Humanitext Reader

亚里士多德 · 问题集 §32.1-32.6

害羞面红与潜水破损等耳朵诸问题

第 138 段,共 148 段 · 希腊语

内容简介

讨论了关于耳朵的若干问题,对人们在害羞时耳朵变红、潜水时耳朵破裂的原因及用海绵预防的方法、耳垢变苦的成因、潜水采海绵者进行切开手术、以及掏耳朵时引起咳嗽等现象进行了生理学解释。

§32.1Διὰ τί τὰ ὦτα ὄντα ἀναιμότατα τοῦ προσώπου, ὅταν αἰσχύνωνται, ἐρυθριᾷ μάλιστα;
为什么耳朵作为脸部最没有血气的部位,在人们感到羞耻时却变得最红?
πότερον ὅτι εἰς τὸ κενὸν μάλιστα πορεύεσθαι πέφυκεν τὸ ἀλλότριον ὑγρόν, ὥστε ὅταν διαλυθῇ ὑπὸ τῆς θερμότητος, ἣ γίνεται αἰσχυνομένοις, συνέρχεται εἰς ταῦτα;
是因为异种液体天生最容易流向空隙,所以当它被羞耻者体内产生的热量融化时,便聚集到这些地方(耳朵)吗?
ἢ διότι ἐπὶ τοῖς κροτάφοις ἐπίκεινται, εἰς οὓς τὸ ὑγρὸν ἀθροίζεται μάλιστα;
或者是因为它们位于太阳穴之上,而液体最容易积聚在太阳穴?
αἰσχυνομένων δὲ εἰς τὸ πρόσωπον ἔρχεται ἡ ὑγρότης· διὸ καὶ ἐρυθριῶσιν.
当人们感到羞耻时,液体便流向脸部;因此他们变红。
τοῦ δὲ προσώπου ἥκιστα βάθος ἔχει τὰ ὦτα· καὶ φύσει θερμότατα καὶ εὔχροα, ἐὰν μὴ ἀπηρτημένα πόρρωθεν ᾖ τῷ ψύχει.
而在脸部中,耳朵的深度(厚度)最浅;且除非因寒冷而被隔绝于外,否则它们天生极温热且气色好。
διὸ καὶ εὐχρούστατον τῶν ἐν τῷ προσώπῳ μορίων.
因此,它们也是脸部各部位中气色最好的。
ὥστε ὅταν σκεδασθῇ ἡ θερμότης, μάλιστα ἐπιπολῆς οὖσα ἐν τούτοις ποιεῖ ἐρυθρά.
所以,当热量消散时,由于在这些部位最接近表层,便使它们变红。
§32.2Διὰ τί τὰ ὦτα ἐν τῇ θαλάττῃ ῥήγνυται τοῖς κολυμβῶσιν;
为什么在海里潜水的人,其耳朵会破裂?
πότερον διὰ τὸ κατέχειν τὸ πνεῦμα πληρούμενον βιάζεται;
是因为由于憋气,耳朵被充满而受到强力压迫吗?
ἢ εἰ τοῦτ’ αἴτιον, ἔδει καὶ ἐν τῷ ἀέρι.
或者,如果这是原因,在空气中也应该会发生。
ἢ ὅτι μὴ ὑπεῖκον διακόπτεται θᾶττον, καὶ ὑπὸ σκληροτέρου ἢ μαλακοῦ;
或者是因为不屈服的东西,相比于软的东西,更容易被硬的东西撕裂?
τὸ οὖν πεφυσημένον ἧττον ὑπείκει.
因此,被吹胀的东西更不易屈服。
τὰ δὲ ὦτα, ὥσπερ εἴρηται, ὑπὸ τοῦ κατέχεσθαι τὸ πνεῦμα ἐμφυσᾶται, ὥστε τὸ ὕδωρ σκληρότερον ὂν τοῦ ἀέρος, προσπῖπτον διακόπτει.
而耳朵正如所说,由于憋气而被吹胀,所以比空气更硬的水撞击它们并将其撕裂。
§32.3Διὰ τί οἱ κολυμβηταὶ σπόγγους περὶ τὰ ὦτα καταδοῦνται;
为什么潜水员要在耳朵周围绑上海绵?
ἢ ἵνα ἡ θάλαττα βίᾳ ἰοῦσα μὴ ῥηγνύῃ τὰ ὦτα.
是为了不让海水猛烈侵入而撕裂耳朵吗?
οὕτω μὲν γὰρ οὐ γίνεται, ὥσπερ ἀφῃρημένων, πλήρη.
因为这样一来,耳朵就不会像去掉海绵时那样被灌满。
§32.4Διὰ τί ὁ ἐν τοῖς ὠσὶ ῥύπος πικρός ἐστιν;
为什么耳中的污垢(耳垢)是苦的?
ἢ διότι ὁ ἱδρώς ἐστι σαπρός;
是因为汗液变质了吗?
ἔστιν οὖν ἁλμυρὸν σαπρόν.
因此,它是变质的咸物。
τὸ δὲ σαπρὸν ἁλμυρὸν πικρόν.
而变质的咸物是苦的。
§32.5Διὰ τί οἱ σπογγεῖς διατέμνονται τὰ ὦτα καὶ τοὺς μυκτῆρας;
为什么采集海绵的人(潜水渔民)要切开他们的耳朵和鼻孔?
ἢ ὅπως εὐπνούστεροι ὦσι;
是为了让他们呼吸更顺畅吗?
ταύτῃ γὰρ ἐξιέναι δοκεῖ τὸ πνεῦμα.
因为从这里,气息似乎可以排出去。
ἀνατέμνουσι δὲ καὶ τὸν τόπον καὶ πρὸς εὔπνοιαν· πονεῖν γὰρ δή φασι μᾶλλον αὐτοὺς ἐν τῇ δυσπνοίᾳ τῷ μὴ δύνασθαι προΐεσθαι θύραζε· ὅταν δὲ ὥσπερ ἐξεράσωσι, κουφίζονται.
他们为了呼吸顺畅而切开那个部位;因为他们说,在呼吸困难时,由于无法将气息排出体外,他们感到更加痛苦;而当他们将其排出时,就会感到轻松。
ἄτοπον οὖν εἰ μὴ δύνανται τυγχάνειν ἀναπνοῆς καταψύξεως χάριν· ἀλλ’ ἔοικε τοῦτο ἀναγκαιότερον εἶναι.
因此,如果他们不能为了降温而获得吸气,那将是奇怪的;但这似乎是更为必需的。
ἢ εὐλόγως ὁ πόνος πλείων κατέχουσιν, ὀγκουμένων καὶ διατεινομένων;
或者,对于憋气的人来说,由于这些部位膨胀和拉伸,痛苦变得更大,这难道不合理吗?
φαίνεται δὲ καὶ αὐτόματός τις εἶναι φορὰ τοῦ πνεύματος ἔξω· εἰ δὲ καὶ εἴσω, σκεπτέον.
而且,气息向外的流动似乎也是某种自发的;但至于是否也有向内的流动,则必须加以考察。
ἔοικεν δέ.
而这似乎是有的。
ὁμοίως γὰρ ἀναπνοὴν ποιοῦσι τοῖς κολυμβηταῖς λέβητα καταφέντες. οὐ πίμπλαται γὰρ οὗτος τοῦ ὕδατος, ἀλλὰ τηρεῖ τὸν ἀέρα.
因为他们通过降下一个大釜,以同样的方式让潜水员能够呼吸;因为这个釜不会装满水,而是保留了空气。
μετὰ βίας γὰρ ἡ κάθεσις. ὀρθὸν γὰρ ὁτιοῦν παρεγκλιθὲν εἰσρεῖ
因为降下是强制(垂直)进行的;因为任何直立的东西一旦稍微倾斜,水就会流进去。
§32.6Διὰ τί ἔνιοι τὰ ὦτα σκαλεύοντες βήττουσιν;
为什么有些人在掏耳朵时会咳嗽?
ἢ ὅτι ἐπὶ τοῦ αὐτοῦ πόρου τῷ πνεύμονι καὶ τῇ ἀρτηρίᾳ ἡ ἀκοή;
是因为听觉(耳道)与肺部和气管处于同一通道之上吗?
σημεῖον δέ, ὅτι ἀναπληροῦνται καὶ γίνονται ἐνεοί.
其证据在于,当这些通道被充满时,人们会变得无法说话(失声)。
θερμαινομένου οὖν τῇ τρίψει συντήκεται ἐπὶ τὴν ἀρτηρίαν ἀπὸ τοῦ πόνου κάτωθεν ὑγρόν, ὃ ποιεῖ τὴν βῆχα.
因此,当因摩擦而变热时,由于刺激,液体从下方融化流向气管,从而引起咳嗽。

