§31.8Διὰ τί οἱ μύωπες μικρὰ γράμματα γράφουσιν;
为什么近视的人会写小字?
ἄτοπον γὰρ τὸ μὴ ὀξὺ ὁρῶντας ποιεῖν ἔργον ὀξὺ ὁρώντων.
因为看不清的人去做看得清的人的工作,这是很奇怪的。
πότερον ὅτι μεγάλα φαίνεται τὰ μικρά, ἐὰν ᾖ ἐγγύς· οἱ δὲ προσάγοντες γράφουσιν;
是因为微小的东西如果凑近看就会显得大,而他们是凑近了写的吗?
ἢ διὰ τὸ συνάγοντας τὰ βλέφαρα γράφειν;
还是因为他们写字时收拢了眼睑?
δι’ ἀσθένειαν γὰρ τῆς ὄψεως, ἂν μὲν ἀναπεπταμένοις γράφωσι τοῖς ὄμμασι, διασπωμένη ἡ ὄψις ἀμβλὺ ὁρᾷ, οὕτω δὲ ἀθρόως προσπίπτει· γωνίαν δὲ μικρὰν ποιοῦσα ἐξ ἀνάγκης ποιεῖ μικρὰ γράφειν.
因为由于视力微弱,如果他们睁大眼睛写字,视线就会分散而看得模糊,但如果像这样收拢眼睑,视线就会集中落在一处;而且由于形成的视角很小,就必然使他们写出小字。
§31.9Διὰ τί ὀφθαλμιάσαντες ἔνιοι ὀξύτερον ὁρῶσιν;
为什么有些人在患眼疾后看得更清楚?
ἢ διὰ τὸ ἀποκεκαθάρθαι τὰ ὄμματα;
还是因为眼睛得到了净化?
πολλάκις γὰρ ἡ ἔξω πυκνότης ἀποστέγει τὴν ὄψιν, ἀποδακρύσαντι δὲ λύεται.
因为外部的致密物质常常会遮挡视线,而通过流泪,这种遮挡就会消除。
διὸ καὶ τὸ ἀποδάκνεσθαι συμφέρει, οἷον κρόμμυον· θάτερον δὲ πολέμιον, οἷον ὀρίγανον.
因此,使人流泪的东西(如洋葱)是有益的,而另一种东西(如牛至)则是有害的。
§31.10Διὰ τί τῇ μιᾷ ὄψει ἀπαθέστεροι;
为什么只用一只眼睛看时,人较不易受外界刺激影响?
ἢ διότι ἔλαττον ἡ ψυχὴ πάσχει, ὥστε ἔλαττον τὸ πάθος.
还是因为灵魂受到的影响较少,因而所受的刺激也较少?
§31.11Διὰ τί τοῖς διισταμένοις δύο φαίνεται;
为什么对于眼睛偏离的人来说,一物会显得像两个?
ἢ διότι οὐκ ἀφικνεῖται ἐπὶ τὸ αὐτὸ σημεῖον ἑκατέρου τῶν ὀμμάτων ἡ κίνησις;
还是因为双眼各自的运动未能到达同一点?
ὥσπερ οὖν δύο ὁρᾶν τὸ δὶς ὁρᾶν οἴεται ἡ ψυχή.
因此,灵魂以为看到了两次,就如同看到了两个东西。
ὅμοιον καὶ ἐπὶ τῶν δακτύλων τῆς ἐπαλλάξεως· δύο γὰρ τὸ ἓν δοκεῖ ὡς δὶς ἁπτομένῃ ἑνί.
这与交叉手指的情况相似;因为就像两度触碰同一物一样,一物会显得像两个。
§31.12Διὰ τί οὐ διαφέρουσιν αἱ αἰσθήσεις αἱ ἐν τοῖς δεξιοῖς τῶν ἀριστερῶν, ἐν δὲ τοῖς ἄλλοις πᾶσι κρείττω τὰ δεξιά;
为什么右侧的感官与左侧的没有区别,而在其他所有方面右侧都更为优越?
πότερον διὰ τὸ ἔθος, ὅτι εὐθὺς ὁμοίως ἀμφοῖν ἐθιζόμεθα αἰσθάνεσθαι;
是因为习惯,即我们从一开始就习惯于用双侧同样地去感受吗?
τὰ δὲ δεξιὰ τῷ ἔθει δοκεῖ διαφέρειν, ἐπεὶ ἐθισθεῖσιν ἀμφιδέξιοι γίνονται.
而右侧显得有区别是由于习惯,因为对于习惯了的人来说,他们会变得双手通用。
ἢ ὅτι τὸ μὲν αἰσθάνεσθαι πάσχειν τί ἐστι, τὰ δὲ δεξιὰ διαφέρει τῷ ποιητικώτερα εἶναι καὶ ἀπαθέστερα τῶν ἀριστερῶν.
