Humanitext Reader

亚里士多德 · 问题集 §34.8-34.12

呼吸的交替限制与窒息机制及掌纹与寿命

第 144 段,共 148 段 · 希腊语

内容简介

探讨了无法连续同向呼吸的物理限制、吞咽大块食物导致窒息的机制、掌纹(分节)与寿命的关系、深呼吸时腹部运动的原因,以及从体内热量与空气循环角度解释呼吸的生理原理。

§34.8Διὰ τί, ἐὰν σφόδρα καὶ ἀθρόον ἐκπνεύσωσιν, ἀδυνατοῦσι πάλιν ἐκπνεῦσαι;
为什么如果人们猛烈且一下子呼气,就无法再次呼气?
ὁμοίως δὲ ἔχει καὶ ἐπὶ τοῦ ἀναπνεῦσαι· ἀδυνατοῦσι γὰρ δὶς ἐφεξῆς ποιεῖν αὐτὸ.
吸气的情况也是如此;因为人们无法连续两次这样做。
ἢ ὅτι τὸ μὲν δίωσίς τίς ἐστι, τὸ δὲ συναγωγὴ τόπου· ἃ ἄχρι τινός ἐστι δυνατὰ γίνεσθαι.
是因为一者是某种排挤,另一者是空间的收缩,而这些只能在一定限度内发生吗?
φανερὸν οὖν ὅτι ἐναλλὰξ ἀνάγκη ἄμφω γίνεσθαι, καὶ ἀδύνατον δὶς ἐφεξῆς.
因此,显而易见,两者必然交替发生,而无法连续两次进行。
§34.9Διὰ τί ἑτέρου τόπου ὄντος ᾗ τὰ σῖτα καὶ τὸ ποτὸν διεξέρχεται καὶ ᾗ ἀναπνέομεν, ἐὰν μείζω ψωμὸν καταπίωμεν, πνιγόμεθα;
为什么尽管食物和饮料通过的地方与我们呼吸的地方不同,但如果我们吞下较大的食物块,我们就会窒息?
οὐδὲν δὴ ἄτοπον· οὐ γὰρ μόνον ἐάν τι ἐμπέσῃ εἰς τὸν τόπον τοῦτον, ἀλλὰ κἂν ἔτι φραχθῇ, οὕτως μᾶλλον πνιγόμεθα.
这并没什么奇怪的;因为不仅当有东西落入这个地方时,甚至当它被进一步堵塞时,我们也会这样更容易窒息。
ταῦτα δὲ παράλληλά ἐστιν, καθ’ ὅ τε τὰ σιτία δεχόμεθα καὶ καθ’ ὃ ἀναπνέομεν.
这些通道,即我们接受食物的通道和我们呼吸的通道,是并行的。
ὅταν οὖν ἐμπέσῃ μείζων ψωμός, καὶ ἡ ἀναπνοὴ συμφράττει, ὥστε μὴ εἶναι τῷ πνεύματι ἔξοδον.
因此,当较大的食物块落入时,它也堵塞了呼吸通道,以至于气息没有出口。
§34.10Διὰ τί, ὅσοι τὴν διὰ χειρὸς τομὴν ἔχουσι δι’ ὅλης, μακροβιώτατοι;
为什么那些手掌上有贯穿始终的纹路的人最长寿?
ἢ διότι τὰ ἄναρθρα βραχύβια καὶ ἀσθενῆ;
是因为未分节的事物短寿且虚弱吗?
σημεῖον δὲ τῆς μὲν ἀσθενείας τὰ νέα, τῆς δὲ βραχυβιότητος τὰ ἔνυγρα.
虚弱的征兆是年轻,而短寿的征兆是多水分。
δῆλον ἄρα ὅτι τὰ ἠρθρωμένα τοὐναντίον.
那么,显然分节的事物恰恰相反。
τοιαῦτα δέ, ὧν καὶ τὰ φύσει ἄναρθρα μάλιστα ἤρθρωται.
而此类事物是指,其中连自然未分节的部分也最充分地分节了。
τῆς δὲ χειρὸς τὸ ἔσω ἀναρθρότατον.
而手掌内部是所有部分中最未分节的。
§34.11Διὰ τί ἐν τῷ μακρὸν ἀναπνεῖν ἑλκόντων μὲν εἴσω τὸ πνεῦμα συμπίπτει ἡ κοιλία, ἐκπνεόντων δὲ πληροῦται;
为什么在深呼吸时,当人们向内吸气时,腹部会塌陷,而当呼气时,它会被填满?
πιθανὸν δ’ ἐστὶ τοὐναντίον συμβαίνειν.
然而,发生相反的情况才更合乎情理。
ἢ ὅτι τῶν μὲν ἀναπνεόντων συμπιεζουμένη ταῖς πλευραῖς κάτω, καθάπερ αἱ φῦσαι, προσογκεῖν φαίνεται;
是因为在吸气的人中,腹部被肋骨向下挤压,就像风箱一样,显得膨胀吗?
§34.12Διὰ τί ἀναπνέομεν;
我们为什么呼吸?
ἢ καθάπερ τὸ ὑγρὸν εἰς πνεῦμα διαλύεται, οὕτως καὶ τὸ πνεῦμα εἰς τὸ πῦρ;
是因为正如水分分解为空气一样,空气也同样分解为火吗?
τὸ τῆς φύσεως οὖν θερμὸν ὅταν τὸ πολὺ τοῦ πνεύματος πῦρ ποιήσῃ, ἀλγηδόνα ἐμποιεῖ, τοῖς δὲ πόροις καὶ ὄγκον·
因此,当体内的自然热量将大部分空气化为火时,它会产生痛苦,并使通道膨胀。
διόπερ ἐξωθοῦμεν τὸ πῦρ, συμπιπτόντων τῶν πόρων καὶ καταψυχομένων ἀλγηδόνες γίνονται·
因此我们把火排挤出去;但当通道收缩并变冷时,痛苦便产生。
ἕλκομεν οὖν τὸ πνεῦμα πάλιν.
因此我们再次吸入空气。
εἶτα ἀνοίξαντες τοῦ σώματος τοὺς πόρους καὶ βοηθήσαντες, πάλιν γίνεται τὸ πῦρ, καὶ πάλιν ἀλγοῦντες ἐκπέμπομεν, καὶ διὰ τέλους τοῦτο πράττομεν, καθάπερ καὶ σκαρδαμύσσομεν κατὰ τὸ καταψύχεσθαι τὸ περὶ τὸν ὀφθαλμὸν σῶμα καὶ ξηραίνεσθαι.
随后,当我们打开身体的通道并予以辅助时,火再次产生,我们再次感到痛苦并将其排出,我们终生都在这样做,就像当眼睛周围的身体部分变冷和干燥时我们眨眼一样。
καὶ βαδίζομεν οὖν προσέχοντες τῇ βαδίσει τὸν νοῦν, κυβερνωμένης δὲ τῆς διανοίας αὐτοῖς. . . . τοῦτον οὖν τὸν τρόπον καὶ τὰ περὶ τὴν ἀναπνοὴν ποιοῦμεν· μηχανώμενοι γὰρ τὸν ἀέρα ἕλκειν ἀναπνέομεν, καὶ πάλιν ἕλκομεν.
因此,我们行走时也将心思集中在行走上,虽然我们的理智支配着它们……因此,我们也以这种方式进行关于呼吸的行为;因为,我们设法吸入空气而呼吸,并再次吸入。

