§31.17Διὰ τί εἰς τὸ πλάγιον κινοῦσι τὸν ὀφθαλμὸν οὐ φαίνεται δύο τὸ ἕν;
为什么将眼睛向旁侧移动时,一物不会显得像两个?
ἢ ὅτι ἐπὶ τῆς αὐτῆς γίνεται γραμμῆς ἡ ἀρχή;
是因为视线的起点依然在同一条线上吗?
δύο δὲ φαίνεται ταύτης μεταβαλλούσης ἄνω ἢ κάτω.
但当这条线向上或向下改变时,一物就会显得像两个。
εἰς δὲ πλάγιον οὐδὲν διαφέρει, ἐὰν μὴ ἅμα καὶ ἄνω.
向旁侧移动时,除非同时向上移动,否则没有任何区别。
τί δὴ ἐπὶ μὲν τῆς ὄψεώς ἐστιν ὥστε φαίνεσθαι τὸ ἓν δύο, ἄν πως τεθῶσιν οἱ ὀφθαλμοὶ πρὸς ἀλλήλους, ἐπὶ δὲ τῶν ἄλλων αἰσθήσεων οὐκ ἔστιν;
那么,为什么在视觉中,如果双眼相对处于某种位置,一物就会显得像两个,而在其他感官中却不会这样?
ἢ καὶ ἐπὶ τῆς ἁφῆς γίνεται τῇ ἐπαλλάξει τῶν δακτύλων τὸ ἓν δύο;
或者在触觉中,通过交叉手指,一物也会显得像两个吗?
ἐπὶ δὲ τῶν ἄλλων οὐ γίνεται, ὅτι οὔτε ἔξω ἀποτεινομένων αἰσθάνεται, οὐδὲ δύο.
但在其他感官中不会发生这种情况,因为它们既不会在向外延伸时进行感受,也不会感受到两个。
γίνεται δὲ [διὰ] τοῦτο διόπερ καὶ ἐπὶ τῶν δακτύλων· μιμεῖται γὰρ τὴν ὄψιν.
而这种情况发生的原因与手指的情况相同;因为触觉模仿了视觉。
§31.18Διὰ τί τοῦ μὲν ἄλλου σώματος τὰ ἀριστερὰ ἀσθενέστερα, τῶν δὲ ὀφθαλμῶν οὔ, ἀλλ’ ὁμοίως ὀξύ;
为什么身体其他部分的左侧较弱,而眼睛却并非如此,而是同样敏锐?
ἢ ὅτι τὰ μὲν δεξιὰ τῷ ποιητικὰ εἶναι διαφέρουσιν, τῷ δὲ παθητικὰ οὐ διαφέρουσιν;
是因为右侧的优越在于能动,而在受动方面没有区别吗?
αἱ δὲ ὄψεις παθητικαί.
而视力是受动的。
§31.19Διὰ τί τῇ ὄψει πρὸς μὲν τὰ ἄλλα ἀτενίζοντες χεῖρον διατιθέμεθα, πρὸς δὲ τὰ χλωρὰ καὶ ποώδη, οἷον λάχανα καὶ τὰ τούτοις ὅμοια, βέλτιον;
为什么我们在凝视其他东西时视觉状态会变差,但在凝视绿色和草本植物(如蔬菜和类似的东西)时,状态会变好?
ἢ ὅτι πρὸς μὲν τὸ λευκὸν καὶ μέλαν ἥκιστα δυνάμεθα ἀτενίζειν (ἄμφω γὰρ λυμαίνεται τὴν ὄψιν), τὰ δὲ τοιαῦτα τῶν χρωμάτων μέσον ἔχει τούτων·
是因为我们最不能凝视白色和黑色(因为两者都会损害视力),而这类颜色处于它们两者的中间吗?
διὸ μετρίως τῆς ὄψεως διατιθεμένης οὐδὲ ἐξαδυνατοῦμεν αὐτῇ, βέλτιον δὲ διατιθέμεθα.
因此,由于视力受到适度的影响,我们并不会使其耗尽,反而处于较好的状态。
τάχα δὲ ἴσως καθάπερ ἐπὶ τῶν σωμάτων σφοδρότερον πονοῦντες χεῖρον ἔχομεν, τὸ μέσον δὲ βέλτιστα διατίθησιν, τὸν αὐτὸν τρόπον καὶ τὴν ὄψιν.
或者也许,正如在身体上我们劳作过于剧烈时状态会变差,而中间状态会带给我们最好的状况一样,视觉也是如此。
πρὸς μὲν γὰρ στερεὰ ἀτενίζοντες πονοῦμεν αὐτήν, πρὸς δὲ τὰ ὑγρὰ μηδενὸς ἀντιφράττοντος οὐ διαπονοῦμεν.
