Humanitext Reader

亚里士多德 · 问题集 §33.8-33.14

止嚏之法与喷嚏预兆及鼻呼吸诸问题

第 141 段,共 148 段 · 希腊语

内容简介

探讨了揉眼止嚏的原理、喷嚏之神圣性的由来、人类较之动物更易打喷嚏的原因、不同时间段打喷嚏的吉凶、老年人打喷嚏的困难、闭气止嗝的机制,以及聋人倾向于用鼻音说话的生理构造原因。

§33.8Διὰ τί τρίψαντες τὸν ὀφθαλμὸν παυόμεθα τῶν πταρμῶν;
为什么揉眼睛就能止住打喷嚏?
ἢ ὅτι ἀνάπνοια ταύτῃ γίνεται τῷ ὑγρῷ;
是因为通过这种方式为湿气提供了通道吗?
δακρύει γὰρ ὁ ὀφθαλμὸς μετὰ τρῖψιν, ὁ δὲ πταρμὸς διὰ πλῆθος ὑγρότητος.
因为揉完眼睛后会流泪,而打喷嚏是由水分过多引起的。
ἢ ὅτι τὸ ἔλαττον θερμὸν φθείρεται ὑπὸ τοῦ πλείονος, ὁ δὲ ὀφθαλμὸς τριφθεὶς πλείω λαμβάνει θερμότητα τῆς ἐν τῇ ῥινί.
或者是因为较小的热量被较大的热量消灭,而揉过的眼睛比鼻子里获得了更大的热量?
διὰ ταῦτα δὴ κἄν τις αὐτὴν τὴν ῥῖνα τρίψῃ, παύεται ὁ πταρμός.
正是因为这些原因,即使揉鼻子本身,打喷嚏也会停止。
§33.9Διὰ τί τῶν μὲν ἄλλων πνευμάτων αἱ ἔξοδοι, οἷον φύσης καὶ ἐρυγμοῦ, οὐχ ἱεραί, ἡ δὲ τοῦ πταρμοῦ ἱερά;
为什么其他气息的排出(例如放屁和打嗝)不神圣,而打喷嚏的排出却是神圣的?
πότερον ὅτι τριῶν τόπων ὄντων, κεφαλῆς καὶ θώρακος καὶ τῆς κάτω κοιλίας, ἡ κεφαλὴ θειότατον;
是因为在头部、胸部和下腹部这三个部位中,头部是最神圣的吗?
ἔστι δὲ φῦσα μὲν ἀπὸ τῆς κάτω κοιλίας πνεῦμα, ἐρυγμὸς δὲ τῆς ἄνω, ὁ δὲ πταρμὸς τῆς κεφαλῆς.
放屁是来自下腹部的气体,打嗝是来自上腹部的气体,而打喷嚏是来自头部的气体。
διὰ τὸ ἱερώτατον οὖν εἶναι τὸν τόπον καὶ τὸ πνεῦμα τὸ ἐντεῦθεν ὡς ἱερὸν προσκυνοῦσιν.
因此,因为该部位最神圣,人们便将来自这里的气体作为神圣之物加以膜拜。
ἢ ὅτι ἅπαντα τὰ πνεύματα σημαίνει τοὺς εἰρημένους τόπους βέλτιον ἔχειν ὡς ἐπὶ τὸ πολύ;
或者是因为在大抵情况下,所有的气体都表明上述部位处于较好的状态?
μὴ διαχωρούντων γὰρ κουφίζει τὸ πνεῦμα διεξιόν, ὥστε καὶ ὁ πταρμὸς τὸν περὶ τὴν κεφαλὴν τόπον, ὅτι ὑγιαίνει καὶ δύναται πέττειν.
因为当排泄物不通畅时,穿过的气体能减轻负担,从而打喷嚏也减轻了头部周围区域的负担,表明它是健康且能够消化的。
ὅταν γὰρ κρατήσῃ ἡ ἐν τῇ κεφαλῇ θερμότης τὴν ὑγρότητα, τὸ πνεῦμα τότε γίνεται πταρμός.
因为当头部的热量克服了湿气时,气体就变成了喷嚏。
διὸ καὶ τοὺς ἐκθνήσκοντας κρίνουσιν πταρμικῷ, ὡς ἐὰν μὴ τοῦτο δύνωνται πάσχειν, ἀσώτους ὄντας.
因此,他们甚至用催嚏剂来诊断临死的人,如果不能产生这种反应,就被认为是无药可救的。
ὥστε ὡς σημεῖον ὑγείας τοῦ ἀρίστου καὶ ἱερωτάτου τόπου προσκυνοῦσιν ὡς ἱερόν, καὶ φήμην ἀγαθὴν ποιοῦνται.
因此,作为最优秀、最神圣部位健康的标志,人们将其作为神圣之物加以膜拜,并视其为吉兆。
§33.10Διὰ τί ἄνθρωπος πτάρνυται μάλιστα τῶν ἄλλων ζῷων;
为什么人类比其他动物打喷嚏最多?
πότερον ὅτι τοὺς πόρους εὐρεῖς ἔχει, δι’ ὧν τὸ πνεῦμα καὶ ἡ ῥύμη εἰσέρχεται;
是因为人类拥有宽敞的通道,气体和流体通过这些通道进入吗?
τούτοις γὰρ πληρουμένοις πνεύματος πτάρνυται.
因为当这些通道充满气体时,人就会打喷嚏。
ὅτι δ’ εὐρεῖς, σημεῖον ὅτι ἥκιστα ὀσφραντικὸν τῶν ζῴων.
而它们宽敞的标志是,人类在动物中嗅觉最差。
ἀκριβέστεροι δὲ οἱ λεπτοὶ πόροι.
因为狭窄的通道更敏锐。
