Humanitext Reader

亚里士多德 · 问题集 §38.1-38.11

阳光与热量对皮肤及毛发颜色的影响

第 148 段,共 148 段 · 希腊语

内容简介

本章探讨了阳光、火以及身体活动对皮肤、毛发和油脂颜色与状态的多样影响,并从热量、水分流动以及身体通透性的角度解释了这些现象。

§38.1Διὰ τί τὸν μὲν κηρὸν καὶ τοὔλαιον λευκαίνει ὁ ἥλιος, τὴν δὲ σάρκα μελαίνει;
为什么太阳会使蜡和油变白,却使肌肉变黑呢?
ἢ ὅτι τὰ μὲν λευκαίνει ἀπάγων τὸ ὕδωρ, φύσει γὰρ τὸ ὑγρὸν μέλαν διὰ τὴν μῖξιν τοῦ γεώδους [ὕδατος], τὴν δὲ σάρκα ἐπικαίει;
是因为太阳通过夺走水分而使前者变白——因为按其本性,液体由于混入泥土质[水]而是黑色的——却将肌肉烤焦了吗?
§38.2Διὰ τί οἱ ἁλιεῖς καὶ πορφυρεῖς καὶ ἁπλῶς οἱ τὴν θάλατταν ἐργαζόμενοι πυρροί εἰσιν;
为什么渔夫、染紫工以及一般在海上工作的人,肤色发红呢?
πότερον ὅτι ἡ θάλαττα θερμὴ καὶ αὐχμώδης ἐστὶ διὰ τὴν ἅλμην;
是因为海水由于盐分而炎热且干燥吗?
τὸ δὲ τοιοῦτον πυρρὰς ποιεῖ τὰς τρίχας, καθάπερ ἥ τε κονία καὶ τὸ ἀρσενικόν.
这样的性质会使头发变红,正如灰汁和雌黄所做的那样。
ἢ τὰ μὲν ἐκτὸς γίνονται θερμότεροι, τὰ δ’ ἐντὸς περιψύχονται διὰ τὸ βρεχομένων αὐτῶν ἀεὶ ξηραίνεσθαι ὑπὸ τοῦ ἡλίου τὰ πέριξ;
或者是因为,虽然他们的外部变得更热,但由于他们总是湿漉漉的,周围被太阳晒干,从而使内部冷却下来了吗?
τούτων δὲ τοῦτο πασχόντων αἱ τρίχες ξηραινόμεναι λεπτύνονται καὶ πυρροῦνται.
因为他们经历着这种情况,头发干燥后变细并变红。
καὶ πάντες δὲ οἱ πρὸς ἄρκτον πυρρότριχες καὶ λεπτότριχές εἰσιν.
实际上,所有靠近北方的人都是红发且细发的。
§38.3Διὰ τί οἱ μὲν ἐν ἱματίῳ δρόμοι καὶ ἡ τοῦ ἐλαίου εἰς ἱμάτιον χρῖσις ἄχρους ποιεῖ, οἱ δὲ γυμνοὶ δρόμοι εὔχρους;
为什么穿着衣服跑步以及向衣服上涂油会使人面色苍白,而裸体跑步则能使人面色红润呢?
ἢ ὅτι ἡ μὲν εὔπνοια εὔχροιαν ποιεῖ, ἡ δὲ κατάπνιξις τοὐναντίον.
是因为通气能使面色红润,而闷气则相反吗?
διὰ δὴ τὸ συνθερμαινόμενον τὸ ἐπιπολῆς ὑγρὸν μὴ διαψύχεσθαι ἄχροιαν ποιεῖ.
事实上,由于与身体一同受热的表面水分未能得到冷却,从而导致了面色苍白。
ἄμφω δὲ ταὐτον ποιεῖ, ἡ ἐν τῷ ἱματίῳ ἴδισις καὶ ἡ εἰς τὸ ἱμάτιον ἄλειψις· ἐγκατακλείεται γὰρ ἡ θερμότης.
穿着衣服出汗和向衣服上涂油两者会产生同样的效果;因为热量被封闭在内部。
οἱ δὲ γυμνοὶ δρόμοι εὔχρουν ποιοῦσιν διὰ τοὐναντίον, ὅτι καταψύχει ὁ ἀὴρ τὰς συνισταμένας ἐκκρίσεις καὶ διαπνεῖ τὸ σῶμα.
相反,裸体跑步由于相反的原因而使面色红润,因为空气冷却了积聚的排泄物并使身体透气。
ἔτι τὸ ἔλαιον ὑγρὸν ὂν καὶ λεπτόν, ὑπαλειφθὲν καὶ τοὺς πόρους ἐμφράττον, οὔτε τὸ ἐκ τοῦ σώματος ὑγρὸν καὶ πνεῦμα ἔξω ῥεῖν ἐᾷ, οὔτε τὸ ἐκτὸς πνεῦμα ἐντός.
此外,油是湿润且细微的,当被涂抹并堵塞孔道时,既不让体内的水分和气体向外流出,也不让外部的气体进入。
διὸ καταπνιγόμενα ἐν τῷ σώματι ὑγρὰ περιττώματα σηπόμενα ἄχροιαν ποιεῖ.
因此,被闷在体内的液体残余物腐烂,从而导致面色苍白。
§38.4Διὰ τί ἡ εὔπνοια εὔχρους ποιεῖ;
为什么通气能使面色红润呢?
ἢ ὅτι ἄχροια ἔοικεν εἶναι οἷον σῆψίς τις χρωτός;
是因为面色苍白似乎是皮肤的一种腐烂吗?
ὅταν οὖν τὸ ἐπιπολῆς ὑγρὸν καὶ θερμὸν ᾖ. τοῦτο συμβαίνει καὶ χλωρὸν γίνεσθαι, ἐὰν μὴ ψυχθῇ καὶ ἀποπνεύσῃ τὸ θερμόν.
因此,当表面的水分变热时,如果它得不到冷却,且热量没有散发出去,就会发生这种情况并变得发青。
§38.5Διὰ τί οἱ μὲν ἱδρώσαντες ἐκ τῶν γυμνασίων εὔχροοί εἰσιν εὐθύς, οἱ δὲ ἀθληταὶ ἄχροοι;
为什么因运动而流汗的人会立刻面色红润,而运动员却面色苍白呢?
ἢ διότι ὑπὸ μὲν τοῦ μετρίου πόνου τὸ θερμὸν ἐκκάεται καὶ ἐπιπολάζει, ὑπὸ δὲ τῶν πολλῶν ἐξηθεῖται μετὰ τοῦ ἱδρῶτος καὶ τοῦ πνεύματος, ἀραιουμένου τοῦ σώματος ἐν τῷ πονεῖν;
是因为通过适度的劳作,热量被激发并升至表面,而通过过度的劳作,随着运动中身体变得疏松,热量会与汗水和呼吸一同被排挤出去吗?
