§5.25Διὰ τί πλείων δοκεῖ ἡ ὁδὸς εἶναι, ὅταν μὴ εἰδότες βαδίζωμεν πόση τις, ἢ ὅταν εἰδότες, ἐὰν τἆλλα ὁμοίως ἔχοντες τύχωμεν;
为什么在不知道路程有多远的情况下行走,比在知道的情况下行走,道路显得更长,即便我们在其他方面处于相同状态?
ἢ ὅτι τὸ εἰδέναι πόση τὸ εἰδέναι ἐστὶ τὸν ἀριθμὸν αὐτοῦ· καὶ πλεῖον ἀεὶ τὸ ἀόριστον τοῦ ὡρισμένου;
是因为知道路程有多远就是知道它的数值,而未确定的总是比确定的更多吗?
ὥσπερ οὖν εἰ ᾔδει ὅτι τοσήδε, πεπερασμένην ἀνάγκη εἶναι, οὕτω καὶ εἰ μὴ οἶδεν, ὡς ἀντιστρέφοντος παραλογίζεται ἡ ψυχή, καὶ φαίνεται εἶναι ἄπειρος.
因此,正如若有人知道是这么多,它必定是有限的,同样地,如果他不知道,灵魂由于推导关系的颠倒而进行错误推理,道路便显得是无限的。
ἔτι τὸ ποσὸν ὡρισμένον καὶ τὸ ὡρισμένον ποσόν.
此外,量是确定的,而确定的就是量。
ὅταν τοίνυν μὴ φαίνηται ὡρισμένον, ὥσπερ ἄπειρον φαίνεται εἶναι, διὰ τὸ τὸ πεφυκὸς ὡρίσθαι, ἐὰν μὴ ᾖ ὡρισμένον, ἄπειρον εἶναι, ὥστε καὶ τὸ φαινόμενον μὴ ὡρίσθαι φαίνεσθαι ἀνάγκη πως ἀπέραντον.
自然,当它显得不确定时,它就显得是无限的,因为本性上应被确定的事物若未被确定,便是无限的,所以显得未被确定的事物也必定在某种程度上显得是无限的。
§5.26Διὰ τί τοὺς μηροὺς μᾶλλον ἢ τὰς κνήμας κοπιῶσιν;
为什么人们大腿比小腿更容易感到疲劳?
πότερον ὅτι ἐγγὺς τοῦ τόπου τοῦ ἔχοντος τὸ περίττωμα, ὥστε ἂν ὑπερβάλλῃ διὰ τὴν κίνησιν τῇ θερμότητι, συσπῶσιν οἱ μηροὶ μᾶλλον καὶ πλεῖον ἢ αἱ κνῆμαι;
是因为大腿靠近含有残留物的区域,所以如果由于运动使热量过剩,大腿比小腿收缩得更厉害且更频繁吗?
ἢ διὰ τὸ συμφυὲς εἶναι μᾶλλον τοὺς μηρούς;
或者是因为大腿与身体更为相连?
μάλιστα γὰρ πονοῦσιν τῇ τοῦ συνεχοῦς διαστάσει.
因为人们因连续部分的牵拉而最感疼痛。
καὶ γὰρ ἂν μηδὲν ἔχοντες περίττωμα κοπιάσωσιν, ὅμως τοὺς μηροὺς καὶ τὴν ὀσφὺν πονοῦσι μᾶλλον.
事实上,即使他们在没有残留物的情况下疲劳,大腿和腰部也依然更痛。
ἢ ὅτι καθάπερ οἱ βουβῶνες γίνονται πληγέντες διὰ τὴν συνάρτησιν τῶν φλεβῶν καὶ νεύρων, οὕτω καὶ οὗτος;
或者是由于,正如因血管和腱的连接,受到击打时腹股沟会产生肿胀一样,这种疼痛也是如此产生?
ἐγγυτέρω δὲ τῆς ἀρχῆς ὁ μηρός.
而大腿更靠近起点。
ἢ διότι μᾶλλον ἐν τῷ αὐτῷ σχήματι ὁ μηρὸς τῆς κνήμης;
或者是由于,大腿比小腿更容易保持在相同的姿势?
τοῦτο δὲ κοπιαρώτερον.
而这更令人疲劳。
ἢ ὅτι σαρκώδης, ὥστε πολὺ τὸ κατὰ φύσιν ἔχον ἐν αὐτοῖς;
或者是由于大腿多肉,因此它们之中自然存在的物质很多?
§5.27Διὰ τί ἐνίοις, ὅταν πονήσωσιν, ἕλκη ἐκφύουσιν;
为什么有些人在劳累时会生疮?
ἢ ὅταν τὸ σῶμα ἀκάθαρτον ιἦ, ἡ κίνησις θερμαίνουσα καὶ ἄλλα περιττώματα συνεξικμάζει μετὰ τοῦ ἱδρῶτος;
是因为当身体不净时,运动发热,使其他残留物与汗水一同蒸发出汗吗?
παχέα δὲ ὄντα καὶ χυμοὺς ἔχοντα μοχθηρούς, ὀξεῖς καὶ πικροὺς καὶ ἁλμυρούς, τὰ περιττώματα ἐκκρίνεσθαι μὲν οὐ δύναται διὰ πάχος, ἐξαίρεται δὲ διὰ τῆς σαρκὸς καὶ ἐξελκοῖ διὰ πικρότητα τοῦ χυμοῦ.