或者是因为感受是一种受动,而右侧之所以不同,是因为它们比左侧更具能动性且更不易受动?
§31.13Διὰ τί ἐν μὲν τοῖς ἄλλοις κρείττω τὰ δεξιά, ἐν δὲ ταῖς αἰσθήσεσιν ὅμοια;
为什么在其他方面右侧更为优越,但在感官上它们却是相似的?
ἢ διότι ταῦτα μὲν ὁμοίως ἐθιζόμεθα κατ’ ἀμφότερα τῷ ἔθει;
还是因为在感官上我们因习惯而同样地使用双侧?
ἔτι τὸ μὲν αἰσθάνεσθαι πάσχειν τί ἐστιν, ἡ δὲ τῶν δεξιῶν διαφορὰ τῷ εἰς τὸ ποιεῖν καὶ οὐκ εἰς τὸ πάσχειν.
此外,是因为感受是一种受动,而右侧的差异在于能动而不在于受动?
§31.14Διὰ τί τὸ γυμνάζεσθαι ἀσύμφορον πρὸς ὀξυωπίαν;
为什么体育锻炼不利于敏锐的视力?
ἢ ὅτι ξηρὸν ποιεῖ τὸ ὄμμα ἡ γυμνασία, ὥσπερ καὶ τὸ ἄλλο σῶμα;
还是因为锻炼像使身体其他部分一样,使眼睛变得干燥?
ἡ δὲ ξηρότης σκληρύνει τὸ δέρμα πᾶν, ὥστε καὶ τὸ ἐπὶ τῇ κόρῃ.
而干燥会使所有的皮肤变硬,从而也使瞳孔上的皮肤变硬。
διὸ καὶ οἱ πρεσβῦται οὐκ ὀξὺ ὁρῶσιν· καὶ γὰρ τῶν γερόντων σκληρόδερμα, ἅμα δὲ καὶ ῥυσά, ὥστε ἐπικαλύπτεται ἡ ὄψις.
因此,老人也看不清;因为老人的皮肤硬,同时又多皱纹,结果视线被遮挡了。
§31.15Διὰ τί οἱ μύωπες βλέπουσι μὲν οὐκ ὀξύ, γράφουσι δὲ μικρά;
为什么近视的人看不清,却写小字?
καίτοι τὸ μικρὸν ὀξὺ βλέποντος καθορᾶν ἐστίν.
然而辨认微小的东西是看得清的人的事。
ἢ διότι ἀσθενῆ ἔχοντες τὴν ὄψιν συνάγουσι τὰ βλέφαρα εἰς μικρόν;
是因为由于视力微弱,他们将眼睑收拢得狭窄吗?
ἀθρόα γὰρ ἐξιοῦσα ἡ ὄψις μᾶλλον ὁρᾷ, ἀναπεπταμένου δὲ τοῦ ὄμματος διασπᾶται.
因为当视线集中发出时看得更好,而眼睛张开时视线就会分散。
διὰ μὲν οὖν τὴν ἀσθένειαν συνάγουσι εἰς μικρὸν τὸ βλέφαρον διὰ δὲ τὸ ἐκ μικροῦ ὁρᾶν μικρὸν μέγεθος ὁρῶσιν.
因此,由于虚弱,他们将眼睑收拢到狭窄的空间,并且因为从狭窄的缝隙中看,所以看到的是微小的尺寸。
ὅσον δὲ ὁρῶσι μέγεθος, τοσοῦτον καὶ γράφουσιν.
而他们看到多大的尺寸,也就写出多大的字。
§31.16Διὰ τί οἱ μύωπες συνάγοντες τὰ βλέφαρα ὁρῶσιν;
为什么近视的人收拢着眼睑看东西?
ἢ δι’ ἀσθένειαν τῆς ὄψεως, ὥσπερ καὶ οἱ πρὸς τὰ πόρρω τὴν χεῖρα προσάγοντες, οὕτω καὶ τὰ βλέφαρα πρὸς τὰ ἐγγὺς προστίθενται ὥσπερ χεῖρα;
还是由于视力微弱,就像那些为了看远处而把手搭在眼前的人一样,他们也把眼睑像手一样贴近眼睛?
τοῦτο δὲ ποιοῦσιν, ἵνα ἀθροωτέρα ἡ ὄψις ἐξίῃ, δι’ ἐλάττονος ἐξιοῦσα, καὶ μὴ εὐθὺς ἐξ ἀναπεπταμένου ἐξιοῦσα διασπασθῇ, ὁρᾷ δὲ ἡ πλείων μεῖζον.
他们这样做是为了让视线通过更小的缝隙,从而能更集中地发出,而不是直接从睁开的眼睛里发出而发生分散;而更多的视线能看到更大的东西。