ὅταν μὲν οὖν ἐπιπολάσῃ τὸ θερμόν, εὔχροοι γίνονται, καθάπερ οἵ τε θερμαινόμενοι καὶ αἰσχυνόμενοι· ὅταν δὲ ἐκλίπῃ, ἄχροοι.
因此,当热量升至表面时,他们会面色红润,就像那些受热或感到羞耻的人一样;但当热量缺失时,他们就会面色苍白。
οἱ μὲν οὖν ἰδιῶται μέτρια γυμνάζονται, οἱ δὲ ἀθληταὶ πολλά.
所以,普通人进行适度锻炼,而运动员则进行过度锻炼。
§38.6Διὰ τί μᾶλλον καίονται ὑπὸ τοῦ ἡλίου οἱ καθεζόμενοι τῶν γυμναζομένων;
为什么坐着的人比锻炼的人更容易被太阳晒伤?
ἢ ὅτι οἱ ἐν κινήσει ὄντες ὥσπερ ῥιπίζονται ὑπὸ τοῦ πνεύματος διὰ τὸ κινεῖν τὸν ἀέρα, οἱ δὲ καθήμενοι οὐ πάσχουσι τοῦτο;
是因为运动中的人由于活动空气,仿佛被风扇动着,而坐着的人却不经历这种情况吗?
§38.7Διὰ τί ὁ μὲν ἥλιος ἐπικάει, τὸ δὲ πῦρ οὔ;
为什么太阳会烤焦肌肉,而火却不会呢?
ἢ διότι λεπτότερός ἐστιν ὁ ἥλιος, καὶ μᾶλλον δύναται διαδύεσθαι εἰς τὴν σάρκα;
是因为太阳更细微,更容易渗透到肌肉中吗?
τὸ δὲ πῦρ, ἐὰν καὶ ἐπικαύσῃ, ἄνω μόνον ποιεῖ τὸ χρῶμα, τὰς φοῖδας καλουμένας· εἴσω δὲ οὐκ εἰσδύεται.
相反,火即使烤焦,也只在表面产生颜色——即所谓的“斑疹”——而不会渗透到内部吗?
§38.8Διὰ τί τὸ πῦρ οὐ ποιεῖ μέλανας, ὁ δὲ ἥλιος ποιεῖ· p τὸν δὲ κέραμον ποιεῖ, ὁ δὲ ἥλιος οὔ;
为什么火不会使人变黑,而太阳却会;另一方面,火使陶器变黑,而太阳却不会呢?
ἢ οὐχ ὁμοίως ἑκάτερον ποιεῖ, ἀλλ’ ὁ μὲν ἐπικάων τὴν χρόαν μελαίνει, τὸ δὲ πῦρ τὸν κέραμον ἀναπιμπλᾷ, ᾗ ἀναφέρει ἀσβόλῳ.
是因为它们各自的方式不同,太阳通过烤焦使肤色变黑,而火则用它升起的煤烟填满陶器。
τοῦτο δ’ ἔστι λεπτῆς μαρίλης, ἀποθραυομένων ἅμα καὶ καομένων τῶν ἀνθράκων.
这就是当木炭破碎并同时燃烧时产生的细微煤粉。
τοὺς δὲ ἀνθρώπους ὁ μὲν ἥλιος μελαίνει, τὸ δὲ πῦρ οὔ, ὅτι τοῦ μὲν μαλθακὴ ἡ θερμότης, καὶ διὰ μικρομέρειαν δύναται τὸ δέρμα αὐτὸ κάειν· ὥστε διὰ μὲν τὸ τῆς σαρκὸς μὴ ἅπτεσθαι οὐκ ἀλγεινόν, διὰ δὲ τὸ κάειν μέλαν ποιεῖ.
相反,就人而言,太阳使人变黑而火却不会,是因为太阳的热量温和,且由于其细微性,能够灼烧皮肤本身;因此,因为没有触及肌肉本身,所以不感到痛苦,但因为灼烧,它使之变黑。
τὸ δὲ πῦρ ἢ οὐχ ἅπτεται ἢ εἴσω διέρχεται, ἐπεὶ μέλανα καὶ τὰ πυρίκαυστα γίνεται, ἀλλ’ οὐ μόνον ἐκεῖνον τὸν τόπον κάει οὗ ἡ χροιά.
相反,火要么不触及皮肤,要么直接穿透到内部——因为被火烧焦的东西也会变黑——但它不仅仅灼烧存在肤色的那个地方。
§38.9Διὰ τί οἱ γηράσκοντες μελάντεροι γίνονται;
为什么变老的人会变得更黑呢?
ἢ ὅτι πᾶν σηπόμενον μελάντερον γίνεται, πλὴν εὐρῶτος;
是因为除霉菌外,凡是腐败的东西都会变黑吗?
τοῦτο δ’ ἐστὶ γῆρας καὶ σαπρότης.
而这正是衰老和腐败。
ἔτι ἐπειδὴ τὸ αἷμα ξηραινόμενον μελάντερον γίνεται, εἰκότως ἂν μελάντεροι εἶεν οἱ πρεσβύτεροι· τοῦτο γάρ ἐστι τὸ χρῷζον ἡμῶν τὰ σώματα φυσικῶς.
此外,由于血液干燥时会变黑,老年人变得更黑是理所当然的;因为这正是自然地为我们身体着色的东西。
§38.10Διὰ τί περὶ τὴν τῶν σίτων ἐργασίαν, οἱ μὲν περὶ τὰς κριθὰς ἄχροοι γίνονται καὶ καταρροϊκοί, οἱ δὲ περὶ τοὺς πυροὺς εὐεκτικοί;
为什么在加工谷物的工作中,加工大麦的人会面色苍白且易患粘膜炎,而加工小麦的人却身体健康呢?
ἢ διότι εὐπεπτότερος ὁ πυρὸς τῆς κριθῆς, ὥστε καὶ αἱ ἀπόρροιαι;
是因为小麦比大麦更容易消化,因而其排泄物也是如此吗?
§38.11Διὰ τί ὁ μὲν ἥλιος τὸ μὲν ἔλαιον λευκαίνει, τὴν δὲ σάρκα μελαίνει;
为什么太阳会使油变白,却使肌肉变黑呢?
ἢ ὅτι τοῦ μὲν ἐλαίου ἀπάγει τὸ γεῶδες;
是因为它夺走了油中的泥土质吗?
τοῦτο δὲ ἦν τὸ μέλαν, ὥσπερ τὸ γεῶδες τοῦ οἴνου.
而这就是黑色的成分,就像葡萄酒中的泥土质一样。
τὴν δὲ σάρκα μελαίνει, ὅτι κάει· τὸ γὰρ γεῶδες καόμενον ἅπαν γίνεται μέλαν.
相反,它使肌肉变黑是因为它烤焦了它;因为凡是泥土质的东西,在被烤焦时都会变黑。