词汇与语法注释

  1. 32.1αἰσχυνομένοις — 现在分词中被动因与格复数。此处作为与“γίνεται”(产生)连用的关切与格(或领有与格),表示“在羞耻者身上产生的[热量]”。
  2. 32.1ἀπηρτημένα — 动词 ἀπαρτάω(隔绝、悬挂)的完成时被动分词中性复数主格。与虚拟式助动词 ᾖ 构成迂回完成时被动虚拟。伴随 `τῷ ψύχει`(因寒冷,表示原因/手段的与格)和 `πόρρωθεν`(从远处),表示“除非因寒冷而被隔绝于外”。
  3. 32.2μὴ ὑπεῖκον — 动词 ὑπείκω(屈服、让步)的现在时主动分词中性单数主格,带有否定词 `μή`,起条件性名词化分词的作用(“如果不屈服的东西”)。它是主句被动动词 `διακόπτεται`(被撕裂)的主语。
  4. 32.5λέβητα καταφέντες — 动词 καθίημι(降下、放入)的不定过去时主动分词阳性复数主格。作为表示手段的分词修饰主动词 `ποιούσι`(使得),译为“通过降下大釜”。这描述了亚里士多德时代对早期潜水钟(diving bell)原理的记载。
  5. 32.6τῷ πνεύμονι — 与格名词。由形容词 `ὁ αὐτός`(同一的)所支配的伴随或相似与格,整个结构 `τῷ πνεύμονι καὶ τῇ ἀρτηρίᾳ` 表示“与肺部和气管相同的[通道]”。

引用这一段

亚里士多德, 问题集 §32.1-32.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:32.1-32.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。