所以,这种情况在肌肉致密时不会发生(因为毛孔仿佛被堵塞了),但在肌肉疏松时则会发生。
διὸ καὶ οὐ δεῖ ἐν τῷ ἡλίῳ γυμνὸν βαδίζειν· συνίσταται γὰρ ἡ σάρξ, καὶ κομιδῇ ἀποσαρκοῦνται, καὶ ὑγρότερον τὸ σῶμα γίνεται.
因此,也不应当在太阳下裸体行走;因为肌肉会紧致,人会完全瘦弱,且身体会变得更湿润。
τὸ μὲν γὰρ ἐντὸς δὴ μένει, τὸ δ’ ἐπιπολῆς ἀπαλλάττεται, ὥσπερ καὶ τὰ κρέα τὰ ἑφθὰ τῶν ὀπτῶν μᾶλλον.
因为确实,内部的东西会留下,而表面上的东西则被去除,就像煮肉比烤肉更是如此。
οὐδὲ τὰ στήθη γυμνὰ ἔχοντα βαδίζειν· ἀπὸ γὰρ τῶν ἄριστα ᾠκοδομημένων ὁ ἥλιος ἀφαιρεῖ ὃ ἥκιστα δεῖται ἀφαιρέσεως, ἀλλὰ μᾶλλον τὰ ἐντός.
也不应当袒胸露乳地行走;因为太阳从构造最好的部分夺走最不需要被夺走的东西,而是更应当夺走内部的东西。
ἐκεῖθεν μὲν οὖν διὰ τὸ πόρρω εἶναι, ἂν μὴ μετὰ πόνου, οὐκ ἔστιν ἱδρῶτ’ ἀναγαγεῖν, ἀπὸ τούτου δὲ διὰ τὸ πρόχειρον εἶναι ῥᾴδιον.
因此,从前者由于距离遥远,若不通过劳动,就无法引出汗水,而从后者由于触手可及,则很容易。
§5.35Διὰ τί κοπώδεις οἱ βραχεῖς τῶν περιπάτων;
为什么短距离的散步容易令人疲劳?
ἢ ὅτι πολλάκις συνίστανται καὶ οὐχ ὁμαλῶς κινοῦνται περὶ τὰς καμπάς;
是因为他们在折返处频繁停顿且运动不均匀吗?
τὸ δὲ τοιοῦτον κοπῶδες.
而这样的事情是令人疲劳的。
§5.36Διὰ τὶ ἑστηκότες ἐν τῷ ἡλίῳ μᾶλλον θερμαίνονται ἢ κινούμενοι, καὶ ταῦτα τῆς κινήσεως θερμαντικῆς οὔσης;
为什么站在太阳下的人比运动中的人更容易发热,更何况运动本身就是发热的?
ἢ οὐ πᾶσα κίνησις θερμαίνει, ἀλλ’ ἐνία ψύχει, οἷον καὶ ἐπὶ τῶν τὰς χύτρας τὰς ἑψημένας φυσώντων καὶ κινούντων συμβαίνει.
或者并非所有的运动都会发热,有些运动反而能冷却,正如吹凉和搅拌沸腾的大锅的人所发生的情况一样?
εἰ οὖν ἑστηκότι μὲν προσμένει τὸ θερμόν, προσμένον δὲ μᾶλλον θερμαίνει ἢ κινούμενον (ἀεὶ γὰρ τὸ σῶμα ἴδιον ἡμῶν ἀτμίδα τινὰ χλιαρὰν ἀφίησιν ἀφ’ ἑαυτοῦ, ἡ θερμαίνει τὸν ἐγγὺς ἀέρα ὥσπερ δαλὸς παρών), ἠρεμούντων μὲν ἡμῶν θερμὸς γίνεται ὁ περιέχων ἡμᾶς ἀὴρ διὰ τὰ εἰρημένα, κινουμένων δὲ πνεῦμα γίνεται, ὅ καταψύχει ἡμᾶς· πᾶν γὰρ πνεῦμα ψυχρόν ἐστιν.
