Humanitext Reader

亚里士多德 · 问题集 §32.7-32.13

关于耳朵创口愈合耳鸣与掏耳的诸问题

第 139 段,共 148 段 · 希腊语

内容简介

本章探讨了关于耳朵的生理与解剖学问题,包括左耳为何愈合更快、羞耻或愤怒时耳目变红的现象、耳鸣的消除、往耳中灌水或油的物理机制,以及打哈欠时掏耳朵的危险性。

§32.7Διὰ τί τὸ ἀριστερὸν οὖς θᾶττον συμφύεται ὡς ἐπὶ τὸ πολύ, ὅταν τρυπηθῇ;
为什么左耳在被穿孔时,通常愈合得更快?
διὸ καὶ αἱ γυναῖκες τὸ μὲν ἄρρεν, τὸ δὲ θῆλυ καλοῦσι τῶν ὤτων.
因此妇女们也把耳朵的一只称为雄性,另一只称为雌性。
ἢ ὅτι τὰ ἀριστερὰ ὑγρὰ καὶ θερμὰ μᾶλλον, συμφύεται δὲ τὰ τοιαῦτα μάλιστα.
是因为左侧更为湿润和温暖,而这样的事物最容易愈合吗?
διὸ καὶ ἐν φυτοῖς τοῖς χλωροῖς ἡ σύμφυσις· καὶ τὰ τῶν νέων δὲ ἕλκη μᾶλλον συμφύεται ἢ τὰ τῶν πρεσβυτέρων.
因此,在绿色的植物中也会发生愈合;而且年轻人的伤口比年长者的伤口更容易愈合。
σημεῖον δὲ ὅτι ὑγρὰ μᾶλλον καὶ ὅλως θηλυκώτερα τὰ ἀριστερά.
其证据在于,左侧更为湿润,且总的来说更具雌性特征。
§32.8Διὰ τί τοῖς μὲν αἰσχυνομένοις ἄκρα τὰ ὦτα ἐπιφοινίσσεται, τοῖς δὲ ὀργιζομένοις οἱ ὀφθαλμοί;
为什么在羞耻的人身上是耳朵的尖端变红,而在愤怒的人身上则是眼睛变红?
ἢ ὅτι ἡ μὲν αἰδὼς ἐν ὀφθαλμοῖς κατάψυξίς τις μετὰ φόβου, ὥστε εἰκότως ἀπολείπει τὸ θερμὸν τοὺς ὀφθαλμούς· χωριζόμενον δὲ εἰς τὸν δεκτικώτατον φέρεται τόπον.
是因为羞耻是眼睛里伴随着恐惧的某种冷却,所以热量自然离开了眼睛;而离开的热量会被带到最容易接纳它的地方吗?
τοιοῦτος δὲ ὁ ἐν τοῖς ἄκροις τῶν ὤτων· ὁ γὰρ ἄλλος ὀστώδης.
这样的地方就是耳朵的尖端;因为其余的部分是骨质的。
ὀργιζομένοις δ’ ἐπανέρχεται τὸ θερμόν.
但在愤怒的人身上,热量会返回。
μάλιστα δὲ γίνεται φανερὸν ἐν τοῖς ὀφθαλμοῖς διὰ τὴν χρόαν οὖσαν λευκήν.
由于眼睛的颜色是白色的,这在眼睛中变得最为明显。
§32.9Διὰ τί ὁ ἦχος ὁ ἐν τοῖς ὠσίν, ἐάν τις ψοφήσῃ, παύεται;
为什么耳中的鸣响在有人发出声音时就会停止?
ἢ διότι ὁ μείζων ψόφος τὸν ἐλάττω ἐκκρούεται;
是因为较大的声音驱逐了较小的声音吗?
§32.10Διὰ τί, ἐὰν εἰς τὸ οὖς ὕδωρ ἐγχυθῇ, ἔλαιον προσεγχέονται, οὐ δυναμένου τοῦ ἐνόντος ὑγροῦ ἐξελθεῖν δι’ ἄλλου ὑγροῦ;
为什么如果水灌进了耳朵,人们还要往里倒油,尽管里面的液体无法通过另一种液体排出来?
πότερον διὰ τὸ ἐπιπολῆς γίνεσθαι τὸ ἔλαιον τοῦ ὕδατος, καὶ διὰ γλισχρότητα αὐτοῦ ἔχεσθαι τὸ ὕδωρ ἐξιόντος τοῦ ἐλαίου, ἵνα συνεξίῃ τὸ ὕδωρ;
是因为油会浮在水面上,并且由于油的粘性,在油排出时水会被牵引,从而使水一同排出吗?
ἢ ἵνα ὀλισθηροῦ τοῦ ὠτὸς γενομένου ἐξέλθῃ τὸ ὕδωρ;
还是为了让耳朵变得滑溜,好让水排出来?
τὸ γὰρ ἔλαιον λεῖον ὂν ποιεῖ ὀλισθαίνειν
因为油是光滑的,能起到润滑作用。
§32.11Διὰ τί ἧττον ὦτα ῥήγνυται τοῖς κολυμβῶσιν, ἐὰν προεγχέωσιν εἰς τὰ ὦτα τὸ ἔλαιον;
为什么潜水的人如果事先往耳朵里倒油,耳朵就不那么容易破裂?
ἢ τοῦ μὲν ῥήγνυσθαι τὰ ὦτα εἴρηται πρότερον ἡ αἰτία, τὸ δὲ ἔλαιον ἐγχυθὲν εἰς τὰ ὦτα τὴν ὕστερον θάλατταν ἀπολισθαίνειν ποιεῖ, καθάπερ ἐπὶ τῶν ἔξω τοῦ σώματος συμβαίνει τοῖς ἀληλιμμένοις.
是因为虽然先前已经说明了耳朵破裂的原因,但倒入耳朵的油能使随后而来的海水滑落,就像抹了油的人身体外部所发生的那样吗?
ὀλισθαίνουσα δὲ πληγὴν οὐ ποιεῖ εἰς τὸ ἐντὸς τοῦ ὠτός, διόπερ οὐ ῥήγνυσιν.
海水滑落时,不会对耳朵内部造成冲击,因此不会使其破裂。
§32.12Διὰ τί τῶν ὤτων ἀναίμων ὄντων μάλιστα οἱ αἰσχυνόμενοι ἐρυθριῶσιν;
为什么尽管耳朵极度缺血,羞耻的人在那里却红得最厉害?
ἢ ἕκαστον εἰς τὸ κενὸν ἑκάστου μάλιστα φέρεται;
是因为每种事物最容易流向各自的空隙吗?
δοκεῖ δὲ τοῦ αἰσχυνομένου ἄνω θερμὸν φέρεσθαι τὸ αἷμα.
而感到羞耻的人的温热血液似乎是向上流动的。
εἰς οὖν τὸ κενώτατον ἐρυθριᾶν ποιεῖ.
因此,它流入最空的地方,使其变红。
τὸ δ’ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν γνάθων.
同样的情况也发生在面颊上。
ἔτι δὲ καὶ ὅτι λεπτότατον τὸ δέρμα τὸ περιτεταμένον, μάλιστα δὴ φαίνεται δι’ αὐτά.
此外,还因为覆在上面的皮肤极薄,因此特别容易透过它显现出来。
§32.13Διὰ τί οὐδεὶς χασμώμενος τὸ οὖς σκαλεύει;
为什么没有人会在打哈欠时掏耳朵?
ἢ ὅτι ὅτε χασμᾶται, ἐμφυσᾶται καὶ ἡ μῆνιγξ, δι’ ἧς ἀκούει;
是因为打哈欠时,人借以听音的膜(鼓膜)也会被吹胀吗?
σημεῖον δέ ἥκιστα γὰρ ἀκούουσι χασμώμενοι.
其证据在于,人在打哈欠时听得最不清楚。
τὸ γὰρ πνεῦμα, ὥσπερ καὶ κατὰ τὸ στόμα. καὶ εἰς τὰ ὦτα ἐντὸς πορευόμενον, ἐξωθεῖται τὸν ὑμένα καὶ κωλύει τὸν ψόφον εἰσιέναι.
因为气息就像通过口腔一样,也进入耳朵内部,将膜向外推,从而阻挡声音进入。
ἐὰν οὖν οὕτως ἔχοντος ἅψηται τῆς ἀκοῆς ὡς σκαλεύειν, μάλιστ’ ἂν βλάψειε· πρὸς ἀντιπῖπτον γὰρ ἡ πληγὴ γίνεται, καὶ οὐ πρὸς ὑπεῖκον τὸ τοῦ πνεύματος.
因此,如果在这种状态下碰触听觉器官去掏它,电会造成极大的伤害;因为冲击是针对抵抗之物而产生,而不是针对顺从之物——即气息的抵抗。
τὸ δὲ δέρμα καὶ τὴν μήνιγγα ἀφεστάναι τῶν στερεῶν δῆλον.
而且,皮肤和鼓膜显然是与坚硬的部分相分离的。
ὥστε πόνον μάλιστα οὕτω ποιεῖ, καὶ τραυματίζοι ἄν.
所以,这样做会引起极大的痛苦,并且会造成损伤。