而这些残留物由于粘稠且含有有害、辛辣、苦涩和咸的体液,因其粘稠而无法排出,却通过肌肉升起,并因体液的苦涩而导致溃烂吗?
§5.28Διὰ τί τοῖς ἐκ τῶν γυμνασίων καὶ φαρμακοποσιῶν οὐκ εὐθὺς προσφέρουσι τροφήν;
为什么对于刚结束锻炼或刚服完药的人,不立刻给他们提供食物?
ἢ διότι καθαίρεται τὸ σῶμα ἔτι, καὶ οὐκ ἀναπέπαυται πονοῦν, καὶ ἀποκέκριται τὰ περιττώματα;
是因为身体仍处于净化过程中,尚未从劳累中恢复,且残留物已被分离出来吗?
§5.29Διὰ τί χαλεπώτερον θεῖν ἢ βαδίζειν;
为什么跑步比走路更困难?
ἢ ὅτι πλεῖον φορτίον φέρει ὁ θέων;
是因为跑步者承受更重的负荷吗?
ὅταν γὰρ ιἦ μετέωρος, ἅπαν ἐφ’ ἑαυτῷ ἔχει.
因为当他在空中时,他将全部重量承受在自己身上。
ὁ δὲ βαδίζων, οἷον οἱ ἐπὶ τοῖς τειχίοις ἀναπαυόμενοι, ἐπιθεὶς ἔχει ἐπὶ τῷ ἠρεμοῦντι.
而走路的人,就像在矮墙上休息的人一样,将重量压在处于静止的部分上。
§5.30Διὰ τί ἐκ τῶν γυμνασίων οὐ πεινῶσιν εὐθύς;
为什么锻炼之后人们不会立刻感到饥饿?
πότερον διὰ τὴν ὑπόλειψιν τῆς συντήξεως, ἕως ἀντιπεφθῇ;
是因为残留的熔化物质在被消化之前一直存在吗?
ἢ διὰ τὸ πνεῦμα ὃ ποιεῖ ὁ πόνος ἐκ τοῦ ὑγροῦ;
还是因为劳累从水分中产生的气体?
ἢ διὰ τὴν δίψαν ἣ γίνεται ἐκ τοῦ θερμαίνεσθαι πονοῦντας;
或者是由于因劳累发热而产生的口渴?
πάντα γὰρ συμβαίνει ταῦτα.
因为所有这些情况都会发生。
§5.31Διὰ τί ἐξονειρωκτικοί εἰσιν οἱ κοπιῶντες καὶ φθισιῶντες;
为什么疲劳者和肺结核患者容易遗精?
ἢ ὅτι ὅλως ἐξονειρωκτικοὶ οἱ θερμοὶ καὶ ὑγροί;
是因为一般而言,温热且湿润的人容易遗精吗?
τὸ γὰρ σπέρμα τοιοῦτόν ἐστι τὴν φύσιν.
因为精液在本性上就是这样的。
τὸ τοιοῦτο δὲ ἐξ οὕτω διακειμένων μάλιστα γίνεται, ὅταν ἡ ἀπὸ τοῦ ὕπνου θερμότης προσγένηται· μικρᾶς γὰρ ῥοπῆς τὰ σώματα δεῖται, καὶ ταύτης ἔσωθεν, ἀλλ’ οὐκ ἔξωθεν.
而这样的东西最容易从处于这种状态的人身上产生,尤其是当睡眠带来的热量加入时;因为身体只需要微小的倾向,且这种倾向来自内部,而非外部。
οἱ δὲ φθισικοὶ καὶ κοπιῶντες οὕτω διάκεινται· οἱ μὲν γὰρ κοπιῶντες διὰ τὸν κόπον καὶ τὴν κίνησιν συντήγματος θερμοῦ πλήρεις εἰσίν, οἱ δὲ φθισικοὶ διὰ τὸν κατάρρουν καὶ τὴν γινομένην θέρμην ὑπὸ τῆς φλεγμασίας.
而肺结核患者和疲劳者正是处于这种状态;因为疲劳者由于劳累和运动而充满了温热的熔化物质,而肺结核患者则是由于卡他(黏液流出)和炎症产生的热量。
§5.32Διὰ τί τὸ ἀριστερὸν σκέλος χαλεπώτερον τρίβεσθαι ὑφ’ ἑαυτοῦ πολὺν χρόνον ἢ τὸ δεξιόν;
为什么自己长时间按摩左腿比按摩右腿要困难得多?
ἢ ὅτι τοῖς δεξιοῖς πονεῖν δυνάμεθα;
是因为我们能够用右侧部分进行劳作吗?
ἐν τοῖς δὲ παρὰ φύσιν ἡ τοῦ ἀριστεροῦ σκέλους τρῖψις ἐξεστραμμένως γίνεται.
但在违背自然的动作中,对左腿的按摩是以扭曲的方式进行的。
τὰ δὲ παρὰ φύσιν ποιούμενα χαλεπά.
而违背自然进行的事是困难的。
τῇ δὲ ἀριστερᾷ τὰ δεξιὰ οὐθὲν ἐπίδηλον διὰ τὸ μηθετέρως ἰσχύειν.
另一方面,用左手按摩右腿时,没有任何明显的区别,因为两者在任何一种方式下都无法施展力量。