词汇与语法注释

  1. §34.8τὸ μὲν δίωσίς τίς ἐστι, τὸ δὲ συναγωγὴ τόπου — tò mén 和 tò dé 指前一句中提到的呼气(ekpneûsai)和吸气(anapneûsai)这两种动作,或者是与之相关的肺部或胸腔运动。这里解释说“一者是某种排挤,另一者是空间的收缩”,由于这些物理动作存在限度,因此无法连续进行相同的动作。
  2. §34.9κἂν ἔτι φραχθῇ — 此处的 κἂν 是 kaí + án 的缩合,后接虚拟式被动态(phrakhthêi)。这里的 phráttō 意为“堵塞”,但在此处与有异物落入气道(empésēi)相对比,指的是气道由于相邻食道通过的巨大食物块而被“(从外侧压迫)堵塞”。éti(进一步)强调了即使没有异物直接落入,通道因物理挤压而变窄的追加情况。
  3. §34.10τὰ ἄναρθρα — 形容词 ánarthros 意为“未分节的”或“无关节/无纹路的”。在这里,它指的是手相中的纹路(手掌的划分或线条)不清晰的状态,而在生物学上则指“部位分化(分节)不充分,组织未发育成熟”。该词在亚里士多德生物学中,常用于描述发育落后的生物或未成熟个体的特征。
  4. §34.11ἑλκόντων μὲν εἴσω τὸ πνεῦμα — 现在分词属格复数 ἑλκόντων 被用作省略主语的属格绝对(独立属格)结构。在上下文中,其主语被理解为泛指的人们(οἱ ἄνθρωποι),意为“当人们向内吸气时”。随后的分词 ἐκπνεόντων 同样是这种属格绝对结构。
  5. §34.12καὰ τὸ καταψύχεσθαι τὸ περὶ τὸν ὀφθαλμὸν σῶμα καὶ ξηραίνεσθαι — 介词 katá 后接冠词性不定式(katà tò katapsýkhesthai ... kaì xēraínesthai)的结构。这表示一种时间或因果关系,意为“随着”或“与……相应”,即随着某种身体变化的进行,按比例产生另一种现象(眨眼)。

引用这一段

亚里士多德, 问题集 §34.8-34.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:34.8-34.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。