§4.25Διὰ τί ἐν τῷ θέρει οἱ μὲν ἄνδρες ἧττον δύνανται ἀφροδισιάζειν, αἱ δὲ γυναῖκες μᾶλλον, καθάπερ καὶ ὁ ποιητὴς λέγει ἐπὶ τῷ σκολύμῳ
μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρες
.
为什么在夏天男人进行性交的能力会减弱,而女人却更加旺盛,正如诗人谈到朝鲜蓟时所说: “女子最为放荡,男子却最为软弱”?
πότερον ὅτι οἱ ὄρχεις καθίενται μᾶλλον ἢ ἐν τῷ χειμῶνι;
是因为睾丸比在冬天时下垂得更厉害吗?
ἀνάγκη δέ, εἰ μέλλει ἀφροδισιάζειν, ἀνασπάσαι.
而如果想要进行性交,就必须将其收缩提起。
ἢ ὅτι αἱ θερμαὶ φύσεις ἐν τῷ θέρει συμπίπτουσιν ὑπερβάλλοντος τοῦ θερμοῦ, αἱ δὲ ψυχραὶ θάλπουσιν;
或者是因为温热体质的人在夏天因热量过剩而衰弱,而寒冷体质的人则变温暖?
ἔστι δὲ ὁ μὲν ἀνὴρ ξηρὸς καὶ θερμός, ἡ δὲ γυνὴ ψυχρὰ καὶ ὑγρά.
因为男人是干燥且温热的,而女人是寒冷且湿润的。
τοῦ μὲν ἀνδρὸς οὖν ἠμαύρωται ἡ δύναμις, τῶν δὲ θάλλει ἐπανισουμένη τῷ ἐναντίῳ.
因此,男人的能力被削弱,而女人的能力由于被相反的属性(夏天的热)所平衡而变得旺盛。
§4.26Διὰ τί ἔνιοι ἀφροδισιαζόμενοι χαίρουσι, καὶ οἱ μὲν ἅμα δρῶντες, οἱ δ’ οὔ;
为什么有些人在性交中乐于作为被动者,有些人同时作为主动者和被动者,而有些人则不然?
ἢ ὅτι ἔστιν ἑκάστῃ περιττώσει τόπος εἰς ὃν πέφυκεν ἀποκρίνεσθαι κατὰ φύσιν, καὶ πόνου ἐγγινομένου τὸ πνεῦμα ἐξιὸν ἀνοιδεῖν ποιεῖ, καὶ συνεκκρίνει αὐτήν, οἷον τὸ μὲν οὖρον εἰς κύστιν, ἡ δ’ ἐξικμασμένη τροφὴ εἰς κοιλίαν, τὸ δὲ δάκρυον εἰς ὄμματα, μύξαι δ’ εἰς μυκτῆρας, αἷμα δὲ εἰς φλέβας.
是因为对于每种残余物,都有一个依自然天生排泄的场所,并且当紧张产生时,排出的气体(普纽玛)会引起膨胀,并使其一同排出吗? 例如,尿液进入膀胱,消化后的食物进入肠胃,眼泪进入眼睛,鼻涕进入鼻腔,血液进入静脉。
ὁμοίως δὴ τούτοις καὶ ἡ γονὴ εἰς ὄρχεις καὶ αἰδοῖα.
与这些相同,精液也进入睾丸和阴茎。
οἷς δὴ οἱ πόροι μὴ κατὰ φύσιν ἔχουσιν, ἀλλ’ ἢ διὰ τὸ ἐπιτυφλωθῆναι τοὺς εἰς τὸ αἰδοῖον, οἷον συμβαίνει τοῖς εὐνούχοις καὶ εὐνουχίαις, ἢ καὶ ἄλλως, εἰς τὴν ἕδραν συρρεῖ ἡ τοιαύτη ἰκμάς· καὶ γὰρ διεξέρχεται ταύτῃ.
然而,在那些通道不处于自然状态的人身上,或者是由于通往阴茎的通道被堵塞(如发生在外阉者或被阉割之人身上),或者是由于其他原因,这种湿气流入了臀部;因为实际上它就是从这里排出的。
σημεῖον δ’ ἐν τῇ συνουσίᾳ ἡ συναγωγὴ τοῦ τοιούτου τόπου καὶ ἡ σύντηξις τῶν περὶ τὴν ἕδραν.
性交时该部位的收缩以及臀部周围的溶解(弛缓)就是证明。
ἐὰν οὖν ὑπερβάλλῃ τις τῇ λαγνείᾳ, τούτοις ἐνταῦθα συνέρχεται, ὥστε ὅταν ἡ ἐπιθυμία γένηται, τοῦτ’ ἐπιθυμεῖ τῆς τρίψεως εἰς ὃ συλλέγεται.
因此,如果有人过度纵欲,湿气就会聚集在他们这一部位,以至于当欲望产生时,他们就会渴望摩擦这处积聚了湿气的地方。
ἡ δ’ ἐπιθυμία καὶ ἀπὸ σιτίων καὶ ἀπὸ διανοίας γίνεται.
而欲望既能由食物产生,也能由思想产生。
ὅταν γὰρ κινηθῇ ὑφ’ ὁτουοῦν, ἐνταῦθα τὸ πνεῦμα συντρέχει, καὶ τὸ τοιοῦτο περίττωμα συρρεῖ οὗ πέφυκεν.
