§4.13Διὰ τί, ἐὰν μὲν ἐκ τοῦ σπέρματος τοῦ ἡμετέρου γένηται τὸ ζῷον, τοῦτο ἡμέτερον ἔκγονόν ἐστιν, ἐὰν δὲ ἐξ ἄλλου τινὸς ἢ μέρους ἢ ἀποκρίσεως, οὐχ ἡμέτερον;
为什么如果动物是由我们的精液产生的,它就是我们的后代,但如果是由于其他东西——无论是身体的某个部位还是排泄物——产生的,就不是我们的?
γίνεται γὰρ σηπομένων πολλὰ καὶ ἐκ τοῦ σπέρματος.
因为许多东西是由腐烂之物产生的,甚至也是由精液产生的。
τί δὴ οὖν, ἐὰν μὲν τοιοῦτον οἷον ἡμεῖς, ἡμέτερον, ἐὰν δὲ ἀλλότριον, οὔ;
那么,如果产生的东西像我们一样,它就是我们的,如果是异类的,就不是,这究竟是为什么?
ἢ γὰρ ἅπαντα προσήκει ἢ οὐθέν.
因为要么全部属于我们,要么全不属于。
ἢ πρῶτον μέν, ὅτι οὕτω μὲν ἐξ ἡμετέρου γίνεται, ἐκείνως δὲ ἐξ ἀλλοτρίου, ὅσα ἐξ ἀποκαθάρματος γίνεται καὶ ἐκκρίσεως;
或者首先是因为,以第一种方式它是从我们的东西中产生的,而以第二种方式则是从异物中产生的,即所有那些由净化残留物和排泄物产生的东西?
καὶ ὅλως οὐθὲν τῶν τοῦ ζῴου ζῷον γεννᾷ, ἀλλ’ ἢ τὸ σπέρμα.
而且总的来说,动物身上的任何东西都不产生动物,除了精液。
τὸ δὲ βλάπτον καὶ τὸ κακὸν οὐθενός ἐστιν οἰκεῖον, οὐδὲ τὸ ἀλλότριον· οὐ γὰρ ταὐτὸ τούτου τι εἶναι καὶ τούτου ἀλλότριον ἢ ἕτερον ἢ κακόν.
而有害的和坏的东西对任何人来说都不是特有的,异类也是如此;因为作为某物的一部分,与对它而言是异类的、不同的或坏的,并不是一回事。
αἱ δὲ ἐκκρίσεις καὶ σήψεις οὐχ ἡμέτερα, ἀλλ’ ἕτερα καὶ ἀλλότρια τῆς φύσεως ἡμῶν εἰσίν.
而排泄物和腐烂物不是我们的,而是对我们的本性而言是不同的和异类的。
οὐ γὰρ ὅσα ἐν τῷ σώματι γίνεται, τοῦ σώματος θετέον, ἐπεὶ καὶ φύματα γίνεται, ἃ ἀφαιροῦσιν καὶ ἐκβάλλουσιν.
因为并非所有在体内产生的东西都应该被视为属于身体,因为体内也会产生肿瘤,人们会将其切除并丢弃。
καὶ ὅλως ὅσα παρὰ φύσιν, πάντα ἀλλότρια· παρὰ φύσιν δὲ πολλὰ καὶ τῶν συγγινομένων ἐστίν.
总的来说,凡是违反自然的东西都是异己的;而在与我们一同生长的东西中,也有许多是违反自然的。
εἰ οὖν ἐκ μόνου τούτου τῶν ἡμετέρων γίνεται ζῷον, ὀρθῶς ἂν τὸ ἐκ τούτου γινόμενον ἔκγονον ἡμέτερον εἴη μόνον.
因此,如果动物仅由属于我们的东西中的这一种产生,那么只有由它产生的东西才是我们的后代,这才是正确的。
καὶ ἐκ τοῦ σπέρματος δὲ ἄν τι ἄλλο γένηται, οἷον σκώληξ σαπέντος, ἢ καὶ ἐν τῇ μήτρᾳ διαφθαρέντος, οἷον ἃ λέγεται τέρατα, οὐκ ἔκγονα λεκτέον.
而且,即使从精液中产生了其他东西,例如精液腐烂时产生的蠕虫,或者在子宫内败坏时产生的所谓畸形物,也不应被称为后代。
ὅλως γὰρ ἐκ διεφθαρμένου γινόμενα οὐκέτι ἐξ ἡμετέρου ὄντος γίνεται, ἀλλ’ ἐξ ἀλλοτρίου, ὥσπερ τὰ ἐκ τῶν ἀποκρίσεων, οἷον τὸ ἐκ τῆς κόπρου.
因为总的来说,由败坏之物产生的东西,不再是由属于我们的东西产生的,而是由异物产生的,就像由排泄物产生的东西一样,例如由粪便产生的东西。
σημεῖον δὲ ὅτι ἐκ διαφθειρομένου πάντα τὰ τοιαῦτα γίνεται· μὴ ἐκ διαφθειρομένου γὰρ τοιοῦτον πέφυκε γίνεσθαι, οἷον ἂν ιἦ ἐξ οὗ τὸ σπέρμα, ἐὰν ἐξ ἵππου, ἵππος, ἐὰν δὲ ἐξ ἀνθρώπου, ἄνθρωπος.
