§4.1Διὰ τί ὁ ἀφροδισιάζων καὶ ὁ ἀποθνήσκων ἀναβάλλει τὰ ὄμματα, καθεύδων δὲ καταβάλλει;
为什么进行性交的人和临死的人眼睛会向上翻,而入睡的人却向下闭?
ἢ διότι ἄνωθεν τὸ θερμὸν ἐξιὸν ἀναστρέφει ἵνα περ ὁρμᾷ·
是因为热量从上方逸出,使眼睛转向它所冲向的那个地方吗?
ἐν δὲ τῷ ὕπνῳ κάτω συνάγεται, διὸ ῥέπει κάτω·
还是因为在睡眠中热量聚集在下方,所以眼睛向下垂?
συγκλείονται δὲ οἱ ὀφθαλμοὶ παρὰ τὸ μὴ ὑπάρχειν ἔτι νοτίδα.
而眼睛闭上则是由于不再有湿气。
§4.2Διὰ τί τῶν πλείοσιν ἀφροδισίοις χρωμένων ἐπιδηλότατα συνδίδωσι τὰ ὄμματα καὶ τὰ ἰσχία, τὰ μὲν ἐγγὺς ὄντα, τὰ δὲ πόρρω;
为什么在频繁进行性交的人中,目和腰——前者离得远,后者离得近——最明显地衰弱?
πότερον ὅτι καὶ ἐν αὐτῇ τῇ συνουσίᾳ ἐπιδηλότατα συμπονεῖ ταῦτα τῇ ἐργασίᾳ συνιόντα περὶ τὴν πρόεσιν τοῦ σπέρματος;
是因为在性交过程中,这些部位最明显地共同作功,为了排除精液而协同收缩吗?
συνεκθλίβεται οὖν μάλιστα ἐντεῦθεν ὅσον εὔτηκτον τῆς τροφῆς ἔνεστι διὰ τὴν θλῖψιν.
所以,由于压迫,它们之中所含有的最易溶化的营养物质最强烈地从那里被挤压出来。
ἢ διότι παραθερμαινόμενα τήκεται μάλιστα·
或者是因为它们受热最多,所以溶化得最厉害?
ὁ δὲ ἀφροδισιασμὸς θερμότητι ἐργάζεται.
因为性行为是通过热量起作用的。
μάλιστα δὲ ταῦτα θερμαίνεται, ἅ κινεῖται ἐν τῇ ἐργασίᾳ.
而在活动中被运动的部位受热最多。
οἱ δὲ ὀφθαλμοὶ καὶ τὰ περὶ τὴν ἕδραν ἐπιδήλως συμπονεῖ.
目和肛门周围的部位显然是协同作功的。
οὔτε γὰρ μὴ συναγαγόντι τὰ περὶ τὴν ἕδραν ἐνδέχεται προέσθαι, οὔτε μὴ τῶν ὀφθαλμῶν καταβληθέντων·
因为,如果不收缩肛门周围的部位,或者不闭上眼睛,就不可能排出精液。
τὰ μὲν γὰρ περὶ τὴν ἕδραν συνιόντα θλίβει, οἷον ἐκ κύστεως τῇ χειρὶ τὸ ὑγρόν, ἡ δὲ τῶν ὀφθαλμῶν συναγωγὴ τὰ ἀπὸ τοῦ ἐγκεφάλου.
因为肛门周围的收缩会挤压精液,就像用手从膀胱中挤出液体一样,而眼睛的闭合则挤压来自大脑的物质。
ὅτι δὲ μεγάλην ἔχουσιν τὰ ὄμματα τὴν δύναμιν καὶ ὁ τόπος αὐτῶν πρὸς γένεσιν, δηλοῖ ἡ τῶν ἀτέκνων καὶ γονίμων γυναικῶν τοῖς ἐναλείμμασι πεῖρα, ὡς δέον ταύτῃ διελθεῖν εἰς τὸ σπέρμα δύναμιν.
至于目及其周围部位对生殖具有巨大的力量,这由用涂抹剂测试不孕与可孕妇女的实验所证明,表明力量必须通过这条途径传导到精液中。
πίονα δὲ ἄμφω τυγχάνει ὄντα πάντων ἀεί, ἀρχός τε καὶ ὄμματα·
而肛门和目这两者总是比其他所有部位都更富含脂肪。
διὰ μὲν οὖν τὴν συνεργίαν κοινωνεῖ τῆς θερμασίας, διὰ δὲ ταύτην λεπτύνεται καὶ συναποκρίνεται πολὺ εἰς τὸ σπέρμα.
因此,由于协同作用它们共享热量,且由于这种热量,脂肪变稀并大量协同分泌到精液中。
οὔτε γάρ, ἂν μὴ πῖον ᾖ, ὁμοίως γρύσει ἡ θερμότης, οὔτε πῖον ὂν μὴ συμπονοῦν, οἷον ἐν τῇ κοιλίᾳ·
因为如果不是脂肪,热量就不会以同样的方式使其流出;即使是脂肪,如果不协同作功(也不会流出),例如在腹部。
ἀλλὰ οἱ νεφροὶ τῶν ἄλλων μάλιστα αἰσθάνονται διὰ τὴν γειτνίασιν.
然而,肾脏由于邻近,比其他部位最强烈地感受到这一点。
καὶ αὐτὴ δὲ ἡ τοῦ σπέρματος πάροδος παρὰ τοὺς τόπους τούτους οὖσα ἐπιδηλότατα ἱκανή ἐστι λεπτύνειν· ἀφαιρεῖ γάρ, ἀλλ’ οὐ προστίθησι πλησιάζουσα.
