§33.1Διὰ τί ὁ πταρμὸς λυγμὸν μὲν παύει, ἐρυγμὸν δὲ οὐ παύει;
为什么打喷嚏能止住打嗝(呃逆),却不能止住嗝逆(嗳气)?
ἢ διότι οὐ τοῦ αὐτοῦ τόπου τὸ πάθος ἑκάτερον, ἀλλ’ ὁ μὲν ἐρυγμὸς κοιλίας, ὁ δὲ λυγμὸς τοῦ περὶ τὸν πνεύμονα κατάψυξις καὶ ἀπεψία πνεύματος καὶ ὑγροῦ;
是因为两者的病症不在同一个部位,而是嗝逆源于胃,而打嗝则是肺部周围的冷却以及气息和湿气的消化不良吗?
κοινωνοῦσιν δ’ οἱ περὶ τὸν ἐγκέφαλον τόποι τῷ πνεύμονι, οἷον τοῖς ὠσίν.
脑部周围的区域与肺部相通,例如耳朵。
φανερὸν δέ· ἅμα γὰρ ἐνεοὶ καὶ κωφοὶ γίνονται, καὶ αἱ νόσοι ἀντιπεριίστανται αἱ τοῦ ὠτὸς εἰς τὰ τοῦ πνεύμονος πάθη.
这很明显:因为人们会同时变得既哑又聋,而耳朵的疾病也会转移到肺部的病症中。
ἐνίοις δὲ σκαλεύουσι τὸ οὖς βῆχες ἐγγίνονται.
在一些人身上,掏耳朵时会引起咳嗽。
τὸ δὲ περὶ τὸν πταρνύμενον τόπον εἶναι τῆς ῥινὸς κοινωνίαν τῷ πνεύμονι δηλοῖ ἡ ἀναπνοὴ κοινὴ οὖσα.
而打喷嚏的鼻部区域与肺部相通,这一点由共同的呼吸所表明。
ὥστε πτάρνυται μὲν θερμαινομένου αὐτοῦ· τῷ δὲ συμπάσχειν ὁ κάτω τόπος, ἐν ᾧ ἐστὶν ὁ λυγμός.
因此,当该部位变热时就会打喷嚏;而打嗝所在下方部位则产生共鸣。
ἡ δὲ θερμασία πέττει.
而热量能促进消化。
διὸ ὄξος τε παύει λυγμὸν καὶ ἡ ἀπνευστία, ἐὰν ἠρεμαία ᾖ ἡ λύγξ.
因此,如果打嗝比较温和,醋和闭气都能止住打嗝。
ἐκθερμαίνει γὰρ τὸ πνεῦμα κατεχόμενον, ὥστε καὶ ἐν τῷ πταρμῷ ἡ ἀντικατάσχεσις γενομένη τοῦ πνεύματος τοῦτο ποιεῖ, καὶ οἰκείως ἡ ἔκπνευσις γίνεται, καὶ ἐκ τοῦ ἄνω τόπου· ἀδύνατον γὰρ πτάρειν μὴ ἐκπνέοντα.
因为闭气能使被扣留的气息充分变热,所以打喷嚏时发生的气息反向扣留也起到这种作用,并且呼气自然发生,且来自上方部位;因为不呼气是不可能打喷嚏的。
ἡ οὖν ὁρμὴ ῥήγνυσι τὸ ἐγκατειλημμένον πνεῦμα, ὃ ποιεῖ τὸν λυγμόν.
因此,这种冲力打破了引起打嗝的被困住的气息。
§33.2Διὰ τί, ἐάν τις μέλλων πτάρνυσθαι τρίψῃ τὸν ὀφθαλμόν, ἧττον πτάρνυται;
为什么在将要打喷嚏时揉眼睛,就不那么容易打喷嚏?
ἢ διότι τὸ ποιοῦν τὸν πταρμὸν θερμότης τίς ἐστιν, ἡ δὲ τρῖψις θερμότητα ποιεῖ, ἣ διὰ τὸ πλησίον εἶναι τῶν ὀφθαλμῶν τὸν τόπον ᾧ πτάρνυται, ἀφανίζει τὴν ἑτέραν, ὥσπερ τὸ ἔλαττον πῦρ ὑπὸ τοῦ πλείονος μαραινόμενον.
是因为引起打喷嚏的是某种热量,而揉搓会产生热量,由于打喷嚏的部位靠近眼睛,这种热量使另一种热量消失,习惯上就像微弱的火被更旺的火所熄灭一样吗?
§33.3Διὰ τί δὶς πτάρνυται ὡς ἐπὶ τὸ πολύ, καὶ οὐχ ἅπαξ ἢ πλεονάκις;
为什么人们大抵总是打两次喷嚏,而不是一次或更多次?
ἢ διότι δύο εἰσὶ μυκτῆρες;
是因为有两个鼻孔吗?
ἑκάτερον οὖν διέσχισται τὸ φλέβιον, δι’ οὗ πνεῦμα ῥεῖ.
因此,气息流经的小血管,每一个都分成了两部分吗?
§33.4Διὰ τί πρὸς τὸν ἥλιον βλέψαντες πτάρνυνται μᾶλλον;
为什么看着太阳时更容易打喷嚏?