词汇与语法注释

  1. §38.1φύσει γὰρ τὸ ὑγρὸν μέλαν διὰ τὴν μῖξιν τοῦ γεώδους [ὕδατος] — 括号中的 [ὕδατος] 在某些抄本中被省略。如果保留,γεώδους [ὕδατος] 被理解为“含有泥土质的水”。这解释了液体由于杂质混合而天然呈黑色的背景,与纯净的水分形成对比。论点的核心在于泥土性质混入液体之中。
  2. §38.2διὰ τὸ βρεχομένων αὐτῶν ἀεὶ ξηραίνεσθαι ὑπὸ τοῦ ἡλίου τὰ πέριξ — 属格独立结构 βρεχομένων αὐτῶν(当他们湿漉漉时)作为时间修饰语,嵌套在“对格+不定式”结构 τὰ πέριξ ξηραίνεσθαι(周围被晒干)之内。整体受介词 διὰ 支配,构成了复杂的因果从句。
  3. §38.8p τὸν δὲ κέραμον ποιεῖ — 文本中异常的字母“p”可能是抄本传统中“πρὸς δὲ τούτοις”(另一方面)极度省略后残留的痕迹。从上下文来看,最符合逻辑的翻译是补足其对比含义,即“然而另一方面,[火]使陶器[变黑]”。

引用这一段

亚里士多德, 问题集 §38.1-38.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:38.1-38.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。