Humanitext Reader

亚里士多德 · 问题集 §34.1-34.7

关于牙齿感觉与寿命关系及呼气温度的问题

第 143 段,共 148 段 · 希腊语

内容简介

关于口腔和呼吸的各种生理问题及病因学解释,如牙齿、舌头以及呼出气体的温度。

§34.1Διὰ τί οἱ μανοὺς ἔχοντες τοὺς ὀδόντας οὐ μακρόβιοι;
为什么牙齿稀疏的人不长寿?
ἢ ὅτι τὰ μακρόβια πλείους ἔχουσιν, οἷον τὰ ἄρσενα τῶν θηλειῶν.
或者是因为长寿的动物拥有更多的牙齿,例如雄性比雌性多?
ἄνδρες γυναικῶν, πρόβατα προβάτων.
男人比女人多,公羊比母羊多。
οἱ οὖν ἀραιόδοντες ὥσπερ ἂν ἐλάττονας ἔχουσιν ὀδόντας ἐοίκασιν.
因此,牙齿稀疏的人似乎就像拥有较少的牙齿。
§34.2Διὰ τί οἱ ὀδόντες ἰσχυρότεροι τῶν σαρκῶν ὄντες ὅμως τοῦ ψυχροῦ αἰσθάνονται μᾶλλον;
为什么牙齿虽然比肉更坚硬,却更容易感觉到冷?
ἢ ὅτι ἐπὶ τοὺς πόρους προσπεφύκασιν, ἐν οἷς ὀλίγον ὂν τὸ θερμὸν ταχὺ ὑπὸ τοῦ ψυχροῦ κρατούμενον ποιεῖ τὴν ἀλγηδόνα;
或者是因为它们生长在管道之上,在这些管道中只有少量的热,因而迅速被冷所压倒并产生痛苦?
§34.3Διὰ τί τοῦ ψυχροῦ μᾶλλον αἰσθάνονται οἱ ὀδόντες ἢ τοῦ θερμοῦ, ἡ δὲ σὰρξ τοὐναντίον;
为什么牙齿比感觉热更容易感觉到冷,而肉则相反?
πότερον ὅτι ἡ μὲν σὰρξ τοῦ μέσου καὶ εὔκρατος, οἱ δὲ ὀδόντες ψυχροί, ὥστε τοῦ ἐναντίου μᾶλλον αἰσθητικοί;
是因为肉属于中庸且适度调和,而牙齿是冷的,因此对相反者更敏感?
ἢ διότι λεπτῶν πόρων εἰσίν, ἐν οἷς μικρὸν τὸ θερμόν, ὥστε ταχὺ πάσχουσιν ὑπὸ τοῦ ἐναντίου; ἡ δὲ σὰρξ θερμή, ὥστε οὐδὲν πάσχει ὑπὸ τοῦ ψυχροῦ, τοῦ δὲ θερμοῦ ταχὺ αἰσθάνεται· ὥσπερ γὰρ πῦρ ἐπὶ πυρὶ γίνεται.
或者是因为它们由狭窄的管道构成,其中只有少量的热,因而迅速因相反者而受苦;而肉是热的,所以不受冷的影响,却能迅速感觉到热,因为这就像是在火上加火?
§34.4Διὰ τί ἡ γλῶττα σημαντικὸν πολλῶν;
为什么舌头是许多事情的征兆?
καὶ γὰρ τῶν πυρετῶν ἐν τοῖς ὀξέσι νοσήμασιν, καὶ ἐὰν χάλαζαι ἐνῶσιν· καὶ τῶν ποικίλων προβάτων ποικίλαι.
事实上,它能指示急性疾病中的发热,以及是否存在囊虫;并且杂色羊的舌头也是杂色的。
ἢ ὅτι ὑγρότητος δεκτικόν, καὶ ἐπὶ τῷ πνεύμονι ἐπίκειται, οὗ ἡ ἀρχὴ ἐπὶ τῶν πυρετῶν.
或者是因为舌头易于接受水分,并且位于肺部之上,而在发热时,肺部是起点?
πολύχροα δὲ πάντα διὰ τὴν πολύχροιαν τῶν ὑγρῶν· βάπτεται δὲ πρῶτον δι’ οὗ πρῶτον ἠθεῖται· ἡ δὲ γλῶττα τοιοῦτον.
而所有呈现多色的是因为液体的多色性;最先滤过液体的部分最先被染色,而舌头正是这样的部分。
αἵ τε χάλαζαι διὰ τὸ σομφὴν εἶναι συλλέγονται· ἔστι γὰρ ἡ χάλαζα οἱονεὶ ἴονθος ἄπεπτος ἐν τοῖς ἐντός.
而囊虫之所以积聚,是因为舌头呈海绵状;因为囊虫就像是内部未消化的青春痘。