因为在凝视坚固的东西时我们会使视力疲劳,而在凝视湿润的东西时,由于没有任何阻碍,我们不会使其疲劳。
τὰ δὲ χλωρὰ στερεά τε μετρίως, καὶ ὑγρὸν ἐν αὐτοῖς ἱκανόν.
而绿色的东西适度坚固,并且它们内部含有充足的水分。
διὸ βλάπτει τε οὐθέν, καὶ διαναγκάζει τὴν ὄψιν πρὸς τούτοις εἶναι διὰ τὸ τὴν τοῦ χρώματος κρᾶσιν σύμμετρον ἔχειν πρὸς τὴν ὄψιν.
因此,它没有任何危害,并且由于颜色的调和与视力相称,它会迫使视线停留在这些东西上。
§31.20Διὰ τί τὰ μὲν ἄλλα ἀμφοτέροις τοῖς ὀφθαλμοῖς μᾶλλον ὁρῶμεν, τὰ δὲ εὐθὺ τὸ ἐπὶ τῶν στίχων τῷ ἑνὶ προσάγοντες πρὸς τὰ γράμματα μᾶλλον καθορῶμεν;
为什么我们用双眼能更好地看其他东西,但对于行上的直线,我们通过将一只眼睛靠近文字却能更好地看清?
ἢ ἀμφότεραι μὲν αἱ ὄψεις συμπίπτουσαι, καθάπερ λέγουσιν οἱ περὶ τὰ ὀπτικά, ταραχὴν παρέχουσιν, ἐπειδὰν δὲ τῇ μιᾷ θεωρῶμεν, πρὸς εὐθεῖαν τὴν ὄψιν, ὥσπερ πρὸς κανόνα, μᾶλλον φαίνεται τὸ εὐθύ.
是因为正如光学研究者所说,双眼视线汇合时会产生混乱,而当我们用单眼观察时,因为视线呈直线投射,犹如对着直尺,所以直线显得更明显吗?
§31.21Διὰ τί ὁ καπνὸς τοὺς ὀφθαλμοὺς μᾶλλον δάκνει;
为什么烟最刺痛眼睛?
ἢ ὅτι μόνοι ἀσθενέστατοι;
是因为只有眼睛最微弱吗?
ἀεὶ γὰρ τὰ ἔσω τοῦ σώματος ἀσθενέστατα.
因为身体内部的部分总是最微弱的。
σημεῖον δὲ ὅτι καὶ τὸ ὄξος καὶ ἕκαστον τῶν δριμέων τὴν μὲν ἔξω σάρκα οὐ δάκνει, τὴν δὲ ἐντός, ὅτι ἀραιότατον τοῦ σώματος καὶ μάλιστ’ ἔχει πόρους·
一个证明是,醋和每一种辛辣的物质都不刺痛外侧的肉,却刺痛内侧的肉,因为内侧是身体中最稀疏、最具有通道(孔)的部分。
αἱ γὰρ ὄψεις διά τινων πόρων ἐκπίπτουσιν, ὥστε τὸ ἔσω δηκτικώτατον ἀπὸ τῆς σαρκὸς ἀποπίπτει.
因为视线是通过某些通道发出的,所以最易受刺痛影响的内部从肉中剥离显露出来。
ὁμοίως δὲ καὶ τὸ κρόμμυον, καὶ ὅσα ἄλλα δάκνει τοὺς ὀφθαλμούς.
洋葱以及其他所有刺痛眼睛的东西也是如此。
τὸ δὲ ἔλαιον μάλιστα τῶν ὑγρῶν, ὅτι λεπτομερέστατον·
而在液体中,油最刺痛眼睛,因为它的微粒最细微;正因为如此,它能穿透通道。
τοιοῦτον δ’ ὂν εἰσδύνει διὰ τῶν πόρων· τὸ δ’ ὄξος ἐν φαρμάκῳ τῇ ἄλλῃ σαρκί.
而醋对于其他肉类则是在药物中起作用。
§31.22Διὰ τί ὁ ὀφθαλμὸς μόνον τοῦ σώματος, ἀσθενέστατος ὤν, οὐ ῥιγοῖ;
为什么眼睛作为身体中最微弱的部分,却是唯一不觉得冷的?
ἢ ὅτι πίων ἐστὶν ὁ ὀφθαλμός, σαρκὸς δὲ οὐθέν;
是因为眼睛是脂肪,没有任何肉吗?
τὰ δὲ τοιαῦτα ἄριγά ἐστιν.
而这样的东西是不怕冷的。
οὐ γὰρ δὴ ὅτι γε πῦρ ἐστὶν ἡ ὄψις, διὰ τοῦτο οὐ ῥιγοῖ· οὐ γὰρ τοιοῦτόν γέ ἐστι τὸ πῦρ ὥστε θερμαίνειν.
因为绝非由于视力是火所以不怕冷;因为那种火并不是能起到温暖作用的火。