Humanitext Reader

亚里士多德 · 问题集 §31.23-31.29

泪水温度与视力距离及肢体差异诸问题

第 137 段,共 148 段 · 希腊语

内容简介

本章探讨了泪水冷热与余渣未消化(成熟)状态的关系、左眼的易收缩性、近视与老花眼调整物体距离的物理光学原因、人类独有斜视的起因、遮光对视力的保护作用,以及为何手足有左右差异而由纯净元素构成的感官却无此差异。

§31.23Διὰ τί δάκρυα, ἐὰν μὲν κλαίοντες ἀφίωμεν, θερμά ἐστιν, ἐὰν δὲ πονοῦντες τοὺς ὀφθαλμοὺς δακρύωμεν, ψυχρά;
为什么哭泣时流下的泪水是温热的,而因眼睛疼痛而流泪时却是冰冷的?
ἢ ὅτι τὸ μὲν ἄπεπτον ψυχρόν, τὸ δὲ πεπεμμένον θερμόν;
是因为未消化的东西是冷的,而消化了的是热的吗?
ἡ δὲ μαλακία ὅλως πᾶσά ἐστιν ἐξ ἀπεψίας, καὶ τῶν τοὺς ὀφθαλμοὺς πονούντων ἄπεπτόν ἐστι τὸ δάκρυον· διὸ ψυχρόν.
大凡所有的虚弱(不适)都源于未消化,而眼睛疼痛之人的泪水是未消化的;因此是冷的。
διὰ τοῦτο καὶ οἱ ἰατροὶ οἴονται σημεῖον εἶναι μεγάλης νόσου τοὺς ψυχροὺς ἱδρῶτας, τοὺς δὲ θερμοὺς τοὐναντίον ἀπαλλακτικούς.
正因为如此,医生们也认为冷汗是重病的征兆,相反,热汗则是摆脱疾病(痊愈)的征兆。
ὅταν μὲν γὰρ ᾖ τὸ περίττωμα πολύ, οὐ δύνανται τὸ ἐντὸς θερμὸν πέττειν, ὥστε ἀνάγκη ψυχρὸν εἶναι· ὅταν δὲ ὀλίγον, κρατεῖ.
因为当余渣(代谢物)过多时,体内的热量无法将其消化,所以它必然是冷的;而当余渣较少时,热量便能克服它。
γίνονται δὲ ἐκ τῶν περιττωμάτων αἱ ἀρρωστίαι.
而疾病正是由这些余渣产生的。
§31.24Διὰ τί ποτε εὐκινήτων ὄντων τῶν δεξιῶν μερῶν ὁ ὀφθαλμὸς ὁ ἀριστερὸς μᾶλλον τοῦ δεξιοῦ συνάγεται;
为什么尽管右侧部分更敏捷,左眼却比右眼闭合得更厉害?
ἢ ὅτι τὰ ἀριστερὰ πάντα ὑγρότερα τῶν δεξιῶν ἐστίν, τὰ δὲ ὑγρότερα μᾶλλον συνάγεσθαι πέφυκεν·
是因为左侧的所有部分都比右侧更湿润,而较湿润的东西天生更容易收缩吗?
εἶτα εἰς τὸ δεξιὸν μᾶλλον ἀποτελεῖν δύναται, τοῦ ἀριστεροῦ δυναμένου καὶ καθ’ αὑτό.
此外,[右眼]更能在向右侧时完成其动作,而左眼甚至独自就能做到。
§31.25Διὰ τί ἀμφότεροι κατὰ ἀσθένειάν τινα τῶν ὀφθαλμῶν διακείμενοι, ὅ τε μύωψ καὶ ὁ πρεσβύτης, ὁ μὲν ἐγγὺς προσάγει, ἄν τι βούληται ἰδεῖν, ὁ δὲ πόρρω ἀπάγει;
为什么同样患有某种眼睛虚弱的近视者和老花眼者,前者想看清东西时会把物体拿近,而后者会把物体拿远?
ἢ ὅτι οὐχ ὁμοία ἡ ἀσθένεια παρέπεται αὐτοῖς;
是因为伴随他们的虚弱并不相同吗?
ὁ μὲν γὰρ πρεσβύτης αὐτὸ ἰδεῖν ἀδύνατός ἐστιν· οὗ δὴ συμπίπτει ἡ ὄψις αὐτῷ, ἀπάγει τὸ θεώμενον, ἅτε καὶ μάλιστα μέλλων ὄψεσθαι· πόρρω δὲ συμπίπτει.
实际上,老花眼者无法看清[近处]物体本身;于是,他将所看之物移到他的视线交汇之处,因为他在那里最有可能看清;而这一交汇发生在远处。
ὁ δὲ αὐτὸ μὲν ὁρᾷ, ποῖα δὲ κοῖλα ἢ ποῖα ἐξέχοντα τοῦ ὁρωμένου οὐκέτι δύναται κρίνειν, ἀλλὰ περὶ ταῦτα ἀπατᾶται.
另一方面,[近视者]能看到物体本身,却无法再判断所看之物的哪些部分是凹下的、哪些是凸出的,并在这方面产生错觉。
τὰ δὲ κοῖλα ἢ τὰ ἐξέχοντα μάλιστα τῇ αὐγῇ κρίνεται.
而凹凸主要是通过光线的反射来判断的。
πόρρωθεν μὲν οὖν οὐ δύναται τῇ αὐγῇ καταμαθεῖν πῶς ἐπιβάλλει ἐπὶ τὸ ὁρατόν· ἐγγύθεν δὲ μᾶλλον καταφανής ἐστιν.
因此,从远处无法通过光线看清它是如何投射在可视之物上的;但从近处看,它就更明显了。
§31.26Διὰ τί τῶν ζῴων ἄνθρωπος ἢ μόνον ἢ μάλιστα διαστρέφεται;
