Humanitext Reader

亚里士多德 · 问题集 §4.27-4.32

性欲的羞耻感与好色成因及对视力的影响

第 28 段,共 148 段 · 希腊语

内容简介

本章节从热量和湿气(普纽玛)的生理角度探讨了性欲令人羞耻的原因、男女季节性性冲动的差异、忧郁质及多毛、跛足者的多淫特征,以及性交导致视力衰退的机制。

§4.27Διὰ τί μάλιστ’ αἰσχύνονται ὁμολογεῖν οἱ ἐπιθυμοῦντες ἀφροδισιάζεσθαι, ἀλλ’ οὐ πιεῖν οὐδὲ φαγεῖν οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν;
为什么渴望进行性交的人最羞于承认,而不羞于承认想喝、想吃或任何其他此类事情?
ἢ ὅτι τῶν μὲν πλείστων ἀναγκαῖαι αἱ ἐπιθυμίαι, ἔνια δὲ καὶ ἀναιρεῖ τοὺς μὴ τυγχάνοντας· ἡ δὲ τῶν ἀφροδισίων ἐκ περιουσίας ἐστίν.
是因为,虽然大多数欲望是不可或缺的,有些欲望甚至会毁灭那些无法满足它们的人,而对性事的欲望则是出于多余吗?
§4.28Διὰ τί οἱ μὲν ἄνδρες τοῦ χειμῶνος, αἱ δὲ γυναῖκες τοῦ θέρους ὁρμητικώτεραι πρὸς τὰ ἀφροδίσια;
为什么男人在冬天、女人在夏天更容易冲动地进行性交?
ἢ ὅτι οἱ μὲν ἄνδρες θερμοὶ μᾶλλον καὶ ξηροὶ τὰς φύσεις, αἱ δὲ γυναικες ὑγραὶ καὶ κατεψυγμέναι;
是因为男人的本性更热更干燥,而女人的本性则是湿润且寒冷的吗?
τοῖς μὲν οὖν τὸ ὑγρὸν καὶ τὸ θερμὸν αὔταρκες πρὸς τὴν ὁρμὴν τοῦ χειμῶνος (ἡ δὲ τοῦ σπέρματος γένεσις ἐκ τούτων), ταῖς δὲ τὸ θερμὸν ἔλαττον καὶ τὸ ὑγρόν ἐστι πεπηγὸς διὰ τὴν ἔνδειαν τοῦ πυρός· τοῦτο δὲ θέρους.
因此,对男人来说,在冬天产生冲动,其湿气和热量是充足的(而精子的产生即源于这些),但对女人来说,热量较少,且由于火气的缺乏,湿气是凝结的;而这在夏天[变得充足]。
ταῖς μὲν οὖν σύμμετρον τὸ θερμόν, τοῖς δὲ πλέον τοῦ ἱκανοῦ· τὸ γὰρ ἄγαν πολὺ ἐκλύει τῆς δυνάμεως.
因此,女人的热量适中,而男人的热量则超过了足够的限度;因为过多的热量会削弱力量。
διὸ καὶ τὰ παιδία τοῦ θέρους λεπτότερα· συμβαίνει γὰρ πῦρ ἐπὶ πῦρ φέρειν.
因此儿童在夏天也更瘦弱;因为这等于是火上浇油。
§4.29Διὰ τί ὅσοι θερμοὶ τὴν φύσιν, ἐὰν ἰσχυροὶ ὦσι καὶ εὐτραφεῖς, ἐὰν μὴ ἀφροδισιάσωσι, χολή τε προΐσταται αὐτοῖς πολλάκις καὶ ἔκπικρον ὑποχωρεῖ καὶ φλέγμα ἁλμυρὸν γίνεται, καὶ ἀλλοχροοῦσιν;
为什么那些本性温热的人,如果强壮且营养良好,如果不进行性交,胆汁常常会在他们体内占优势,排出极苦的排泄物,粘液变咸,并且肤色改变?
ἢ ὅτι μετὰ τοῦ σπέρματος ἀεὶ περίττωμα συναπέρχεται;
是因为随着精液,残余物总是共同排出吗?
διὸ καὶ ἐνίοις τῶν πνευματικῶν ἰχθύων πλύντρου ὄζει ἡ γονή.
因此,在某些具有呼吸器官的鱼类中,精液闻起来像洗涤水。
ἀφροδισιάζουσι μὲν οὖν τοῦτο συναπέρχεται, ὥστ’ οὐ λυπεῖ· μὴ ἁπτομένοις δὲ τῆς ὁμιλίας τὸ περίττωμα ἐκπικροῦται ἢ ἁλμυρὸν γίνεται.
因此,对进行性交的人来说,这共同排出,因而不造成痛苦;但对不接触性交的人,残余物会变得极苦或变咸。
§4.30Διὰ τί ἀφροδισιαστικοὶ οἱ μελαγχολικοί;
为什么忧郁质的人好色?
