Humanitext Reader

亚里士多德 · 问题集 §35.1-35.10

发痒与战栗及触觉机制的成因

第 145 段,共 148 段 · 希腊语

内容简介

本章探讨了身体对触觉和热觉反应(如起鸡皮疙瘩、发痒、发冷)的原因,并解释了因不意刺激产生的笑以及交叉手指时的错觉等感觉机制。

§35.1Διὰ τί μᾶλλον φρίττομεν ἑτέρου θιγόντος πως ἢ αὐτοὶ ἡμῶν;
为什么别人的触碰比我们自己触碰自己更容易让我们起鸡皮疙瘩?
ἢ ὅτι αἰσθητικωτέρα ἡ ἁφὴ τοῦ ἀλλοτρίου ἢ ἡ τοῦ οἰκείου;
或者是因为他人的触碰比自己的触碰更具感受性?
τὸ γὰρ συμφυὲς ἀναίσθητον.
因为同体之物是无感觉的。
καὶ φοβερώτερον τὸ λάθρᾳ καὶ ἐξαπιναίως γινόμενον, ὁ δὲ φόβος κατάψυξις· ἡ δὲ ἀλλοτρία ἁφὴ πρὸς τὴν οἰκείαν ἄμφω ταῦτα ἔχει.
且暗中而突然发生的事更为可怕,而恐惧即是一种冷却;而他人的触碰与自身的触碰相比,兼具这两者。
καὶ ὅλως δὲ παθητικὸν ἕκαστον πέφυκεν ἢ μᾶλλον ἢ μόνον ὑπ’ ἄλλου ἢ ὑφ’ αὑτοῦ, οἷον καὶ ἐπὶ τοῦ γαργαλίζεσθαι συμβαίνει.
而且总体上,万物在本性上都更容易或只能受到他者的作用,而非自身的作用,正如在被痒痒时所发生的那样。
§35.2Διὰ τί γαργαλίζονται τὰς μασχάλας καὶ τὰ ἐντὸς τῶν ποδῶν;
为什么人们在腋窝和脚底会感到痒?
ἢ διὰ τὴν λεπτότητα τοῦ δέρματος; καὶ ὧν ἀσυνήθης ἡ ἁφή, οἷον τούτων καὶ τοῦ ὠτός;
或者是因为皮肤细薄,并且因为这些部位(如耳朵)不易被触碰到?
§35.3Διὰ τί φρίττομεν οὐκ ἐπὶ τοῖς αὐτοῖς πάντες;
为什么我们并非所有人都会对同样的事物感到起鸡皮疙瘩?
ἢ ὅτι οὐδ’ ἐπὶ τοῖς αὐτοῖς πάντες ἡδόμεθα, ὥσπερ οὐδὲ λυπούμεθα ἐπὶ τοῖς αὐτοῖς πάντες;
或者是因为我们并非所有人都会因同样的事物而快乐,正如我们并非所有人都会因同样的事物而悲伤一样?
ὁμοίως δὴ οὐ φρίττομεν ἐπὶ τοῖς αὐτοῖς· ἔστι γὰρ ἡ αὐτὴ κατάψυξίς τις.
同样地,我们不因相同的事物而起鸡皮疙瘩;因为这是一种冷却。
διὸ οἱ μὲν τοῦ ἱματίου δακνομένου φρίττουσιν, οἱ δὲ πρίονος ἀκονουμένου ἢ ἑλκομένου, οἱ δὲ κισήρεως τεμνομένης, οἱ δὲ ὄνου λίθον ἀλοῦντος.
因此,有些人会在衣服被摩擦时起鸡皮疙瘩,另一些人则在锯子被磨尖或拉动时,或在轻石被切割时,或在驴子磨石时起鸡皮疙瘩。
§35.4Διὰ τί τοῦ μὲν θέρους ὄντος θερμοῦ, τοῦ δὲ χειμῶνος ψυχροῦ, τὰ σώματα θιγγανόντων ψυχεινότερά ἐστι τοῦ θέρους ἢ τοῦ χειμῶνος;
为什么虽然夏天炎热,冬天寒冷,但在触碰时,身体在夏天却比在冬天更冷?
πότερον ὅτι ὁ ἱδρὼς καὶ ἡ ἴδισις καταψύχει τὰ σώματα, τοῦτο δ’ ἐν μὲν τῷ θέρει γίνεται, ἐν δὲ τῷ χειμῶνι οὔ.
是因为汗水和排汗使身体变冷,而这发生在夏天,不发生在冬天吗?
ἢ ὅτι ἀντιπεριίσταται ἐναντίως τὸ ψυχρὸν καὶ τὸ θερμὸν τῇ ὥρᾳ, καὶ ἔσω φεύγει ἐν τῷ θέρει, διὸ καὶ ἱδρῶτα ἀνίησιν· ἐν δὲ τῷ χειμῶνι ἀποστέγει τὸ ψῦχος καὶ ἀτμίζει τὸ σῶμα ὥσπερ ἡ γῆ;
或者是因为冷和热根据季节发生相反的相互排挤,在夏天热往内部逃逸,因此也排出汗水;而在冬天,它隔绝寒冷,身体像大地一样散发蒸汽?
§35.5Διὰ τί φρίττουσιν αἱ τρίχες ἐν τῷ δέρματι;
为什么皮肤上的毛发会竖立?
ἢ ὅταν σπάσωσιν τὸ δέρμα, εἰκότως ἐξανέστησαν;
或者是因为当它们收缩皮肤时,自然就竖立起来了?
συσπῶσι δὲ καὶ ὑπὸ ῥίγους καὶ ὑπ’ ἄλλων παθῶν.