εἰ οὖν εἰς μὲν τοὺς εὐρεῖς πλεῖον καὶ πλεονάκις εἰσέρχεται τὸ ὑγρόν, οὗ πνευματουμένου ὁ πταρμὸς γίνεται, τοιούτους δὲ μάλιστα τῶν ζῴων οἱ ἄνθρωποι ἔχουσι, πλειστάκις ἂν πτάρνυντο εἰκότως, ὅσοις ἐλάχιστοι οἱ μυκτῆρες, ὥστε τὸ θερμανθὲν ὑγρὸν ταχὺ ἐξιέναι δύναται πνεῦμα γενόμενον· ἐν δὲ τοῖς ἄλλοις διὰ μῆκος καταψύχεται πρότερον.
因此,如果水分更多、更频繁地进入宽敞的通道,而水分气化后就会产生喷嚏,且人类在动物中最具有此类通道,那么人类自然最频繁地打喷嚏,尤其是那些鼻孔极小的人,这样变热的水分在变成气体后能迅速排出;而在其他动物中,由于通道过长,水分在排出前就被冷却了。
§33.11Διὰ τί οἱ μὲν ἀπὸ μέσων νυκτῶν ἄχρι μέσης ἡμέρας οὐκ ἀγαθοὶ πταρμοί, οἱ δὲ ἀπὸ μέσης ἡμέρας ἄχρι μέσων νυκτῶν;
为什么从半夜到正午的喷嚏不吉利,而从正午到半夜的喷嚏是吉利的?
ἢ ὅτι ὁ μὲν πταρμὸς μᾶλλον δοκεῖ ἐπισχεῖν τοὺς ἀρχομένους καὶ ἐν τῇ ἀρχῇ;
是因为打喷嚏似乎更容易阻碍那些刚开始行动的人和在事物开始的阶段吗?
διὸ ὅταν μέλλωσιν ἀρχομένοις συμβῆναι, μάλιστα ἀποτρεπόμεθα τοῦ πράττειν.
因此,当开始行动的人将要遇到这种情况时,我们最不倾向于采取行动。
ἡ μὲν οὖν [καὶ] ἠὼς καὶ τὸ ἀπὸ μέσων νυκτῶν οἷον ἀρχή τις· διὸ εὐλαβούμεθα πτάρειν, μὴ κωλύσωμεν ὡρμημένον.
黎明和从半夜开始的时间像是一种开始;因此,我们戒备打喷嚏,以免阻碍已经发动的事情。
πρὸς δείλης δὲ καὶ ἐπὶ μέσας νύκτας οἷον τελευτή τις καὶ ἐναντίον ἐκείνῳ, ὥστε ἐν τῷ ἐναντίῳ ταὐτὸν αἱρετέον.
而傍晚和直到半夜就像是一种结束,与前者相反,所以在相反的情况下,应当选择同样的事情。
§33.12Διὰ τί οἱ πρεσβῦται χαλεπῶς πτάρνυνται;
为什么老年人很难打喷嚏?
πότερον οἱ πόροι συμπεπτώκασιν δι’ ὧν τὸ πνεῦμα;
是因为气体通过的通道闭合了吗?
ἢ ὅτι αἴρειν τὰ ἄνω οὐκέτι δυνάμενοι ῥᾳδίως, εἶτα βίᾳ ἀφιᾶσι κάτω;
还是因为他们不能再轻易地抬起上部,然后强行将其向下拉?
§33.13Διὰ τί, ἐάν τις ἀπνευστιάζῃ, ἡ λὺγξ παύεται;
为什么如果有人闭气,打嗝就会停止?
ἢ διότι ἡ μὲν ὑπὸ καταψύξεως γίνεται (διὸ καὶ οἱ φοβούμενοι καὶ οἱ ῥιγοῦντες λύζουσιν), κατεχόμενον δὲ τὸ πνεῦμα ἐκθερμαίνει τὸν ἐντὸς τόπον;
是因为打嗝是由冷却引起的(所以害怕的人和受凉的人会打嗝),而被扣留的气息则能温暖内部区域吗?
§33.14Διὰ τί οἱ κωφοὶ ἐκ τῶν μυκτήρων διαλέγονται ὡς ἐπὶ τὸ πολύ;
为什么聋人大多用鼻音说话?
ἢ ὅτι ὁ πνεύμων ἐστὶ τούτοις πεπονηκώς;
是因为他们的肺部受损了吗?
τοῦτο γάρ ἐστιν ἡ κωφότης, πλήρωσις τοῦ τόπου τοῦ πνευμονικοῦ.
因为聋就是呼吸区域被充盈。
οὔκουν ῥᾳδίως ἡ φωνὴ φέρεται, ἀλλ’ ὥσπερ τὸ πνεῦμα τῶν πνευστιώντων ἢ ἀσθμαινόντων δι’ ἀδυναμίαν ἀθρόον, οὕτως ἐκείνοις ἡ φωνή.
因此,声音不容易传递,但就像喘气或哮喘的人的气息因虚弱而一次性排出一样,那些人的声音也是如此。
βιάζεται οὖν καὶ διὰ τῶν μυκτήρων.
因此,它也强行通过鼻孔排出。
βιαζομένη δὲ τῇ τρίψει ποιεῖ τὸν ἦχον.
强行排出,并通过摩擦产生声音。
ἔστι γὰρ ἡ διὰ τῶν ῥινῶν διάλεκτος γινομένη. ὅταν τὸ ἄνω τῆς ῥινὸς εἰς τὸν οὐρανόν, ᾗ συντέτρηται, κοῖλον γένηται· ὥσπερ κώδων γὰρ ὑπηχεῖ, τοῦ κάτωθεν στενοῦ ὄντος.
因为通过鼻子说话发生于鼻子的上部空腔朝向与之相通的口盖(上颚)变得凹陷时;因为它就像钟声一样回响,而下方是狭窄的。