ἢ διότι κινεῖ θερμαίνων· καθάπερ οὖν πτεροῖς θιγγάνοντες.
是因为太阳通过加热来促使动弹,就像用羽毛触碰一样吗?
ἀμφότεροι γὰρ τὸ αὐτὸ ποιοῦσιν· τῇ γὰρ κινήσει θερμαίνοντες ἐκ τοῦ ὑγροῦ θᾶττον πνεῦμα ποιοῦσιν.
因为两者起到了相同的作用:通过运动产生加热,从而更快地从湿气中产生气息。
τούτου δὲ ἡ ἔξοδος πταρμός.
而这种气息的排出就是打喷嚏。
§33.5Διὰ τί λύγγα παύει πταρμὸς καὶ πνεύματος ἐπίσχεσις καὶ ὄξος;
为什么打喷嚏、闭气和醋能止住打嗝?
ἢ ὁ μὲν πταρμός, ὅτι ἀντιπερίστασίς ἐστι τοῦ κάτω πνεύματος, ὥσπερ αἱ ἄνω φαρμακεῖαι πρὸς τὴν κάτω κοιλίαν;
是因为打喷嚏是下方气息的反向推回(反转),就像上方的药物作用于下腹部一样吗?
ἡ δὲ ἀπνευστία τὰς ἀσθενεῖς λύγγας, ὅτι ἡ μικρὰ ὁρμὴ τοῦ πνεύματος ἡ ἀνιοῦσα, ὥσπερ περὶ τὴν βῆχα, ἐάν τις κατάσχῃ, παύεται, οὕτω καὶ ἐνταῦθα καὶ κατέσπασε καὶ κατέπνιξε καὶ συναπεβιάσατο.
而闭气能止住微弱的打嗝,是因为上升气息的微小冲力,就像咳嗽时如果闭气就会停止一样,在这里也被拉下、窒息并被共同强行抑制了吗?
τὸ δὲ ὄξος παύει, ὅτι τὸ περιεστὸς ὑγρὸν καὶ κωλῦον ἀπερυγεῖν ἐπνευμάτωσεν τῇ θερμασίᾳ.
而醋能止住它们,是因为通过其热量,它使周围阻碍呃逆的液体气化。
ἔστι γὰρ ἐρυγμὸς μέν, ὅταν πνευματωθῇ τὸ ἐν τῇ ἄνω κοιλίᾳ ὑγρὸν καὶ πεφθῇ, ἡ δὲ λύγξ, ὅταν ὑπὸ ὑγροῦ κατέχηται πνεῦμα περιττὸν περὶ τὸν πνευματικὸν τόπον.
因为呃逆是在上腹部的液体气化并消化时发生的,而打嗝则是过剩的气息在呼吸区域周围被液体扣留时发生的。
τοῦτο γὰρ ὁρμῶν καὶ μὴ δυνάμενον διακόψαι σπασμὸν ποιεῖ, ὁ δὲ σπασμὸς οὗτος καλεῖται λύγξ.
因为这种气息虽然猛烈运动却无法突破,从而引起痉挛,而这种痉挛就被称为打嗝。
καὶ διὰ τοῦτο ῥιγώσαντας λὺγξ λαμβάνει, ὅτι τὸ ψῦχος τὸ ὑγρὸν ποιεῖ συστὰν ἐκ τοῦ πνεύματος ἔτι· περιλαμβανόμενον δὲ τὸ ἄλλο πηδᾷ· οὗ ἡ κίνησις λυγμός ἐστιν.
也正因为如此,受凉的人会打嗝,因为寒冷使水分从气息中进一步凝结,而其余被包围的气息则剧烈跳动;这种运动就是打嗝。
§33.6Διὰ τί ἐνίοις ὕδωρ ψυχρὸν προσχέομεν καὶ πρὸς τὸ πρόσωπον, ἡνίκα αἷμα ῥεῖ ἐκ τῶν μυκτήρων;
为什么当人们鼻孔流血时,我们会往一些人的脸上浇冷水?
ἢ ἀντιπεριίσταται εἴσω τὸ θερμόν;
是因为热量会退缩到内部吗?
ἂν οὖν ἐπιπολῆς τύχῃ αἷμα, ἐξυγραίνει μᾶλλον.
因此,如果血液恰好在表面,它会使其更加液化吗?
§33.7Διὰ τί τὸν μὲν πταρμὸν θεὸν ἡγούμεθα εἶναι, τὴν δὲ βῆχα ἢ τὴν κόρυζαν οὔ;
为什么我们认为打喷嚏是神圣的,而咳嗽或流鼻涕则不然?
ἢ διότι ἐκ τοῦ θειοτάτου τῶν περὶ ἡμᾶς τῆς κεφαλῆς, ὅθεν ὁ λογισμός ἐστι, γίνεται;
是因为它产生于我们最神圣的部位——即理智所在的头部吗?
ἢ ὅτι τὰ μὲν ἄλλα ἀπὸ νοσούντων γίνεται, τοῦτο δὲ οὔ;
还是因为其他症状产生于生病的人,而打喷嚏则不然?