精液本身的通道就在这些部位的旁边,这也显然足以使它们变稀;因为精液在经过时会带走物质,而不会添加物质。
§4.3Διὰ τί καὶ οἱ ἀφροδισιάζοντες καὶ οἱ εὐνοῦχοι οὐ χρώμενοι ἀφροδισίοις ὁμῶς ἀμφότεροι τὰ ὄμματα πρὸς ὀξυωπίαν βλάπτονται;
为什么进行性交的人,以及因不进行性交而不使用性行为的宦官,两者的眼睛在视觉敏锐度上同样受到损害?
ἢ ὅτι τοῖς μὲν διὰ λαγνείαν, τοῖς δὲ διὰ τὴν πήρωσιν τὰ ἄνω ξηρὰ γίνεται μᾶλλον τοῦ δέοντος, ἐπιδηλότατα δ’ ἐν τούτοις, ὅσων τὸ ἔργον ἐστὶν ἀκριβές· ἡ δ’ ὄψις τοιοῦτον.
是因为前者由于纵欲,后者由于去势,上部变得比应有的更为干燥,而这在那些功能精密的器官——如视觉——中最为明显?
κατασπωμένων δὲ τῶν ὑγρῶν τὰ ἄνω ξηραίνεται.
当湿气被引向下方时,上部就会干燥。
ὁ μὲν οὖν ἀφροδισιασμὸς δῆλον ὅτι τοῦτο ποιεῖ·
因此,性交显然会产生这种作用。
τοῖς δὲ εὐνούχοις τά τε σκέλη οἰδεῖ καὶ αἱ κοιλίαι εὔλυτοι ὡς κάτω μεθισταμένου τοῦ ὑγροῦ.
而对于宦官,由于湿气转移到下方,他们的腿会肿胀,腹部也会松弛。
§4.4Διὰ τί ἄνθρωπος μόνον, ὅταν ἄρχηται δύνασθαι ἀφροδισιάζειν, ἡβᾷ, τῶν δὲ ἄλλων ζῴων ὅσα τρίχας ἔχει οὐθέν;
为什么只有人在开始能够进行性交时才会长出阴毛,而其他有毛的动物则不然?
ἢ ἐπειδὴ κατὰ τὰς ἡλικίας μεταβάλλει τὰ ζῷα εἰς τοὐναντίον;
是因为随着年龄的增长,动物会向相反的状态转变吗?
φωνή τε γὰρ βαρεῖα ἐξ ὀξείας γίνεται, καὶ δασύνεται ἐκ ψιλῶν·
因为声音由高变低,身体由无毛变多毛。
δῆλον οὖν ὡς καὶ τὰ ἐκ γενετῆς δασέα ζῷα ψιλοῖτ’ ἂν, οὐ δασύνοιτο, σπερματικὰ γινόμενα.
因此很明显,那些天生多毛的动物在能够产生精液时,应该会变得无毛,而不是更多毛。
οὐ πάσχει δὲ τοῦτο διὰ τὸ τὰ σπερμαίνοντα ξηρότερα γίνεσθαι καὶ ἀραιότερα, ἐξ ὧν θρὶξ φύεται.
但人之所以不遭受这种(无毛的)情况,是因为产生精液的部位变得更干燥、更稀疏(多孔),毛发便从中生长出来。
δῆλον δὲ ἐκ τοῦ μὴ ἐν ταῖς οὐλαῖς φύεσθαι τρίχας· στεγαναὶ γὰρ αἱ οὐλαί, ἀλλ’ οὐκ ἀραιαί.
这由疤痕上不长毛发可以明显看出;因为疤痕是致密的,而不是稀疏的。
μηδὲ τοῖς παιδίοις καὶ γυναιξίν· ὑγρὰ γὰρ καὶ ἄμφω, ἀλλ’ οὐ ξηρά.
儿童和妇女也不长阴毛;因为他们两者都是湿润的,而不是干燥的。
§4.5Διὰ τί ἡ ἀνυποδησία οὐ συμφέρει πρὸς ἀφροδισιασμούς;
为什么赤脚对性交不利?
ἢ ὅτι τὸ μέλλον ἀφροδισιάζειν σῶμα δεῖ τὰ ἐντὸς θερμὸν εἶναι καὶ ὑγρόν;
是因为准备进行性交的身体,内部必须是温暖且湿润的吗?
τοιοῦτον δὲ ἐν τοῖς ὕπνοις μᾶλλον ἢ ἐν τῷ ἐγρηγορέναι· διὸ καὶ ταχὺ καὶ ἄνευ ἐργασίας οἱ ἐξονειρωγμοὶ γίνονται, ἐγρηγοροῦσι δὲ μετὰ πόνου.
而这种状态在睡眠中比在清醒时更为明显;因此,梦精发生得迅速且无需作功,而清醒时的性交则伴随着劳顿。
ἅμα δὲ τὸ σῶμα τοιοῦτον καὶ οἱ πόδες ὑγρότεροι καὶ θερμότεροι· σημεῖον δέ, ὅτι καθευδόντων θερμοί, ὡς ἅμα τοῖς ἐντὸς οὕτως ἔχοντες.
同时,当身体处于这种状态时,脚也更加湿润和温暖;其证据是,入睡者的脚是温暖的,因为它们与内部处于相同的状态。
ἡ δ’ ἀνυποδησία τοὐναντίον ποιεῖ· ξηραίνει γὰρ καὶ ψύχει.
然而赤脚起到了相反的作用;因为它使脚干燥并变冷。
ὥστ’, εἴτε ἀδύνατον μὴ θερμῶν ὄντων ἀφροδισιάσαι εἴτε χαλεπόν, ἀνάγκη ἀσύμφορον εἶναι πρὸς τὴν τῶν ἀφροδισίων χρῆσιν.
因此,如果身体不温暖时进行性交是行不通或困难的,那么赤脚必然对性行为的使用是不利的。