词汇与语法注释

  1. 961aτὸ μὲν ἄρρεν, τὸ δὲ θῆλυ καλοῦσι τῶν ὤτων — 冠词结合 `μέν ... δέ`(`τὸ μὲν ... τὸ δὲ`)在句中起代词作用,作为部分属格 `τῶν ὤτων`(耳朵之中)的直接宾语,意为“(其中)一个……另一个……”。这反映了古代将右侧与男性、左侧与女性联系在一起的生理学观点。
  2. 961aοὐ δυναμένου τοῦ ἐνόντος ὑγροῦ ἐξελθεῖν — 这是一个独立属格结构(genitive absolute),以 `τοῦ ἐνόντος ὑγροῦ` 作为分词 `δυναμένου` 的逻辑主语。在此处它具有让步的语气(“尽管内部的液体无法……而排出”)。
  3. 961bκαὶ οὐ πρὸς ὑπεῖκον τὸ τοῦ πνεύματος — 短语 `τὸ τοῦ πνεύματος`(“气息的那个[抵抗]”)与 `ὑπεῖκον`(“顺从/屈服之物”)形成对比,指代因气息充满而产生的无法顺从的抵抗力(即 `ἀντιπῖπτον`),用以解释为何冲击会产生痛苦。

引用这一段

亚里士多德, 问题集 §32.7-32.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:32.7-32.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。