而皮肤会因寒冷以及其他情感而收缩。
§35.6Διὰ τί αὐτὸς αὑτὸν οὐθεὶς γαργαλίζει;
为什么没有人能挠痒自己?
ἢ ὅτι καὶ ὑπ’ ἄλλου ἧττον, ἐὰν προαίσθηται, μᾶλλον δ’, ἂν μὴ ὁρᾷ;
或者是因为,如果是别人来做,若是预先察觉到,痒感就会减弱,而若是看不见,痒感就会增强?
ὥσθ’ ἥκιστα γαργαλισθήσεται, ὅταν μὴ λανθάνῃ τοῦτο πάσχων.
因此,当人并非没有意识到自己正遭受此举时,最不可能感到痒。
ἔστιν δὲ ὁ γέλως παρακοπή τις καὶ ἀπάτη.
而笑是一种某种失常和不意。
διὸ καὶ τυπτόμενοι εἰς τὰς φρένας γελῶσιν· οὐ γὰρ ὁ τυχὼν τόπος ἐστὶν ᾧ γελῶσιν.
因此,横膈膜被打的人也会笑;因为他们发笑的部位绝非寻常之地。
τὸ δὲ λαθραῖον ἀπατητικόν.
而暗中进行的事物具有欺骗性。
διὰ τοῦτο καὶ γίνεται ὁ γέλως καὶ οὐ γίνεται ὑπ’ αὐτοῦ.
因此,笑才得以产生,而不会由自身产生。
§35.7Διὰ τί ποτε τὰ χείλη μάλιστα γαργαλιζόμεθα;
究竟为什么我们在唇部最容易感到痒?
ἢ διότι δεῖ τὸ γαργαλιζόμενον μὴ πρόσω τοῦ αἰσθητικοῦ εἶναι;
或者是因为被挠痒的地方不能远离感觉中枢?
ἔστι δὲ τὰ χείλη περὶ τὸν τόπον τοῦτον μάλιστα.
而唇部恰恰最在这个区域。
διὰ τοῦτο δὲ γαργαλίζεται τὰ χείλη τῶν περὶ τὴν κεφαλὴν τόπων, ἅ ἐστιν εὔσαρκα, εὐκινητότατα οὖν μάλιστά ἐστιν.
因此,在头部周围的部位中,嘴唇容易发痒,它们肉质丰厚,因而也最为灵活。
§35.8Διὰ τί, ἐάν τις τὸν περὶ τὰς μασχάλας τόπον κνήσῃ, ἐκγελῶσιν, ἐὰν δέ τινα ἄλλον, οὔ;
为什么如果有人挠腋窝周围的地方,人们就会大笑,而如果是其他地方就不会?
ἢ διὰ τί πτερῷ τὰς ῥῖνας κνήσαντες πτάρνυνται;
或者为什么用羽毛挠鼻子时,人们会打喷嚏?
ἢ τόποι εἰσὶ τῶν φλεβίων, ὧν ἢ καταψυχομένων ἢ τοὐναντίον πασχόντων ὑγραίνεται, ἢ εἰς πνεῦμα ἐκ τοῦ ὑγροῦ διαλύεται;
是因为这些是小静脉所在的部位,当它们变冷或发生相反情况时便会湿润,或者是因为水分分解成了气体?
ὥσπερ ἐὰν τὰς ἐπὶ τοῦ τραχήλου πιέσῃ τις φλέβας, καθεύδουσιν.
正如如果有人压迫颈部的静脉,人们就会入睡。
ἡ μὲν ἡδονὴ θερμασία τίς ἐστιν· τοῦτο δέ, ὅταν πλέον τὸ πνεῦμα ἐγγένηται, ἀθρόον ἔξω ἀφίεμεν.
快乐是一种温热;而这,当产生更多的气体时,我们便一下子将其排出体外。
ὡσαύτως καὶ ἐπὶ πταρμῷ τῷ πτερῷ διαθερμάναντες καὶ κνήσαντες διελύσαμεν εἰς πνεῦμα· πλέονος δὲ γενομένου ἐξεώσαμεν.
同样,对于打喷嚏,用羽毛温热并抓挠时,我们将其分解成了气体;而当产生的气体增多时,我们就将其排出了。
§35.9Διὰ τί μετὰ τὰ σιτία φρίττομεν πολλάκις;
为什么我们经常在进食后起鸡皮疙瘩?
ἢ ὅτι ψυχρὰ εἰσπορευόμενα ἀπὸ πρώτης κρατεῖ μᾶλλον τοῦ φυσικοῦ θερμοῦ ἢ κρατεῖται;
或者是因为冷的东西进入体内,从一开始就压倒了体内的自然热量,而不是被自然热量所压倒?
§35.10Διὰ τί τὸ περιαγόμενον ἐναλλὰξ τοῖς δακτύλοις δύο φαίνεται;
为什么在交叉的指间转动的物体看起来有两个?
ἢ διότι δυσὶν αἰσθητηρίοις ἁπτόμεθα;
或者是因为我们用两个感觉器官在触摸它?
τοῖς γὰρ ἐντὸς τῶν δακτύλων, κατὰ φύσιν ἔχοντες τὴν χεῖρα, ἀμφοτέροις οὐ δυνατὸν εἰπεῖν.
因为当我们保持手处于自然状态时,是不可能说同时用两个手指的内侧触碰的。