如果,热量滞留在站立者身上,而滞留的热量比运动中的热量更能使人发热,(因为我们的身体总是自己释放出某种微温的蒸汽,这就像在身旁的火把一样加热了近处的空气),当我们静止时,由于上述原因,包围着我们的空气变热,而当我们运动时,就会产生微风,这使我们冷却;因为所有的风都是冷的。
§5.37Διὰ τί οἱ ἐπὶ τῶν ἵππων ὀχούμενοι, ὅσῳ ἂν θᾶττον θέῃ ὁ ἵππος, τοσούτῳ μᾶλλον δακρύουσι τὰ ὄμματα, καὶ οἱ πεζοί, ὅσῳ ἂν μᾶλλον τρέχωσιν;
为什么骑马的人,马跑得越快,他们的眼睛就越流泪,而步行的人跑得越快也是如此?
πότερον διὰ τὸ ψυχρὸν εἶναι τὸν προσπίπτοντα ἀέρα;
是因为扑面而来的空气冷吗?
τὸ γὰρ ψῦχος δακρύειν ποιεῖ· συστέλλον γὰρ καὶ πυκνοῦν τὴν σάρκα ἐκκαθαίρει τὸ ὑγρόν.
因为寒冷使人流泪;它收缩并致密肌肉,从而将水分排挤出来。
ἢ διὰ τοὐναντίον;
或者是因为相反的原因?
τὸ γὰρ θερμὸν ποιεῖ ἱδρῶτας, τὸ δὲ δάκρυον ἱδρώς τίς ἐστι.
因为热量产生汗水,而眼泪是某种汗水。
διὸ καὶ γίνονται ὑπὸ θερμασίας ἄμφω ταῦτα, καὶ ἁλυκά ἐστιν ὁμοίως.
因此,这两者都由于受热而产生,且同样是咸的。
ἡ δὲ κίνησις θερμότητα ποιεῖ.
而运动产生热量。
ἢ διὰ τὴν ὑπὸ τοῦ ἀέρος πληγήν;
或者是由于空气的冲击?
ὡς γὰρ οἱ ἄνεμοι ταράττουσιν οἱ ἐξ ἐναντίας τὰ ὄμματα, οὕτω καὶ ὁ ἀὴρ ὁ προσπίπτων, ὅσῳ ἂν θᾶττον ἐλαύνῃ ἢ αὐτὸς τρέχῃ, τοσούτῳ μᾶλλον ποιεῖ πληγὴν μαλακήν, δι’ ἣν γίνεται δακρύειν, ἀραιουμένων τῶν τοῦ ὀφθαλμοῦ πόρων ὑπὸ τῆς πληγῆς· πᾶσα γὰρ πληγὴ διαιρετικόν ἐστιν ἢ θλαστικόν.
因为正如逆风会刺激眼睛一样,扑面而来的空气,人骑马或跑得越快,就越会产生轻微的冲击,由于这种冲击,眼部的孔窍被张开,从而导致流泪;因为所有的冲击都是分裂性的或挫伤性的。

词汇与语法注释

  1. §5.34ἀπὸ γὰρ τῶν ἄριστα ᾠκοδομημένων — 意为“从构造最好的部分”。属格“τῶν ἄριστα ᾠκοδομημένων”是夺格性属格,修饰动词“ἀφαιρεῖ”(夺走)。作为中性复数,它指代胸部等肌肉发达或紧致的身体部位。
  2. §5.36καὶ ταῦτα τῆς κινήσεως θερμαντικῆς οὔσης — 连接词性的“καὶ ταῦτα”(而且、尽管)后接独立属格“τῆς κινήσεως... οὔσης”的结构。表示让步意义(“尽管运动本身就具有发热的性质”)。
  3. §5.37δι’ ἣν γίνεται δακρύειν — 动词“γίνεται”(发生、变得)带有不定式“δακρύειν”(流泪)作为主语(或补语)的句型。表示结果性的状态:“由此导致流泪的发生”。

引用这一段

亚里士多德, 问题集 §5.33-5.37. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:5.33-5.37

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。