§30.1#3τὰ δὴ τοιαῦτα πάθη καὶ τὰ παλαιὰ λεχθέντα κατὰ μέν τι μικρὸν πᾶσι γίνεται· πᾶσι γὰρ μέμικταί τι τῆς δυνάμεως·
这一类性状以及古昔所说的那些性状,多多少少都会在每个人身上发生;因为这种力量的一部分混合在所有人之中。
ὅσοις δ’ εἰς βάθος, οὗτοι δ’ ἤδη ποιοί τινές εἰσι τὰ ἤθη.
但在那些其程度深的人中,他们已经在性格上具有了某种特质。
ὥσπερ γὰρ τὸ εἶδος ἕτεροι γίνονται οὐ τῷ πρόσωπον ἔχειν, ἀλλὰ τῷ ποιόν τι τὸ πρόσωπον, οἱ μὲν καλόν, οἱ δὲ αἰσχρόν, οἱ δὲ μηθὲν ἔχοντες περιττόν, οὗτοι δὲ μέσοι τὴν φύσιν, οὔτῳ καὶ οἱ μὲν μικρὰ μετέχοντες τῆς τοιαύτης κράσεως μέσοι εἰσίν, οἱ δὲ πλήθους ἤδη ἀνόμοιοι τοῖς πολλοῖς.
正如人们在容貌上的差异,不在于是否拥有脸庞,而在于拥有某种特质的脸庞——有的人俊美,有的人丑陋,有的人毫无突出之处,而这后者在天性上是中庸的——同样,那些对这种混合体仅有微小分享的人是中庸的,而那些大量拥有的人则已经与大众不同。
ἐὰν μὲν γὰρ σφόδρα κατακορὴς ᾖ ἡ ἕξις, μελαγχολικοί εἰσὶ λίαν, ἐὰν δέ πως κραθῶσι, περιττοί.
因为如果这种状态极其浓厚,他们就会过度地呈现忧郁质;但如果它们以某种方式得到调和,他们就是杰出的人。
ῥέπουσι δ’, ἂν ἀμελῶσιν, ἐπὶ τὰ μελαγχολικὰ νοσήματα, ἄλλοι περὶ ἄλλο μέρος τοῦ σώματος· καὶ τοῖς μὲν ἐπιληπτικὰ ἀποσημαίνει, τοῖς δὲ ἀποπληκτικά, ἄλλοις δὲ ἀθυμίαι ἰσχυραὶ ἢ φόβοι, τοῖς δὲ θάρρη λίαν, οἷον καὶ Ἀρχελάῳ συνέβαινε τῷ Μακεδονίας βασιλεῖ.
并且,如果他们掉以轻心,他们就会倾向于忧郁质的疾病,不同的人表现在身体的不同部位;有些人表现出癫痫症状,有些人表现出中风症状,另一些人表现出强烈的沮丧或恐惧,还有一些人则表现出过度的胆量,正如在马其顿国王阿基劳斯身上所发生的那样。
σιτίον δὲ τῆς τοιαύτης δυνάμεως ἡ κρᾶσις, ὅπως ἂν ἔχῃ ψύξεώς τε καὶ θερμότητος.
这种力量的资粮,乃是冷与热的混合状态,无论其具体如何。
ψυχροτέρα μὲν γὰρ οὖσα τοῦ καιροῦ δυσθυμίας ποιεῖ ἀλόγους· διὸ αἵ τ’ ἀγχόναι μάλιστα τοῖς νέοις, ἐνίοτε δὲ καὶ πρεσβυτέροις.
因为如果它比适度的情况更冷,就会引起无端的沮丧;因此,绞缢最常发生于年轻人,有时也发生于年长者。
πολλοὶ δὲ καὶ μετὰ τὰς μέθας διαφθείρουσιν ἑαυτούς.