词汇与语法注释

  1. 35.1τὸ γὰρ συμφυὲς ἀναίσθητον — 意为“合生(同体)之物是无感觉的”。`συμφυές` 指像自己身体一部分那样,有机地、本性地结合为一体的事物。此句以 `τὸ συμφυές` 为主语,省略了系动词 `ἐστίν`。它解释了触碰自身不易产生感觉(起鸡皮疙瘩)的原因。
  2. 35.4ἀντιπεριίσταται — 亚里士多德物理学中的重要概念,意为“对流”或“相互排挤(对向充满)”。这里指当周围环境(季节)倾向于极端的冷或热时,体内的性质(冷或热)会与之对抗并在相反的一侧聚集,导致夏天热量逃往体内深处,而冬天则向外散发热量的现象。
  3. 35.6ὅταν μὴ λανθάνῃ τοῦτο πάσχων — 这是一个 `λανθάνω` 连用分词(此处为现在被动分词 `πάσχων`)表示“不自觉地做某事”的句式。在此处与否定词 `μή` 及虚拟语气连用,意为“当人并非没有察觉到自己正遭受此事时”,即“当人意识到自己正在被挠痒时”。
  4. 35.10δυσὶν αἰσθητηρίοις ἁπτόμεθα — 解释了当手指交叉触摸单个物体时,由于刺激了通常不相连的两个触觉部位(例如食指的外侧和中指的内侧),导致感觉器官将其感知为两个不同的来源,从而认识为两个物体的现象。

引用这一段

亚里士多德, 问题集 §35.1-35.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:35.1-35.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。