其证据是,所有这些东西都是由正在败坏的物质产生的;因为如果不是由正在败坏之物产生,按自然规律就会产生出与产生精液的母体相同的东西——如果是来自马,就是马;如果是来自人,就是人。
καὶ αὐτό τε οὐ τιμῶμεν τὸ σπέρμα, οὐδὲ πᾶν τὸ ἐν τῇ γενέσει περαινόμενον.
而且我们既不看重精液本身,也不看重在生育过程中完成的所有东西。
καὶ γὰρ ὑγρὸν καὶ ὄγκος τις καὶ σὰρξ γίνεται.
因为也会产生液体、某种块状物以及肉。
ποτὲ δέ, διὰ τὸ μήπω ἔχειν τὴν φύσιν, ἀλλ’ ἢ τοσοῦτον μόνον τῆς φύσεως, ὅτι οὕτω διάκειται ὥστε γενέσθαι ἐξ αὐτοῦ τοιοῦτον οἷον ἡμεῖς· ἐκ δὲ διεφθαρμένου οὐδὲ τοιοῦτον.
有时,是因为它还未拥有其本性,而只拥有本性中如此的特征,即其状态使得像我们这样的东西能从中产生;但从败坏之物中,连这样的东西也无法产生。
διὰ ταῦτα οὔτε ἐξ ἑτέρου τῶν ἐν ἡμῖν οὔτε ἐκ τούτου διεφθαρμένου ἢ ἀτελῶς ἔχοντος τὸ ἔκγονόν ἐστιν ἡμέτερον.
由于这些原因,无论是从我们体内的其他东西中产生的,还是当精液败坏或不完整时由其产生的东西,都不是我们的后代。
§4.14Διὰ τί ἐν τῷ ὕδατι ἧττον δύνανται ἀφροδισιάζειν οἱ ἄνθρωποι;
为什么人们在水中较难进行性交?
ἢ ὅτι ἐν ὕδατι οὐδὲν τήκεται, ὅσα ὑπὸ πυρὸς τήκεται, οἷον μόλιβδος ἢ κηρός·
是因为凡是由火熔化的东西,如铅或蜡,在水中都不会融化吗?
ἡ δὲ γονὴ τηκομένη φαίνεται πυρί· πρὶν μὲν γὰρ ἡ τρῖψις ἐκθερμάνῃ, οὐ τήκεται.
而精液显而易见是被热熔化的;因为在摩擦使其变热之前,它并不会熔化。
οἱ δὲ ἰχθύες οὐ τρίψει ὀχεύουσιν.
而鱼类交尾并不是通过摩擦。
§4.15Διὰ τί τὸ ἀφροδισιάζειν ἥδιστον, καὶ πότερον ἐξ ἀνάγκης ἢ ἕνεκά τινος ὑπάρχει τοῖς ζῴοις;
为什么性交最令人愉悦,它对动物而言是出于必然还是为了某种目的?
ἢ ἡδὺ μέν ἐστιν ἤτοι διὰ τὸ ἀπὸ παντὸς τοῦ σώματος ἀπιέναι τὸ σπέρμα, ὥσπερ τινές φασιν;
或者说,它令人愉悦,要么是因为如某些人所说,精液是从全身排出的?
ἢ καὶ ἀπὸ παντὸς μὲν μὴ ἀπιέναι, διὰ δὲ τοιούτου εἰς ὃ πάντες συντείνουσιν οἱ πόροι τῶν φλεβῶν;
或者,即使它不是从全身排出,也是因为通过了所有血管通道都汇聚于此的部位?
οὔσης οὖν τῆς ἡδονῆς ὁμοίας τῆς ἐν τῷ κνησμῷ, τοῦτο συμβαίνει γίνεσθαι ὥσπερ δι’ ὅλου τοῦ σώματος.
因此,由于这种愉悦感类似于抓痒时的感觉,所以它发生时就像是贯穿了全身。
ὁ δὲ κνησμὸς ἡδύς ἐστιν, ὑγροῦ ἔξοδος πνευματώδους ἐγκατακεκλεισμένου παρὰ φύσιν.
而抓痒之所以令人愉悦,是因为被违反自然地封闭在体内的含有气体的湿气排出了。
ἡ δὲ γονὴ τοιούτου εἰς τὸ κατὰ φύσιν ἔξοδος.
而精液则是此类物质向符合自然状态的排出。
ἔστι δὲ καὶ ἐξ ἀνάγκης ἡδὺ καὶ ἕνεκά τινος, ἐξ ἀνάγκης μὲν ὅτι ἡ εἰς τὸ κατὰ φύσιν ὁδὸς ἡδύ ἐστιν, ἐὰν ιἦ αἰσθητή, ἕνεκα δέ τινος ἵνα γένεσις ᾖ ζῴων· διὰ γὰρ τὴν ἡδονὴν μᾶλλον ὁρμᾷ πρὸς τὴν μῖξιν τὰ ζῷα.
它既是出于必然,也是为了某种目的而令人愉悦:出于必然,是因为如果能被感知到,回归自然状态的过程就是愉悦的;为了某种目的,是为了能繁衍动物,因为由于这种愉悦,动物会更积极地冲向交配。