ἢ ὅτι πνευματώδεις, τὸ δὲ σπέρμα πνεύματος ἔξοδός ἐστιν.
是因为他们富含气体,而精液是气体的排出吗?
οἷς οὖν πολὺ τοιοῦτον, ἀνάγκη πολλάκις ἐπιθυμεῖν τούτους ἀποκαθαίρεσθαι· κουφίζονται γάρ.
因此,在拥有许多此类气体的人身上,他们必然常常渴望排空净化;因为这样他们会感到轻松。
§4.31Διὰ τί καὶ οἱ ὄρνιθες καὶ οἱ δασεῖς ἄνθρωποι λάγνοι;
为什么鸟类和体毛浓密的人都好色?
πότερον ὅτι ὑγρότητα ἔχουσιν πολλήν;
是因为他们含有大量的湿气吗?
ἢ οὔ (τὸ γὰρ θῆλυ ὑγρὸν μέν, ἀλλ’ οὐ δασύ), ἀλλ’ ὅτι ἀμφότεραι αἱ φύσεις πεπτικαὶ πολλῆς ὑγρότητος διὰ θερμότητα;
或者并非如此(因为雌性虽然湿润,但并不毛茸茸),而是因为由于热量,这两者的本性都能消化大量的湿气?
σημεῖον δὲ αἱ τρίχες καὶ τὰ πτερά.
其证据就是毛发和羽毛。
ἢ ὅτι πολὺ τὸ ὑγρόν, καὶ κρατεῖται ὑπὸ τοῦ θερμοῦ;
或者是因为湿气很多,且被热量所控制?
οὔτε γὰρ ἂν μὴ πολλῆς οὔσης τῆς ὑγρότητος οὔτε μὴ κρατουμένης ἐξεφύετο τοῖς μὲν αἱ τρίχες, τοῖς δὲ τὰ πτερά.
因为如果湿气不多,或者如果不受控制,前者就不会长出毛发,后者也不会长出羽毛。
τὸ δὲ σπέρμα γίνεται ἐν τοῖς τοιούτοις πλεῖστον καὶ τόποις καὶ ὥραις, οἷον ἐν τῷ ἔαρι· ἡ γὰρ φύσις αὐτοῦ ὑγρὰ καὶ θερμή.
而精液在这样的体质、地方和季节(例如在春天)产生最多;因为它的本性是湿润且炎热的。
διὰ ταὐτὸ δὲ καὶ οἱ ὄρνιθες λάγνοι καὶ οἱ χωλοί· ἡ γὰρ τροφὴ ἀμφοτέροις κάτω μὲν ὀλίγη διὰ τὴν ἀναπηρίαν τῶν σκελῶν, εἰς δὲ τὸν ἄνω τόπον ἔρχεται καὶ εἰς σπέρμα συγκρίνεται.
由于同样的原因,鸟类和跛足的人都好色;因为对这两者来说,由于腿部的残疾,流向民间的营养很少,而是流向了上部区域,并被凝聚成精液。
§4.32Διὰ τί, ἐὰν ἀφροδισιάζῃ ὁ ἄνθρωπος, οἱ ὀφθαλμοὶ ἀσθενοῦσι μάλιστα;
为什么人如果进行性交,眼睛最容易衰弱?
ἢ δῆλον ὅτι ἀπολείποντος τοῦ ὑγροῦ τοῦτο γίνεται;
是否显然是因为当湿气流失时发生了这种情况?
τεκμήριον δ’ ὅτι ἡ γονὴ ψυχρά ἐστιν· οὐ γὰρ γίνεται ὑγρά, ἐὰν μὴ διαθερμάνῃ τὰ θερμά.
而精液是寒冷的一个证据是,除非热的东西彻底温暖它,否则它不会变成液体。
οὐδὲ δεῖται τήξεως· κέχυται γὰρ ἐν τῷ ἀνθρώπῳ ὥσπερ τὸ αἷμα.
它也不需要融化;因为它在人体内流淌,就像血液一样。

词汇与语法注释

  1. 4.28τὰς φύσεις — 表示“在天性方面”的关系宾格(限度宾格)。
  2. 4.31οὔτε γὰρ ἂν μὴ πολλῆς οὔσης τῆς ὑγρότητος ¦880b¦ οὔτε μὴ κρατουμένης ἐξεφύετο — 这是一个与过去(或现在持续)事实相反的虚拟条件句,由带否定词 μή 的属格独立分词 οὔσης 和 κρατουμένης 充当条件从句,主句则是带有 ἄν 的直说法语未完成过去时 ἐξεφύετο。
  3. 4.32ἀπολείποντος τοῦ ὑγροῦ — 属格独立结构(现在分词),表示原因或时间(“当湿气流失时/由于湿气匮乏”)。

引用这一段

亚里士多德, 问题集 §4.27-4.32. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:4.27-4.32

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。