为什么在所有动物中,人类要么是唯一,要么是最容易变得斜视的?
ἢ ὅτι ἢ μόνον ἢ μάλιστα ἐπίληπτον ἐν τῇ νεότητι γίνεται, ὅτε καὶ διαστρέφεσθαι συμβαίνει πᾶσιν;
是因为人类要么是唯一,要么是最容易在年轻时患上癫痫,而那时所有人都会发生斜视吗?
§31.27Διὰ τί οἱ ἄνθρωποι μόνοι τῶν ἄλλων ζῴων τὰ ὄμματα διαστρέφονται;
为什么人类在其他动物中是唯一会发生眼睛斜视的?
πότερον διὰ τὸ ἐλάχιστον διάστημα εἶναι τῶν ὀμμάτων, καὶ ἐπ’ εὐθείας, ὥστε εὔδηλον σφόδρα γίνεται τὸ μὴ κατωρθωμένον.
是因为双眼之间的距离极短,且处于一条直线上,以至于不端正(偏斜)变得极其明显吗?
ἢ διότι τῶν ἄλλων μονόχροα τὰ ὄμματά ἐστι μᾶλλον·
或者是由于其他动物的眼睛更接近于单色?
εἰ δ’ ἦν ἓν χρῶμά τι τοῦ ὄμματος, οὐκ ἦν διαστροφή.
如果眼睛只有一种颜色,就不会有斜视。
ἢ διότι μόνοι ἐν τῷ γένει ἐπίληπτοι γίνονται τῶν ζῴων, ἡ δ’ ἐπίληψις διαστροφὴν ποιεῖ, ὅταν γένηται, ὥσπερ καὶ τῶν ἄλλων μορίων·
或者是由于在动物类别中只有人类会患癫痫,而癫痫一旦发生,就会像在其他部位一样产生扭曲?
ἀλλ’ ἐνίοις ὀψὲ παντελῶς γίνεται ἡ διαστροφή, ὅσοις τὸ ἀρρώστημα.
然而在某些人身上,斜视完全是后期才发生的,只要是患有该病的人都会如此。
§31.28Διὰ τί πρὸς τὸν λύχνον καὶ πρὸς τὸν ἥλιον προστησάμενοι τὴν χεῖρα πρὸ τοῦ φωτὸς μᾶλλον ὁρῶμεν;
为什么对着灯光或太阳,在光线前挡住手,我们反而看得更清楚?
ἢ ὅτι τὸ ἀπὸ τοῦ ἡλίου καὶ λύχνου φῶς προσπῖπτον μὲν ἡμῶν πρὸς τὴν ὄψιν ἀσθενεστέραν ποιεῖ δι’ ὑπερβολήν;
是因为来自太阳和灯的光线投射在我们的视觉上时,由于过度(强烈)而使视力变弱了吗?
φθείρει γὰρ αὐτὰ καὶ τὰ συγγενῆ τῇ ὑπερβολῇ.
因为过度会损害视觉本身及其同类之物。
εἰρχθέντα δὲ ὑπὸ τῆς χειρὸς τὴν μὲν ὄψιν οὐ πημαίνει, τὸ δὲ ὁρώμενον ὁμοίως ἐστὶν ἐν φωτί.
但是当光线被手遮挡时,它不会伤害视觉,而所看之物同样处于光照之中。
διὸ ἡ μὲν μᾶλλον δρᾷ, τὸ δὲ ὁρώμενον οὐδὲν ἧττον ὁρᾶται.
因此,视觉能更好地发挥作用,而所看之物同样能被看清。
§31.29Διὰ τί χεὶρ μὲν καὶ ποὺς διαφορὰν ἔχει πρὸς [τὰ] δεξιὰ 〈καὶ〉 τὰ ἀριστερά, ὄμμα δὲ καὶ ἀκοὴ οὔ;
为什么手和脚在左右方面存在差异,而眼睛和听觉却没有?
ἢ ὅτι τὰ στοιχεῖα τὰ εἰλικρινῆ ἀδιάφορα, ἐν δὲ τοῖς ἐκ τῶν στοιχείων ἡ διαφορά;
是因为纯净的元素没有差异,而差异存在于由元素构成的事物中吗?
αὗται δὲ αἱ αἰσθήσεις εἰσὶν ἐξ εἰλικρινῶν, ἡ μὲν ὄψις πυρός, ἡ δ’ ἀκοὴ ἀέρος.
而这些感官是由纯净元素构成的,视觉由火构成,听觉由空气构成。

词汇与语法注释

  1. 31.24τοῦ ἀριστεροῦ δυναμένου καὶ καθ’ αὑτό — 属格绝对结构,意为“而左[眼]甚至独自就能做到[收缩/发挥作用]”。这与主句所暗示的“右侧只能在与左侧关联时发挥作用”形成对比。
  2. 31.25οὗ δὴ συμπίπτει ἡ ὄψις αὐτῷ — 关系副词 οὗ 意为“在……的地方”。在光学语境中,συμπίπτω 意为“(视线)交汇/聚焦”,表示老花眼者将物体移至其视线交汇的地方。
  3. 31.27ὅσοις τὸ ἀρρώστημα — 省略了系动词 ἐστί 的关系从句,对前文的 ἐνίοις(在某些人身上)进行限制说明。意为“在所有患有该病(癫痫)的人身上”,阐明了该病的存在与斜视后期显现之间的关系。

引用这一段

亚里士多德, 问题集 §31.23-31.29. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:31.23-31.29

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。