词汇与语法注释

  1. §33.8ἀνάπνοια ταύτῃ γίνεται τῷ ὑγρῷ — 与格 `τῷ ὑγρῷ` 为利益与格(或关系与格),意为“通过这种方式(`ταύτῃ`)为湿气提供了通道”。此处将揉眼后流泪形象地解释为多余水分的宣泄通道。
  2. ¦962b¦μὴ διαχωρούντων — 属格独立(绝对属格)结构,主语在上下文中被省略,指食物或排泄物在下方“不通畅(未排泄)时”。与气息通过从而减轻体内阻塞、使身体轻松的现象形成对比。
  3. §33.11ἐν τῷ ἐναντίῳ ταὐτὸν αἱρετέον — 动形容词 `αἱρετέον` 表示必要或义务(应当选择/偏好)。该句表明“在与开始相反的情况(晚上/结束)下,应当选择相同的事情(即打喷嚏,应将其视为吉兆)”。
  4. ¦963a¦οὐκουν ῥᾳδίως ἡ φωνὴ φέρεται, ἀλλ’ ὥσπερ τὸ πνεῦμα τῶν πνευστιώντων ἢ ἀσθμαινόντων δι’ ἀδυναμίαν ἀθρόον, οὕτως ἐκείνοις ἡ φωνή — 后半句 `οὕτως ἐκείνοις ἡ φωνή` 中省略了主句动词(如 `φέρεται` 或 `βιάζεται`)。此句建立了一个平行结构:正如气喘的人因虚弱而一次性(`ἀθρόον`)排出气息一样,那些人(聋人)的声音也是如此被强行排出的。

引用这一段

亚里士多德, 问题集 §33.8-33.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:33.8-33.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。