§34.5Διὰ τί ἡ γλῶττα γλυκεῖα μὲν οὐ γίνεται, πικρὰ δὲ καὶ ἁλμυρὰ καὶ ὀξεῖα;
为什么舌头不会变甜,却会变苦、变咸、变酸?
ἢ ὅτι διαφθοραὶ ταῦτ’ ἐστίν, τῆς δὲ φύσεως οὐκ αἰσθάνεται;
或者是因为这些是变质,而舌头感知不到自身的自然状态?
§34.6Διὰ τί ὅσας ἂν χρόας ἔχῃ τὸ δέρμα, τοσαύτας ἔχει καὶ ἡ γλῶττα;
为什么皮肤拥有多少种颜色,舌头也有多少种颜色?
πότερον ὅτι ἓν μέρος ἐστὶν ὥσπερ ἄλλο τι τῶν ἔξωθεν, ἀλλ’ ἐντὸς περιείληπται;
是因为它就像外部的任何其他部分一样是一个部分,只是被包在内部?
διὰ δὲ τὸ λεπτὸν εἶναι ταύτῃ τὸ δέρμα καὶ ἡ μικρὰ ποικιλία ἐμφαίνεται.
而因为该处的皮肤很薄,所以即使是轻微的杂色也会显现出来?
ἢ διότι τὸ ὕδωρ ἐστὶν ὃ ποιεῖ μεταβάλλειν τὰς χρόας; ἡ δὲ γλῶττα μάλιστα πάσχει ὑπὸ τοῦ πόματος.
或者是因为水分是导致颜色变化的原因,而舌头受饮水的影响最大?
§34.7Διὰ τί ἐκ τοῦ στόματος καὶ θερμὸν καὶ ψυχρὸν πνέουσιν;
为什么人能从口中吐出热气和冷气?
φυσῶσι μὲν γὰρ ψυχρόν, ἀάζουσι δὲ θερμόν.
因为吹气时吐出冷气,哈气时吐出热气。
σημεῖον δὲ ὅτι θερμαίνει, ἐὰν πλησίον προσαγάγῃ τις τοῦ στόματος τὴν χεῖρα ἢ ἀμφοτέρως ὁ ἀὴρ κινούμενος ψυχρός·
而(哈气)发热的证据是,如果人把手靠近口部;否则,在这两种情况下运动的空气都是冷的。
ὁ δὲ φυσῶν κινεῖ τὸν ἀέρα οὐκ ἀθρόως, ἀλλὰ διὰ στενοῦ τοῦ στόματος· ὀλίγον οὖν ἐκπνέων πολὺν κινεῖ τὸν θύραθεν, ἐν ᾧ τὸ θερμὸν ὂν τὸ ἐκ τοῦ στόματος οὐ φαίνεται δι’ ὀλιγότητα.
而吹气的人不是一下子移动空气,而是通过狭窄的口部;因此,吐出的气虽少,却移动了大量外部空气,其中来自口中的热量由于量少而不显现。
ὁ δὲ ἀάζων ἀθρόον ἐκπνεῖ· διὸ θερμόν.
而哈气的人则是一下子吐出空气;因此它是热的。
ἔστι γὰρ φυσασμοῦ τῷ διαφέρειν τῇ συστροφῇ· ὁ δ’ ἀασμὸς ἀθρόου ἔκπνευσις.
因为它与吹气的区别在于凝聚度;而哈气是一下子呼出。

词汇与语法注释

  1. 34.3τοῦ ἐναντίου — 意为“相反者”。如果牙齿是冷(ψυχροί)的,其相反面应当是热,这与问题的前提(为何牙齿更容易感到冷)产生逻辑张力。这可能反映了古代“相反者相感知”生理学说的应用,或者“相反者”指的是与“中庸”相反的极端(冷)。
  2. 34.4καὶ τῶν ποικίλων προβάτων ποικίλαι. — 主语的省略。形容词 `ποικίλαι`(杂色的,阴性复数)根据上下文(单数的 `ἡ γλῶττα`),暗中补出复数主格名词“舌头”(`αἱ γλῶτται`)作为主语。
  3. 34.7ἢ ἀμφοτέρως — 连词 `ἢ` 在此带有否定条件或对比的语气,表示“否则(如果不把手贴近口部),在这两种情况下(吹气或哈气)运动的空气都是冷的”,以此与特定测试下的接近感作对比。

引用这一段

亚里士多德, 问题集 §34.1-34.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:34.1-34.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。