因为一旦因任何原因被触动,气体(普纽玛)就会聚集在那里,这种残余物就会流入其天然该去的地方。
κἂν μὲν λεπτὸν ᾖ ἢ πνευματῶδες, τούτου ἐξελθόντος, ὥσπερ αἱ συντάσεις τοῖς παισὶ καὶ τοῖς ἐν ἡλικίᾳ, ἐνίοτε οὐθενὸς ὑγροῦ ἐκκριθέντος, παύονται.
如果它是稀薄或气态的,当其排出后,他们就会平息,就像儿童和处于黄金年龄的人产生勃起一样,有时没有任何水分排出就平息了。
ὅταν δὲ κατασβεσθῇ τὸ ὑγρόν. . . ἐὰν δὲ μηδέτερον τούτων πάθῃ, ἐπιθυμεῖ ἕως ἄν τι τούτων συμβῇ.
但是,当水分被熄灭时……如果这两者都没有发生,他们就会一直渴望,直到其中之一发生。
οἱ δὲ φύσει θηλυδρίαι οὕτω συνεστᾶσιν ὥστ’ ἐκεῖ μὲν μὴ ἐκκρίνεσθαι ἢ ὀλίγην, οὗπερ τοῖς ἔχουσι κατὰ φύσιν ἐκκρίνεται, εἰς δὲ τὸν τόπον τοῦτον.
而天生女性化的男人,其生理构造使得在自然状态下的人排泄的那个部位不排泄或仅排泄极少,而是排泄到这一部位(臀部)。
αἴτιον δέ, ὅτι παρὰ φύσιν συνεστᾶσιν· ἄρσενες γὰρ ὄντες οὕτω διάκεινται ὥστε ἀνάγκη τὸν τόπον τοῦτον πεπηρῶσθαι αὐτῶν.
其原因在于他们的构造违反自然;因为他们虽然是男性,却处于这一部位必然残疾的状态。
πήρωσις δὲ ἡ μὲν ὅλως ποιεῖ φθόρον, ἡ δὲ διαστροφήν.
残疾要么导致完全的破坏,要么导致扭曲。
ἐκείνη μὲν οὖν οὐκ ἔστιν· γυνὴ γὰρ ἂν ἐγένετο.
前一种残疾并不存在,因为若是那样,他们就会变成女人。
ἀνάγκη ἄρα παρεστράφθαι καὶ ἄλλοθί που ὁρμᾶν τῆς γονικῆς ἐκκρίσεως.
因此,他们必然是受到了扭曲,其精液排泄的冲动转向了其他地方。
διὸ καὶ ἄπληστοι, ὥσπερ αἱ γυναῖκες· ὀλίγη γὰρ ἡ ἰκμάς, καὶ οὐ βιάζεται ἐξιέναι, καὶ καταψύχεται ταχύ.
所以他们也像女人一样贪得无厌;因为湿气很少,且没有力量强行排出,而且很快就会冷却。
καὶ ὅσοις μὲν ἐπὶ τὴν ἕδραν, οὗτοι πάσχειν ἐπιθυμοῦσιν, ὅσοις δ’ ἐπ’ ἀμφότερα, οὗτοι καὶ δρᾶν καὶ πάσχειν· ἐφ’ ὁπότερα δὲ πλεῖον, τούτου μᾶλλον ἐπιθυμοῦσιν.
湿气流向臀部的人渴望处于被动,而流向两处的人则既渴望主动也渴望被动;流向哪一侧更多,他们就更渴望哪一侧。
ἐνίοις δὲ γίνεται καὶ ἐξ ἔθους τὸ πάθος τοῦτο.
对有些人来说,这种病症也是由习惯引起的。
ὅσα γὰρ ἂν ποιῶσιν συμβαίνει αὐτοῖς χαίρειν καὶ προΐεσθαι τὴν γονὴν οὕτως.
因为无论他们做什么,他们都会体验到快乐并以这种方式排出精液。
ἐπιθυμοῦσιν οὖν ποιεῖν οἷς ἂν ταῦτα γίνηται, καὶ μᾶλλον τὸ ἔθος ὥσπερ φύσις γίνεται.
因此,一旦发生这种情况,他们就渴望这样做,习惯进而变得像自然一样。
διὰ τοῦτο ὅσοι ἄν μὴ πρὸ ἥβης, ἀλλὰ περὶ ἥβην ἐθισθῶσιν ἀφροδισιάζεσθαι, διὰ τὸ γίνεσθαι αὐτοῖς ἐν τῇ χρείᾳ τὴν μνήμην, ἅμα δὲ τῇ μνήμῃ τὴν ἡδονήν, διὰ δὲ τὸ ἔθος ὥσπερ πεφυκότες ἐπιθυμοῦσι πάσχειν, τὰ μέντοι πολλὰ καὶ τὸ ἔθος ὥσπερ πεφυκόσι γίνεται.
由于这个原因,那些不是在青春期前,而是在青春期前后习惯于性交的人,因为在行为中产生了记忆,且伴随着记忆产生快感,由于习惯的缘故,他们渴望像天生如此一样处于被动。 然而,在大多数情况下,习惯也会变得像天生的状态一样。
ἐὰν δὲ τύχῃ λάγνος ὢν καὶ μαλακός, καὶ θᾶττον ἕκαστα τούτων συμβαίνει.
如果此人恰好纵欲且柔弱,那么这些情况中的每一项都会发生得更快。