许多人也在大醉之后毁灭了自己。
ἔνιοι δὲ τῶν μελαγχολικῶν ἐκ τῶν πότων ἀθύμως διάγουσιν· σβέννυσι γὰρ ἡ τοῦ οἴνου θερμότης τὴν φυσικὴν θερμότητα.
而有些忧郁质的人,在饮酒后反而过得郁郁寡欢;因为酒的热力熄灭了他们天生的热力。
τὸ δὲ θερμὸν τὸ περὶ τὸν τόπον ᾧ φρονοῦμεν καὶ ἐλπίζομεν ποιεῖ εὐθύμους.
而在我们赖以思考和希望的那个部位周围的热,则使人快乐。
καὶ διὰ τοῦτο πρὸς τὸ πίνειν εἰς μέθην πάντες ἔχουσι προθύμως, ὅτι πάντας ὁ οἶνος ὁ πολὺς εὐέλπιδας ποιεῖ, καθάπερ ἡ νεότης τοὺς παῖδας· τὸ μὲν γὰρ γῆρας δύσελπί ἐστιν, ἡ δὲ νεότης ἐλπίδος πλήρης.
正是由于这个原因,大家都乐于痛饮至醉,因为多量的酒使所有人充满希望,就像青春对孩子们的作用一样;因为老年是难以抱有希望的,而青年则充满希望。
εἰσὶ δέ τινες ὀλίγοι οὓς πίνοντας δυσθυμίαι λαμβάνουσι, διὰ τὴν αὐτὴν αἰτίαν δι’ ἣν καὶ μετὰ τοὺς πότους ἐνίους.
但也有少数人在饮酒时会被沮丧所袭,其原因与有些人饮酒后沮丧的原因相同。
ὅσοις μὲν οὖν μαραινομένου τοῦ θερμοῦ αἱ ἀθυμίαι γίνονται, μᾶλλον ἀπάγχονται.
那么,那些因热力衰退而产生沮丧的人,更容易选择上吊。
διὸ καὶ οἱ νέοι ἢ καὶ οἱ πρεσβῦται μᾶλλον ἀπάγχονται· τὸ μὲν γὰρ γῆρας μαραίνει τὸ θερμόν, τῶν δὲ τὸ πάθος φυσικὸν ὂν καὶ αὐτὸ τὸ μαραινόμενον θερμόν.
因此,年轻人或老年人都更容易上吊;因为老年使热力衰退,而年轻人的那种状态则是自然的,且其自身就是正在衰退的热力。
ὅσοις δὲ σβεννυμένου, ἐξαίφνης οἱ πλεῖστοι διαχρῶνται ἑαυτούς, ὥστε θαυμάζειν πάντας διὰ τὸ μηθὲν ποιῆσαι σημεῖον πρότερον.
而那些由于热力熄灭而产生沮丧的人,大多数人会突然自尽,以至于所有人都感到惊异,因为他们此前未曾表现出任何征兆。
ψυχροτέρα μὲν οὖν γινομένη ἡ κρᾶσις ἡ ἀπὸ τῆς μελαίνης χολῆς, ὥσπερ εἴρηται, ποιεῖ ἀθυμίας παντοδαπάς, θερμοτέρα δὲ οὖσα εὐθυμίας.
那么,正如所说,源自黑胆汁的混合物,在变冷时会产生各种沮丧,而在变热时则产生快乐。
διὸ καὶ οἱ μὲν παῖδες εὐθυμότεροι, οἱ δὲ γέροντες δυσθυμότεροι.
因此,孩子们更快乐,而老年人更忧郁。
οἱ μὲν γὰρ θερμοί, οἱ δὲ ψυχροί· τὸ γὰρ γῆρας κατάψυξίς τις.
因为前者是热的,后者是冷的;因为老年是一种冷却。
συμβαίνει δὲ σβέννυσθαι ἐξαίφνης ὑπό τε τῶν ἐκτὸς αἰτιῶν, ὡς καὶ παρὰ φύσιν τὰ πυρωθέντα, οἷον ἄνθρακα ὕδατος ἐπιχυθέντος.
而热力也会由于外部原因而突然熄灭,就像那些被点燃之物反自然地熄灭一样,例如在木炭上泼水。
διὸ καὶ ἐκ μέθης ἔνιοι ἑαυτοὺς διαχρῶνται· ἡ γὰρ ἀπὸ τοῦ οἴνου θερμότης ἐπείσακτός ἐστιν, ἧς σβεννυμένης συμβαίνει τὸ πάθος.
因此,有些人也会在大醉后自尽;因为源于酒的热力是外来的,当它熄灭时,这种状态便发生了。
καὶ μετὰ τὰ ἀφροδίσια οἱ πλεῖστοι ἀθυμότεροι γίνονται, ὅσοι δὲ περίττωμα πολὺ προίενται μετὰ τοῦ σπέρματος, οὗτοι εὐθυμότεροι· κουφίζονται γὰρ περιττώματός τε καὶ πνεύματος καὶ θερμοῦ ὑπερβολῆς.
在性交之后,大多数人也会变得更加沮丧,但那些随精液排出大量余泄物的人则较快乐;因为他们排除了余泄物、气和过度的热而感到轻松。
ἐκεῖνοι δὲ ἀθυμότεροι πολλάκις· καταψύχονται γὰρ ἀφροδισιάσαντες διὰ τὸ τῶν ἱκανῶν τι ἀφαιρεθῆναι· δηλοῖ δὲ τοῦτο τὸ μὴ πολλὴν τὴν ἀπορροὴν γεγονέναι.
但前者往往更为沮丧;因为他们在性交后变冷,因为足够之物中的一部分被夺走了;排出物不多证明了这一点。
ὡς οὖν ἐν κεφαλαίῳ εἰπεῖν, διὰ μὲν τὸ ἀνώμαλον εἶναι τὴν δύναμιν τῆς μελαίνης χολῆς ἀνώμαλοί εἰσιν οἱ μελαγχολικοί· καὶ γὰρ ψυχρὰ σφόδρα γίνεται καὶ θερμή.
总之,由于黑胆汁的力量是不稳定的,忧郁质的人也是不稳定的;因为它会变得极冷,也会变得极热。
διὰ δὲ τὸ ἠθοποιὸς εἶναι (ἠθοποιὸν γὰρ τὸ θερμὸν καὶ ψυχρὸν μάλιστα τῶν ἐν ἡμῖν ἐστὶν) ὥσπερ ὁ οἶνος πλείων καὶ ἐλάττων κεραννύμενος τῷ σώματι ποιεῖ τὸ ἦθος ποιούς τινας ἡμᾶς.
并且由于它是塑造性格的(因为在我们内部,热和冷是最能塑造性格的),正像酒以多量或少量与身体混合时,使我们的性格呈现某种特质一样。
ἄμφω δὲ πνευματικά, καὶ ὁ οἶνος καὶ ἡ μέλαινα χολή.
且两者都是含气的,无论是酒还是黑胆汁。
ἐπεὶ δ’ ἔστι καὶ εὔκρατον εἶναι τὴν ἀνωμαλίαν καὶ καλῶς πως ἔχειν, καὶ ὅπου δεῖ θερμοτέραν εἶναι τὴν διάθεσιν καὶ πάλιν ψυχράν, ἢ τοὐναντίον διὰ τὸ ὑπερβολὴν ἔχειν, περιττοὶ μέν εἰσι πάντες οἱ μελαγχολικοί, οὐ διὰ νόσον, ἀλλὰ διὰ φύσιν.
既然这种不稳定性也有可能得到适度的调和,并在某种程度上处于良好状态,且在需要较热时其性状便较热,需要较冷时又变冷,或者由于具有过度而反过来,因此所有忧郁质的人都是杰出的,这并非由于疾病,而是由于天性。